1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

141

ἐπιτρόπων καὶ σὺν τῇ μητρὶ ετη ἑπτά, αμα δὲ ̔Ρωμανῷ πενθερῷ αὐτοῦ, ων ἐν ὑποταγῇ, ετερα ετη κʹ, μονοκράτωρ δὲ ετη πεντεκαίδεκα, ὡς ειναι τὸν πάντα χρόνον τῆς βασιλείας αὐτοῦ ετη νεʹ. λαβόμενος ουν τῆς τοῦ παλατίου ἐξουσίας ὁ πατριάρχης Νικόλαος, ωστε καὶ αὐτὸς ἐπίτροπος ων σὺν τῷ μαγίστρῳ Στεφάνῳ καὶ τῷ ̓Ελαδᾶ ̓Ιωάννῃ μαγίστρῳ καὶ αὐτῷ, τὴν τοῦ κοινοῦ πρόνοιαν ἐποιεῖτο καὶ τὴν φροντίδα ειχεν τῶν τῇ βασιλείᾳ πραγμάτων ἀνηκόντων ὁσημέραι. 2 ̓Εν τούτοις ουν τῆς βασιλείας ουσης, δηλοῦται Κων- σταντίνῳ τῷ ∆ουκί, δομεστίκῳ τυγχάνοντι τῶν σχολῶν, παρά τινων τῶν ἐν τῇ πόλει μεγιστάνων φιλούντων αὐτὸν ὡς ἀνδρεῖον καὶ νουνεχῆ καὶ καλῶς δυνάμενον τὴν βασιλείαν κυβερνᾶν, εἰσελ- θεῖν καὶ ταύτης ἐγκρατὴς γενέσθαι ἀπονητί. ὡς δέ τινες, καὶ Νικόλαος πατριάρχης ἠγνοηκὼς ὡς κατ' ἐπιτροπὴν ̓Αλεξάνδρου αὐτῷ ἐγκεχείριστο τὰ τῆς ἐξουσίας ἐπιτροπεῖν, ̓Αρταβάσδῳ ἐγχει- ρίσας, ῳ τὸ ἱερατεύειν ἐνείργητο, ἐξαπέστειλε πρὸς τὸν τοῦ ∆ου- 382 κὸς Κωνσταντῖνον, παρακελευόμενος εἰσεληλυθέναι τῇ βασιλίδι, ὡς τῆς βασιλείας ἐπιλάβηται· ος διὰ τὴν τοῦ γράμματος δια- πόρθμευσιν τῆς περιωνύμου Σοφίας πρῶτος τῶν ἱερωμένων κε- κλήρωται. ουτος γὰρ γεννήτωρ ̓Ανδρέου τοῦ ἐν χρόνοις τοῖς καθ' ἡμᾶς τὴν ζωγραφικὴν τέχνην εἰς ακρον ἐλάσαντος, ηπερ ̓Απελλῖς καὶ ̓Αγάθαρχος ̔Ηρακλείδης τε καὶ Φίλοινος οἱ Βυζάντιοι, καθ-εστήκει. (3) ὁ δέ, ατε καὶ πρότερον αὐτὴν ὀνειροπολῶν καὶ τοῦ στέφους ἀεὶ ἐφιέμενος, ὡς ειχε τάχος τὴν βασιλεύουσαν κατέλαβεν αμα τοῖς σὺν αὐτῷ τῶν στρατευμάτων ἐγκρίτοις, ἱκανοῖς ουσι. καὶ νυκτὸς διὰ παραπυλίδος εἰσελθὼν τοῦ πρωτοβεστιαρίου Μι- χαήλ, ουσης πλησίον ἀκροπόλεως, ἐν τῷ οικῳ τοῦ πενθεροῦ αὐ- τοῦ Γρηγορᾶ αϋπνος μετὰ τῶν συνόντων αὐτῷ διετέλεσεν. Νική- τας δὲ ἀσηκρῆτις, ὁ μετὰ ταῦτα πρωτονοτάριος γεγονώς, τὴν Κωνσταντίνου αφιξιν τῷ πατρικίῳ Κωνσταντίνῳ καὶ μοναχῷ τῷ ̓Ελαδικῷ κατεμήνυσεν· καὶ αμφω τῇ αὐτῇ νυκτὶ πρὸς τὸν ∆οῦκα Κωνσταντῖνον παρεγένοντο, καὶ βουλὴν ποιησάμενοι ουπω τῆς ἡμέρας καταλαβούσης μετὰ λαμπάδων καὶ λαοῦ πολλοῦ καὶ οχλου τὴν τοῦ ἱπποδρόμου πύλην καταλαμβάνουσιν, Κωνσταντῖνον εὐφη- μοῦντες ὡς βασιλέα· ενθα δὴ ὁ τούτου ἱπποκόμος λογχευθεὶς παρὰ τῶν ἐντὸς τῶν τοῦ ἱπποδρόμου πυλῶν ἀνῃρέθη. μὴ δεχθεὶς ουν ἐκεῖσε ὁ Κωνσταντῖνος ἀλλ' ἀποσοβηθείς, ωσπερ ὑπό τινος ἐκβακχευόμενος δαίμονος καὶ μὴ ἐφεστηκότα εχων τὸν λογισμὸν τῷ τῆς βασιλείας ερωτι, ἐν τῷ ἱπποδρομίῳ ὑπεχώρησεν στυγνός 383 τε καὶ κατηφής, κακὸν οἰωνὸν τὴν τοῦ ἱπποκόμου κρίνας σφαγήν. ἐκεῖθεν ουν εὐφημούμενος ηλθεν μέχρι τῆς Χαλκῆς, καὶ διὰ τῆς Σιδηρᾶς πόρτης τῆς αὐτῆς Χαλκῆς εἰσεληλυθώς, μέχρι τῶν ̓Εξ- κουβίτων παρεγένετο. ὁ ουν μάγιστρος ̓Ιωάννης ὁ ̓Ελαδᾶς ἐκλο-γὴν τῶν τε τῆς ἑταιρείας καὶ τῶν ἐλατῶν ποιησάμενος μεθ' οπλων τούτους ἀπέστειλεν κατὰ τοῦ ∆ουκός. ἐλθόντων ουν μέχρι τῆς Χαλκῆς, καὶ πολέμου συστάντος, πολλοὶ ἐξ ἀμφοτέρων επεσον τῶν μερῶν, εργον ἐκεῖσε μαχαίρας γενόμενοι, καὶ τοσοῦτον ωστε τὸν τόπον ἐνλιμνασθῆναι τῷ αιματι ποταμηδὸν καταρρέοντι. ἀνῃρέθη δὲ καὶ Γρηγορᾶς ὁ υἱὸς τοῦ ∆ουκὸς καὶ Μιχαὴλ ὁ ἐξ- άδελφος αὐτοῦ καὶ ὁ Κουρτίκης ὁ ἐξ ̓Αρμενίων. ταῦτα ὁ ∆οὺξ Κωνσταντῖνος μαθών, ταραχῆς οτι πλείστης γενομένης, τοῦ ἱπ- πικοῦ ἐξήλαυνεν. ὁ δὲ ταῖς ἐκεῖσε ὑπεστρωμέναις κατολισθήσας πλαξὶν εἰς γῆν τὸν ἐπιβάτην κατέβαλεν. ἐπεὶ δέ τις αὐτὸν κατὰ γῆς ἐρριμμένον καὶ μεμονωμένον κατέλαβεν (οἱ γὰρ αλλοι διεσκε- δάσθησαν απαντες), ξίφει τὴν τούτου ἀπέτεμε κεφαλήν, ητις τῷ βασιλεῖ προσενήνεκτο καταφανὴς απασι τῆς ἀπάτης εἰς ἀποτρό- παιον. τὸ δὲ τοιοῦτον αὐτοῦ ἐγχείρημα κατά τινα καὶ αλλον τρό- πον ἐδεδήλωτο. Νικόλαος γάρ τις τὰς ἐν Χαλδίᾳ τῶν δημοσίων εἰσπράξεις ἐμπεπιστευμένος εἰς Συρίαν ἀφίκετο, τῆς καθ' ἡμᾶς εὐσεβείας εξαρνος γεγονώς· ος