137
πατρικίου καὶ τῶν ἐν τέλει ἁπάν- των. γέγονε τότε καὶ ἡ Κύφη γηροκομεῖον, τῶν ἐκεῖσε ἑταιρίδων ἐκδιωχθέντων. εὐλογήθη δὲ Λέων ὁ βασιλεὺς μετὰ Ζωῆς ὑπὸ Θωμᾶ πρεσβυτέρου, οστις καὶ καθῃρέθη· καὶ βασίλισσαν αὐτὴν ἀνηγόρευσεν. διὰ ταύτην ουν αἰτίαν ὁ πατριάρχης τὸν βασιλέα εἰς τὴν ἐκκλησίαν εἰσέρχεσθαι διεκώλυσεν, οθεν διὰ τοῦ δεξιοῦ μέρους διήρχετο εἰς τὸ μητατόριον. 24 Προεβλήθη δὲ Σαμωνᾶς παρακοιμώμενος διὰ τὸ συνεργὸς καθεστάναι τῷ βασιλεῖ πρὸς παρανομίαν καὶ κακίαν 371 απασαν. καὶ κατὰ τῆς ἐκκλησίας ηρξαντο μελετᾶν. προσκαλε- σάμενος γὰρ τὸν πατριάρχην Νικόλαον (πρώτη ην τοῦ Φεβρουα- ρίου μηνὸς) καὶ πολλὰ λιπαρήσαντες δεχθῆναι, ἐπεὶ πεῖσαι οὐκ ἠδυνήθησαν, ἀπὸ κλητορίου ἀπὸ τοῦ Βουκολέοντος πλοίῳ μικρῷ ἐμβιβάσαντες ἐν τῇ ̔Ιερείᾳ διεπέρασαν, ἀφ' ης μέχρι Γαλακρηνῶν μόλις ἀπῄει χιόνος ἐπικειμένης πολλῆς. χειροτονεῖται ὁ σύγκελλος Εὐθύμιος πατριάρχης, ἀνὴρ ἱεροπρεπὴς ἐγκρατής τε καὶ θεοσε- βής, ον φασιν ἐκ θείας ἀποκαλύψεως τὴν ἀρχιερωσύνην καταδέ- ξασθαι· καὶ γὰρ διενοεῖτο ὁ βασιλεὺς νόμον πονηρὸν ἐκθεῖναι τοῦ εχειν γυναῖκας ανδρα τρεῖς καὶ τέσσαρας, πολλῶν λογιωτάτων ἀν- δρῶν εἰς τοῦτο αὐτῷ συνεργούντων. 25 ̓Ιουνίῳ δὲ μηνὶ προσεκλήθη Λέων ὁ βασιλεὺς παρὰ Κωνσταντίνου τοῦ Λιβὸς ἐν τῇ μονῇ αὐτοῦ πλησίον τῶν ἁγίων ἀποστόλων τοῦ τὰ ἐγκαίνια ἐπιτελέσαι καὶ ἀριστῆσαι. καὶ γέγονεν ανεμος ὁ λεγόμενος λίψ, φυσήσας εως τρίτου σφοδρῶς, συσσείσας καὶ οἰκήματα καὶ ἐκκλησίας, ωστε πάντας φεύγειν ἐν τόποις ὑπαί- θροις, λέγοντας συντέλειαν ειναι κοσμικήν, εἰ μὴ ἡ τοῦ θεοῦ φιλ- ανθρωπία δι' ομβρων εστησεν τὴν τοιαύτην καταιγίδα. 26 Στόλου δὲ τῶν ̓Αγαρηνῶν κατὰ ̔Ρωμαίων ἐξελθόντος, ὁ βασιλεὺς ̔Ημέριον λογοθέτην τοῦ δρόμου τοῦ στόλου παντὸς ἀρχηγὸν προβάλλεται. ἐδέξατο καὶ ̓Ανδρόνικος ὁ δοὺξ συνεισελ- θεῖν τῷ ̔Ημερίῳ καὶ τοὺς ̓Αγαρηνοὺς καταπολεμῆσαι. ὁ δὲ Σα-μωνᾶς ἀδιάλλακτος ἐχθρὸς ων ̓Ανδρονίκῳ βόθρον αὐτῷ ὑπώρυτ- 372 τεν καὶ τοῖς ποσὶ παγίδας ὑπετίθει, δυσμενῶς εχων αὐτῷ διὰ τὴν ὑπέρθεσιν τῆς φυγῆς· ὑπέβαλε δέ τινα γράψαι λαθραίως ̓Ανδρο- νίκῳ μὴ ἐν τοῖς πλοίοις εἰσελθεῖν, οτι, φησίν, παραγγελίας ὁ ̔Ημέριος ειληφεν παρὰ βασιλέως, ὑποβληθέντος παρὰ Σαμωνᾶ, κατασχεῖν καὶ τυφλῶσαί σε. πολλὰ δὲ τοῦ ̔Ημερίου προτρεπο- μένου τὸν ̓Ανδρόνικον ἐν τοῖς πλοίοις εἰσελθεῖν τῶν ̓Αγαρηνῶν ἐπικειμένων, ἀπεσκίρτησε, μὴ τοῦτο ποιῆσαι καταδεξάμενος. ̔Ημέριος δὲ μόνος τῇ τοῦ ἁγίου ἀποστόλου Θωμᾶ μνήμῃ συμβα- λὼν πόλεμον μετὰ τῶν ̓Αγαρηνῶν μεγάλην νίκην εἰργάσατο. τοῦτο μαθὼν ̓Ανδρόνικος, καὶ ἀπογνούς, αμα συγγενέσι καὶ δούλοις αὐτοῦ πόλιν κατέσχεν τὴν λεγομένην Καβάλαν, εἰς ἀποστασίαν ὁρμήσας. ὁ δὲ Σαμωνᾶς πάλαι ποτὲ τοιούτου ἐπιλαβέσθαι και- ροῦ ἐπιθυμῶν πρὸς βασιλέα ελεγεν "οὐκ ἀεί, δέσποτα, ελεγον οτι ἀντάρτης καὶ ἀποστάτης ἐστὶν ὁ δοὺξ καὶ τῇ βασιλείᾳ σου πολέ- μιος;" παραυτίκα γοῦν ἀπέστειλεν Γρηγορᾶν ̓Ιβηρίτζην λεγόμε- νον, δομέστικον οντα τῶν σχολῶν καὶ συμπένθερον ̓Ανδρονίκου, καταπολεμῆσαι αὐτόν. μαθὼν δὲ τοῦτο ̓Ανδρόνικος, καὶ πῶς ὁ πατριάρχης Νικόλαος τῆς ἐκκλησίας ἐξεδιώχθη, τοῖς ̓Αγαρηνοῖς ἐξέφυγεν πανοικί, τηνικαῦτα κατὰ ̔Ρωμαίων ἐξεληλυθόσιν· ον ἀμερμουμνῆς ἐντίμως καὶ μεγαλοπρεπῶς προσεδέξατο. ἐλυπεῖτο δὲ ὁ βασιλεὺς διὰ τὸν ̓Ανδρόνικον, καὶ ἐβούλετο λόγον αὐτῷ ἐνυ- πόγραφον ἀποστεῖλαι τοῦ πρὸς ̔Ρωμαίους ὑποστρέψαι. συνεβού- λευσαν δέ τινες τῷ βασιλεῖ φιλοφρονηθῆναί τινα τῶν τοῦ πραιτω- 373 ρίου Σαρακηνῶν καὶ ἀποσταλῆναι ἐν Συρίᾳ μετὰ λόγου ἐνυπογρά- φου. ο δὴ καὶ πεποίηκεν, διὰ κινναβάρεως γράψας καὶ βούλλῃ σφραγίσας χρυσῇ καὶ ενδον βραχέος φατλίου τράκτου κατακλείσας αὐτό. τοῦ δὲ Σαρακηνοῦ ἀπὸ βασιλέως ἐξελθόντος, προσκαλε- σάμενος τοῦτον ὁ Σαμωνᾶς ειπεν "οιδας ο κατέχεις;" τοῦτο εἰπὼν δὴ ο ἐκράτει κηρόν, ὡς τῆς Συρίας ειη