1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

131

καὶ λογοθέτην τοῦ δρόμου προβάλλεται. 4 Προεδόθη δὲ ἡ πόλις ἡ ἐπώνυμος ̔Υψηλή, καὶ ᾐχμα- λωτίσθησαν ὑπὸ τῶν ̓Αγαρηνῶν πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. γέγονε δὲ καὶ μέγας ἐμπρησμὸς πλησίον τῶν Σοφιῶν, καὶ ἐνεπρή- σθη καὶ ὁ ναὸς τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, ον ὁ βασιλεὺς Λέων λαμπρῶς ἀνεκαίνισεν. 5 ̓Αποστείλας δὲ ὁ βασιλεὺς εἰς Εὐχαΐταν Θεόδωρον τὸν Σανδαβαρηνὸν ἐν τῇ πόλει εἰσήγαγεν· ̓Ανδρέας δὲ ὁ δομέστικος τῶν σχολῶν καὶ Στέφανος ὁ μάγιστρος τῆς Καλομαρίας, οἱ πολλὰ πρὸς Βασίλειον διαβληθέντες ὑπὸ τοῦ Σανδαβαρηνοῦ, ὑπέθεντο τῷ βασιλεῖ ὡς βουληθεὶς Φώτιός τε καὶ Θεόδωρος ὁ Σανδαβαρη- νὸς βασιλέα ἐκ συγγενῶν Φωτίου ποιήσασθαι. προσέταξε δὲ ὁ βασιλεύς, καὶ αμφω ἐν τοῖς παλατίοις ηγαγον τῶν Πηγῶν, καὶ 355 ἰδίᾳ φρουρεῖσθαι διεκελεύσατο. ἀπεστάλησαν δὲ διαγνώμονες τῶν κατ' αὐτῶν κινουμένων αὐτός τε ὁ μάγιστρος Στέφανος καὶ ὁ δομέστικος ̓Ανδρέας καὶ ὁ Κρατερὸς καὶ ὁ Γοῦμερ πατρίκιοι καὶ ̓Ιωάννης ὁ ̔Αγιοπολίτης. ἀγαγόντες ουν τὸν πατριάρχην Φώτιον καὶ ἐπὶ θρόνου ἐντίμως καθίσαντες, καὶ αὐτοὶ καθεσθέντες, τὴν ἐξέτασιν ἐποιοῦντο. ὁ δὲ δομέστικος ̓Ανδρέας εφη τῷ πατριάρχῃ "γνωρίζεις, ω δέσποτα, ἀββᾶν Θεόδωρον;" ὁ δὲ "ἀββᾶν οὐ γνωρίζω Θεόδωρον." ὁ δὲ ̓Ανδρέας "τὸν ἀββᾶν οὐ γνωρίζεις Θεό- δωρον τὸν Σανδαβαρηνόν;" καὶ ὁ πατριάρχης "γνωρίζω τὸν μονα- χὸν Θεόδωρον ἀρχιεπίσκοπον οντα Εὐχαΐτων." ἐνεχθέντος δὲ τοῦ Σανδαβαρηνοῦ, λέγει πρὸς αὐτὸν ὁ ̓Ανδρέας "ὁ βασιλεύς σοι δηλοῖ, ποῦ εἰσὶ τὰ χρήματα καὶ τὰ πράγματα τῆς βασιλείας μου;" ὁ δὲ εφη "οπου δέδωκεν αὐτὰ ὁ κατὰ τὴν ἡμέραν βασιλεύς· νῦν δὲ ἐπεὶ ταῦτα ὁ βασιλεὺς ζητεῖ, ἐξουσίαν εχει τοῦ ἀναλαβέσθαι αὐτά." καὶ ὁ ̓Ανδρέας "εἰπέ, τίνα ἐβουλεύου βασιλέα ποιῆσαι τῷ πατρὶ τοῦ βασιλέως ὑποθεὶς τοὺς ὀφθαλμοὺς τὸν ιδιον ἀπο- στερῆσαι υἱόν; σὸν συγγενῆ η τοῦ πατριάρχου;" ὁ δὲ ειπεν "οὐκ οιδα ταῦτα περὶ ων μοι κακηγορεῖτε." λέγει ουν ὁ μάγιστρος Στέφανος "καὶ πῶς ἐμήνυσας τῷ βασιλεῖ ἐλέγξειν περὶ τούτου τὸν πατριάρχην;" ὁ δὲ παρευθὺ τοῖς ποσὶ τοῦ πατριάρχου προσπε- σὼν ειπεν "ὁρκίζω σε δέσποτα κατὰ τοῦ θεοῦ ινα πρότερόν με καθαιρήσῃς, καὶ τότε γυμνόν με οντα ἱερωσύνης ὡς κακοῦργον οντα κολαζέτωσαν· οὐ γὰρ τοιαῦτα τῷ βασιλεῖ ἐδήλωσα." ὁ δὲ 356 πατριάρχης εφη "μὰ τὴν σωτηρίαν ἐμῆς ψυχῆς, κῦρι Θεόδωρε, ἀρχιεπίσκοπος ει καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι." θυμω- θεὶς ουν ἐπὶ τούτοις ̓Ανδρέας εφη "καὶ οὐκ ἐμήνυσας, ἀββᾶ, τῷ βασιλεῖ δι' ἐμοῦ ινα ἐν τούτῳ τὸν πατριάρχην ἐλέγξῃς;" ὁ δὲ ἀπηρνήσατο μηδὲν εἰδέναι. ὑποστρέψαντες ουν τῷ βασιλεῖ τὰ λαληθέντα ἀνήγγειλαν· ὁ δὲ βασιλεὺς θυμῷ καὶ ὀργῇ ἀκατασχέτῳ ληφθείς, ὡς μὴ ευλογον αἰτίαν κατὰ τοῦ πατριάρχου εὑρηκώς, ἀποστείλας ετυψε τὸν Σανδαβαρηνὸν σφοδρῶς καὶ ἐξώρισεν ἐν ̓Αθήναις. κατόπιν δὲ ἀποστείλας ἐξετύφλωσεν αὐτὸν καὶ ἐξώρισεν εἰς ̓Ανατολήν. χρόνων δὲ παρῳχηκότων πολλῶν ἐκ τῆς ἐξορίας αὐτὸν ἀνεκαλέσατο καὶ ἐν τῇ πόλει εἰσήγαγεν, προστάξας σιτηρέ- σια τοῦτον ἐκ τῆς νέας ἐκκλησίας λαμβάνειν· ος καὶ τελευτᾷ ἐπὶ Κωνσταντίνου καὶ Ζωῆς τῆς αὐτοῦ μητρός. 6 ̓Εν ταῖς ἡμέραις δὲ Λέοντος ὁ Λογγίβαρδος δούξ, γαμβρὸς δὲ τοῦ ῥηγὸς Φραγγίας γεγονώς, ἀντῇρε τῷ βασιλεῖ κα- ταστασιάσας καὶ πᾶσαν τὴν χώραν ὑφ' ἑαυτῷ ποιησάμενος. τοῦτο γνοὺς ὁ βασιλεὺς Κωνσταντῖνον τὸν τῆς τραπέζης σὺν πᾶσι τοῖς δυτικοῖς ἐξαπέστειλεν θέμασιν ωστε καταπολεμῆσαι ̓Εγίωνα. συμ- βολῆς δὲ γενομένης οἱ μετὰ Κωνσταντίνου ἡττήθησαν καὶ κατε- σφάγησαν, μόγις ἐκείνου περισωθέντος. γέγονε δὲ τηνικαῦτα καὶ ἡλιακὴ εκλειψις, ωρᾳ τῆς ἡμέρας εκτῃ, ωστε καὶ τοὺς ἀστέρας φαίνεσθαι, ἀνέμων τε βιαία φορὰ καὶ ἀστραπαὶ καὶ βρονταί, 357 ωστε καὶ ἐν τοῦ φόρου ἀναβαθμοῖς τοῦ ἁγίου Κωνσταντίνου ἀν- θρώπους κεραυνωθῆναι ἑπτά. 7 ̓Επολιορκήθη δὲ ὑπὸ ̓Αγαρηνῶν ἡ Σάμος, συμπαρα- ληφθέντος καὶ τοῦ στρατηγοῦντος ἐν αὐτῇ Πασπαλᾶ, Λέων δὲ ὁ βασιλεὺς