1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

133

τούτῳ ὁ Ζαούτζας αἰτίας ἐκίνησε κατ' αὐτοῦ καὶ τῆς ἀρχῆς τοῦτον μετέστησεν. προεβλήθη δὲ ἀντ' αὐτοῦ δομέστικος τῶν σχολῶν ὁ μάγιστρος Κατακαλών. ἐπὶ πολὺ 360 δὲ σχολάσας ὁ Νικηφόρος αυθις στρατηγὸς ἐν τῷ τῶν Θρᾳκησίων θέματι προχειρίζεται. πολλὰς δὲ καὶ γενναίας ἀνδραγαθίας διὰ πάσης αὐτοῦ ἐν τοῖς πολέμοις καταπραξάμενος βιοτῆς, καὶ πολλὰ κατὰ τῶν ̓Αγαρηνῶν καὶ τῶν αλλων ἐθνῶν στησάμενος τρόπαια, τελευτᾷ τὸν βίον ἐν γήρᾳ καλῷ, υἱοὺς καταλιπὼν Βάρδαν καὶ Λέοντα, ων ὁ Βάρδας οἰκειότατος ων τῷ βασιλεῖ Λέοντι ἐστέρ- γετό τε καὶ ἠγαπᾶτο καὶ δουλείαις ἐξυπηρετεῖτο ταῖς ἀνηκούσαις τῷ βασιλεῖ. ὁ δὲ βασιλεύς, καθὼς ειρηται, τὸν Κατακαλὼ προ- χειρισάμενος εἰς δομέστικον κατὰ τοῦ Συμεὼν τοῦτον ἐξαποστέλλει, συνεξαποστείλας αὐτῷ καὶ Θεοδόσιον πατρίκιον καὶ πρωτοβεστιά- ριον. διαπερασάντων δὲ πάντων τῆς ἀνατολῆς θεμάτων τε καὶ ταγμάτων, καὶ πολέμου μετὰ Βουλγάρων συγκροτηθέντος περὶ τὸ Βουλγαρόφυγον, τρέπονται ̔Ρωμαῖοι κακῶς, καὶ πάντες ἀπώλοντο· οις συναπώλετο καὶ ὁ πρωτοβεστιάριος Θεοδόσιος. ἐπὶ τούτου καὶ οἱ τῆς Χερσῶνος οἰκήτορες τὸν αὐτῶν ἀπέκτειναν στρατηγὸν Συ- μεὼν τὸν τοῦ ̓Ιωνᾶ. παρελήφθη δὲ καὶ τὸ Κόρον ἐν τῇ Καππα- δοκίᾳ ὑπὸ τῶν ̓Αγαρηνῶν. 11 ̔Ο δὲ βασιλεὺς εἰς τὰ ∆αμιανοῦ ἐξελθὼν ειχεν μεθ' ἑαυτοῦ καὶ τὴν Ζωὴν τὴν τοῦ Ζαούτζα θυγατέρα καὶ αὐτὸν τὸν Ζαούτζαν. Θεοφανὼ δὲ ἡ τοῦ βασιλέως γαμετὴ οὐ παρῆν ἐκεῖσε, ἀλλ' ἐν τῇ ἁγίᾳ σορῷ τῇ ἐν Βλαχέρναις προσεκαρτέρει εὐχομένη. δόξαν δὲ τῷ βασιλεῖ μεῖναι ἐν τοῖς ∆αμιανοῦ, συμβούλιον οἱ τοῦ Ζαούτζα ποιησάμενοι, ο τε υἱὸς αὐτοῦ ὁ Ταύτζης καὶ οἱ λοιποί, τῇ νυκτὶ τὸν βασιλέα διαχειρίσασθαι ἐβουλεύσαντο. ἡ δὲ Ζωὴ 361 τῷ βασιλεῖ συγκαθεύδουσα καὶ τὸν θροῦν ἐνωτισθεῖσα, διὰ τῆς θυρίδος προκύψασα κατεσίγασεν. ὡς δὲ τοῦ δεινοῦ τῆς ἐπιβουλῆς ῃσθετο ἀκριβῶς, τὸν βασιλέα διυπνίσασα τὸ πραττόμενον κατεσή- μανεν· ος ἐν πλοίῳ εὐθὺς εἰσελθὼν εἰς Πηγὰς διεπέρασεν, πάν- τας ἐκεῖσε καὶ αὐτὸν τὸν Ζαούτζαν καταλιπών. ταχὺ δὲ πρωῒ εἰς τὸ παλάτιον εἰσελθὼν ̓Ιωάννην μὲν τὸν βίγλης δρουγγάριον διεδέ- ξατο, Πάρδον δὲ υἱὸν Νικολάου ἑταιρειάρχου ἀντ' αὐτοῦ προεβά- λετο· ὁ γὰρ Νικόλαος ουτος φίλος ην τῷ βασιλεῖ καὶ πιστός, καὶ [περὶ] τὰ ἀπόρρητα πάντα τοῦ Ζαούτζα δῆλα τούτῳ καθίστη καὶ εκπυστα. εκτοτε ουν ὁ βασιλεὺς εἰς τὸ τοῦ Ζαούτζα κελλίον οὐκ εἰσήρχετο, εἰ μὴ Λέων ὁ μάγιστρος, ῳ Θεοδοτάκης ἐπώνυμον, τούτους ἀλλήλοις διήλλαξεν. 12 Τελευτᾷ δὲ Αὐγοῦστα Θεοφανὼ ετη βασιλεύσασα δώδεκα, ητις καὶ θαυματουργὸς ἀνεδείχθη, ἀνωτέρα τοῦ τῆς ζη- λοτυπίας πάθους φανεῖσα καὶ πραῶς τὴν παρευδοκίμησιν ὑπενεγ- κοῦσα Ζωῆς, καὶ ἐν ἐλεημοσύναις καὶ προσευχαῖς τὸν απαντα βίον διανύσασα. 13 Στέφει Λέων ὁ βασιλεὺς τὴν θυγατέρα τοῦ Ζαούτζα Ζωήν, καὶ εὐλογεῖται παρὰ τοῦ κληρικοῦ τοῦ παλατίου, ῳ ἐπίκλην Σινάπης. ὁ μὲν ουν εὐλογήσας καθῃρέθη, ἡ δὲ ετος εν καὶ μῆνας ὀκτὼ βασιλεύσασα ἐτελεύτησεν. λάρνακα δὴ ἐφεῦρον ἐφ' ῳ ἀπο- τεθῆναι τὸ σῶμα αὐτῆς ἐν αὐτῇ, ητις τοιάνδε ειχεν ἐγκεκολαμμέ- νην γραφήν "θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος." 362 14 ∆ιεβλήθησαν δὲ τῷ βασιλεῖ Μουσικὸς καὶ Σταυράκιος, ὡς παρὰ τῶν στρατηγῶν δῶρα λαμβάνοντες, ἀλλὰ καὶ παρὰ τῶν ἀρχόντων, μεσιτεύουσι τούτοις τῷ βασιλεοπάτορι. καί ποτε τοῦ Σταυρακίου μετὰ γραμμάτων τινὸς τῶν στρατηγῶν εἰς τὸν βασιλεοπάτορα εἰσεληλυθότος, ὡς ειδεν αὐτὸν ὁ βασιλεὺς ἐν τῷ ἡλιακῷ ἑστηκώς, κατόπιν αὐτοῦ εἰσῆλθεν καὶ τοῦ τένοντος αὐτὸν λαβόμενος εξω ἐξήγαγεν ὡς δῆθεν περὶ τῶν στρατηγῶν ἐρωτήσων, καὶ εἰς τὸ Μονόθυρον ἀγαγὼν καὶ τὰ γράμματα ἐξάρας ἀπεσφενδό- νησε τοῦτον καὶ τοῖς προστυχοῦσιν εδωκεν τοῦ παλατίου ἐξαγαγεῖν καὶ μοναχὸν ἀποκεῖραι. μαθὼν δὲ τοῦτο ὁ Μουσικὸς ἐν ἀπογνώ- σει γέγονεν. εἰσελθὼν δὲ ὁ βασιλεὺς ενθα ὁ Μουσικὸς παρίστατο τῷ Ζαούτζᾳ, τοῦτον παρὰ τὸν τράχηλον ὠθήσας ἐξήγαγεν, διο- ρισάμενος Χριστοφόρον