1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

130

εὐτρεπίσας τὴν δεξιάν, αὐτόχειρες αὐτοῦ ἡμεῖς πάντες γενοίμεθα καὶ τοῦ αιματος αὐτοῦ κορεσθείημεν· εἰ δὲ ἐφ' οις ἐνεκλήθη διαφεύγει τὸν ελεγ- χον, μέχρι τίνος ἡ συκοφάντις γλῶσσα δυναμωθήσεται κατ' αὐ- τοῦ;" μαλακισθεὶς ουν τοῖς τοιούτοις τῶν λόγων ὁ βασιλεὺς τότε μὲν καθεσθῆναι τούτους προσέταξε, καὶ σκοπῆσαι περὶ τοῦ πρά- γματος ἐπηγγείλατο, μετ' οὐ πολὺ δὲ πρὸς τὴν φύσιν ἐπανελθὼν ἐξάγει τε τῆς φρουρᾶς καὶ εἰς οψιν αγει αὐτοῦ, καὶ τὴν πένθιμον ἀμείβει στολήν, καὶ τὸ περιττὸν τῆς ἐν τῇ λύπῃ τραφείσης κόμης περιαιρεθῆναι κελεύει, καὶ τὴν προτέραν τῆς βασιλείας τάξιν καὶ τιμὴν ἀποδίδωσιν. 102 Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ φθινάδι νόσῳ περιπίπτει 352 ὁ βασιλεύς, ἐκ διαρροίας παρακολουθησάσῃ γαστρός, η τὴν ἀρ- χὴν ὑπό τινος τῶν κατὰ θήραν παραπτώσεων ελαβεν· καὶ λοιπὸν κατ' ὀλίγον τῇ τοιαύτῃ τηκεδόνι κατεμαραίνετο. διαθεὶς δὲ τὰ τῆς βασιλείας αριστα καὶ τὸν κληρονόμον γνωρίσας, καὶ περὶ τῶν καθ' εκαστα τὰ εἰκότα βουλευσάμενός τε καὶ ἐμφρόνως διορισά- μενος, υστερον πυρετοῦ καυσώδους ἀναφλεγέντος αὐτῷ πᾶσαν τὴν ζωτικὴν ἰκμάδα ἀνιμωμένου καὶ ἀναλίσκοντος τὸν βίον ἀπέλιπε, συμβασιλεύσας μὲν τῷ πρὸ αὐτοῦ Μιχαὴλ χρόνον ενα, ἐν ἑτέροις δὲ χρόνοις ἐννεακαίδεκα περὶ τὴν αὐτοκράτορα τῆς βασιλείας δια- πρέψας ἀρχήν, αριστα μὲν τὰ πολιτικὰ διαθείς, κάλλιστα δὲ καὶ περὶ τὰ στρατιωτικὰ διαγεγονώς, καὶ πλατύνας μὲν τὰ ορια τῆς ἀρχῆς, ἀδικίαν δὲ καὶ βίαν ἐξελάσας ἀπὸ τοῦ ὑπηκόου παντός, ὡς καὶ τὴν ̔Ομηρικὴν περὶ τοῦ ἀρίστου βασιλέως μαρτυρίαν ἁρ- μόζειν αὐτῷ τὴν ἀμφότερον, βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητής. ∆ιαδέχεται δὲ τὴν ολην τῆς ἐξουσίας ἀρχὴν ὁ καὶ παρὰ τῆς φύσεως καὶ παρὰ τῆς ἀρετῆς ἐπὶ τὸν πατρῷον κλῆρον καλούμενος καὶ παρὰ τοῦ ὑπηκόου δι' εὐχῶν ἐπιζητούμενος, Λέων ὁ πραότα- τος καὶ σοφώτατος καὶ πρῶτος τῶν ετι περιλειπομένων υἱῶν. Καὶ τὰ μὲν περὶ τῆς εὐσεβοῦς βασιλείας Βασιλείου τοῦ ἀοι- δίμου, οσα μὴ τῆς λήθης παρεσύρη ῥεύμασι καὶ τῷ διὰ μέσου χρόνῳ ἐξίτηλα γέγονε, καὶ αὐτὴ δὲ ἡ πρὸ τῆς βασιλείας ἀγωγή,353 καὶ οσα ἡ τῆς ολης αὐτοῦ ζωῆς περιέχει ὑπόθεσις, κατὰ τὸ ἡμῖν ἐφικτόν, καθὼς ἡ τῆς ἀληθείας ειχε φύσις, ἀπήγγελται καὶ ἱστόρηται.

{1ΒΑΣΙΛΕΙΑ ΛΕΟΝΤΟΣ ΑΥΤΟΚΡΑΤΟΡΟΣ. ΛΟΓΟΣ Ζ.}1

Βασίλειος τελευτήσας, Λέων ὁ υἱὸς αὐτοῦ αὐτοκράτωρ ἐβασί- λευσεν ετη

εικοσι πέντε, μῆνας ὀκτώ. Στέφανος δὲ ὁ αὐτοῦ ἀδελ- φὸς κληρικὸς ων καὶ σύγκελλος συνῆν τῷ πατριάρχῃ Φωτίῳ, ὑπ' αὐτοῦ ἀναγόμενός τε καὶ παιδευόμενος. ἀπέστειλεν ουν ὁ βασιλεὺς τὸν στρατηλάτην ̓Ανδρέαν ἐν τῇ Χρυσοπόλει καὶ αλλους συγκλητι- κοὺς σὺν αὐτῷ μετὰ κλήρου καὶ κηρῶν καὶ ἁρμάτων· καὶ ἐξαγα- γόντες τοῦ τάφου τὸν Μιχαὴλ ἐν γλωσσοκόμῳ κυπαρισσίνῳ κατέ- θεντο, καὶ ἐπὶ κραβάτου θέντες, ἐντίμως καὶ βασιλικῶς περι- στείλαντες, ἐν τῇ πόλει εἰσήγαγον, καὶ μεθ' υμνων μέχρι τῶν ἁγίων ἀποστόλων προέπεμψαν, ἑπομένων ἐκεῖσε καὶ τῶν αὐτοῦ ἀδελφῶν, καὶ ἐν λάρνακι κατέθεντο. 2 Μετὰ ταῦτα δὲ ὁ βασιλεὺς τὸν αὐτὸν στρατηλάτην ̓Ανδρέαν αμα ̓Ιωάννῃ ̔Αγιοπολίτῃ, λογίῳ πάνυ οντι καὶ λογοθέτῃ 354 τοῦ δρόμου γεγονότι, ἐν τῇ ἁγίᾳ Σοφίᾳ ἀπέστειλεν, οι ἐν τῷ αμ- βωνι ἀνελθόντες καὶ τὰς τοῦ πατριάρχου Φωτίου αἰτίας πάντων εἰς ἐπήκοον ἀναγνόντες τοῦτον τοῦ θρόνου κατήγαγον, καὶ ὑπερό- ριον αὐτὸν ἐν τῇ μονῇ τῶν ̔Αρμονιανῶν τῇ ἐπονομαζομένῃ τοῦ Βόρδονος ἀνήγαγον. Στέφανον δὲ σύγκελλον τὸν αὐτοῦ ἀδελφὸν πατριάρχην προβάλλεται, ὑπὸ Θεοφάνους χειροτονηθέντα τοῦ πρωτοθρόνου. εζησεν δὲ πατριαρχῶν ετη εξ καὶ μῆνας πέντε, καὶ τελευτήσας θάπτεται ἐν τῇ μονῇ Σικεῶν. 3 ̔Ο δὲ βασιλεὺς τὸν Ζαοῦτζαν Στυλιανὸν μάγιστρον