1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

132

βασιλεοπάτορα τὸν Ζαούτζαν τιμᾷ, αὐτὸς καινουργήσας τὸ ονομα· ηδη γὰρ Ζωῇ τῇ αὐτοῦ θυγατρὶ συνεφιλιώθη, τοῦ ταύτης ἀνδρὸς Θεοδώρου, ῳ Γουνιατζίτζης ἐπώνυμον, ἀναιρεθέν- τος φαρμάκῳ. 8 Στεφάνου δὲ πατριάρχου τὸν βίον ἀπολιπόντος, ̓Αντώνιος ὁ τὴν ἐπωνυμίαν Καυλέας πατριάρχης ἀντ' αὐτοῦ προχειρίζεται. 9 ̓Αγγελία δὲ κατέλαβεν ὡς ὁ αρχων Συμεὼν Βουλγαρίας βούλεται κατὰ ̔Ρωμαίων ἐκστρατεύσασθαι, πρόφασιν εχων τῆς μάχης ταύτην. εὐνοῦχον ειχε δοῦλον ὁ βασιλεοπάτωρ Ζαούτζας· Μουσικὸς ην ονομα τούτῳ. ουτος συνεφιλιώθη ἀνδράσιν ἐμπο- ρικοῖς καὶ φιλοκερδέσι καὶ φιλοχρύσοις, ἐξ ̔Ελλάδος ουσι, Σταυ- ρακίῳ τε καὶ Κοσμᾷ· οι τινες μεσιτείᾳ τοῦ Μουσικοῦ κερδαίνειν βουλόμενοι τὴν μετὰ Βουλγάρων πραγματείαν ἐν τῇ πόλει ἐν Θεσ- σαλονίκῃ μετέστησαν, κακῶς κουμερκεύοντες τοὺς Βουλγάρους. τῶν δὲ Βουλγάρων ταῦτα τῷ Συμεὼν ἀναγγειλάντων, αὐτὸς δῆλα ταῦτα τῷ βασιλεῖ κατέστησε Λέοντι. ὁ δὲ πάντα ὡς λῆρον ἐλο- γίζετο, τῇ πρὸς Ζαούτζαν προσπαθείᾳ νικώμενος. μανεὶς ουν ὁ Συμεὼν ηρε κατὰ τῶν ̔Ρωμαίων τὰ οπλα. ὁ δὲ βασιλεὺς τὸν 358 Κρηνίτην ἀποστέλλει κατ' αὐτοῦ στρατηλάτην οντα, λαῷ πολλῷ καὶ αρχουσι καθοπλίσας αὐτόν. συμβολῆς δὲ ἐν Μακεδονίᾳ γενο- μένης ἡττῶνται ̔Ρωμαῖοι, καὶ κατασφάττεται αὐτός τε ὁ Κρηνί- της καὶ ὁ ̓Αρμένιος Κουρτίκης καὶ αλλοι πολλοί. ἐπεὶ δὲ καὶ Χαζάρους κατέσχεν ὁ Συμεὼν τῶν ἐκ τῆς ἑταιρείας τοῦ βασιλέως Λέοντος, τὰς αὐτῶν ῥῖνας ἀποτεμὼν εἰς αἰσχύνην τῶν ̔Ρωμαίων ἐν τῇ πόλει ἀπέστειλεν· ους ἰδὼν ὁ βασιλεύς, καὶ θυμοῦ πλησθείς, Νικήταν τὸν ὀνομαζόμενον Σκληρὸν ἐν τῷ ∆ανουβίῳ ποταμῷ μετὰ δρομώνων ἐξαπέστειλεν, δοῦναι δῶρα τοῖς Τούρκοις ωστε τὸν Συμεὼν καταπολεμῆσαι. ὁ δὲ τούτοις συντυχὼν καὶ πείσας κατὰ Συμεὼν οπλα αρασθαι, ὁμήρους λαβὼν παρ' αὐτῶν πρὸς βασιλέα ὑπέστρεψεν. ὁ δὲ βασιλεὺς διά τε γῆς καὶ θαλάττης διέγνω τοὺς Βουλγάρους πολεμεῖν. καὶ διὰ μὲν θαλάσσης Εὐστάθιον δρουγ- γάριον ἀποστέλλει, διὰ γῆς δὲ πατρίκιον Νικηφόρον τὸν Φωκᾶν, δομέστικον τῶν σχολῶν μετὰ τὴν τελευτὴν ̓Ανδρέου γενόμενον. ων μέχρι Βουλγαρίας καταλαβόντων, ὁ βασιλεὺς τὸν κυαίστωρα Κωνσταντινάκιν πρὸς Συμεὼν ἐξαπέστειλεν, ετι τὴν εἰρήνην στέρ- γων καὶ βουλόμενος σπείσασθαι πρὸς αὐτόν· ον Συμεὼν κατα- σχὼν ἐν φρουρᾷ κατακλείει, δόλῳ πρὸς αὐτὸν ὑποπτεύσας παρα- γενέσθαι. τοῦ Συμεὼν ουν ἐπὶ τὸ στράτευμα Νικηφόρου ἀσχο- λουμένου, οἱ Τοῦρκοι καταδραμόντες πᾶσαν τὴν Βουλγαρικὴν ἐληΐσαντο γῆν. ο Συμεὼν ἐκμαθὼν κατὰ τῶν Τούρκων ἐτράπετο. οἱ δὲ ἀντιπεράσαντες πόλεμον πρὸς Βουλγάρους συμβάλλουσι καὶ 359 νικῶσι τούτους κατὰ κράτος, ὡς μόλις τὸν Συμεὼν ἐν τῇ ∆ίστρᾳ περισωθῆναι. ᾐτήσαντο ουν οἱ Τοῦρκοι τὸν βασιλέα τοὺς Βουλ- γάρων αἰχμαλώτους ὠνήσασθαι· ο δὴ καὶ πεποίηκεν, τοὺς πολί- τας ἐξαποστείλας εἰς τὴν τούτων ἐξώνησιν. ὁ δὲ Συμεὼν δι' Εὐ- σταθίου δρουγγαρίου τὸν βασιλέα περὶ τῆς εἰρήνης ἱκέτευεν· πρὸς ην ὑπεῖξεν ὁ βασιλεύς, καὶ τὸν Χοιροσφάκτην Λέοντα πρὸς τὸ ταύτην ποιήσασθαι ἐξαπέστειλεν. ὁ δὲ δομέστικος Νικηφόρος καὶ ὁ δρουγγάριος Εὐστάθιος ὑποστρέψαι μετὰ λαοῦ ἐκελεύσθησαν. Λέοντα δὲ Χοιροσφάκτην οὐδὲ λόγου ἠξίωσεν ὁ Συμεών, ἀλλ' ἐν εἱρκτῇ ἐστραγγαλίσατο. ἐκστρατεύσας δὲ κατὰ τῶν Τούρκων πάντας κατέσφαξεν, μὴ δυνηθέντας παρὰ ̔Ρωμαίοις βοήθειαν δέξασθαι. ὑποστρέψας δὲ ἐπὶ τῇ νίκῃ γαυριῶν πρὸς τὸν Λέοντα εφη "εἰ μὴ πρότερον πᾶσαν τὴν αἰχμαλωσίαν Βουλγάρων λάβω, εἰρήνην οὐ ποιῶ." ἐπένευσεν ουν ὁ βασιλεὺς ταύτην ἀποδοῦναι. ηλθεν ουν μετὰ Λέοντος ὁ Βούλγαρος Θεόδωρος, οἰκεῖος ων τῷ Συμεών, καὶ παρέλαβεν αὐτούς. 10 Τοῦ δὲ δομεστίκου Νικηφόρου πρὸς τοῦ βασιλέως ἐξόχως ἀγαπωμένου, ὁ βασιλεοπάτωρ Ζαούτζας τοῦτον ὡς δυνά- στην προεβάλλετο, γαμικὸν μετ' αὐτοῦ ποιῆσαι συνάλλαγμα βου- λόμενος. τοῦ δὲ πρὸς τοῦτο ἀπαναινομένου, μήποτε δῷ ὑπόνοιαν τῷ βασιλεῖ Λέοντι, μανεὶς ἐπὶ