1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

142

ἐκεῖσε διατρίβων ἀστρονομίας η ἀστρολογίας τινὸς μᾶλλον μετεποιεῖτο. ουτος ἐν μελανεμβαφεῖ γράψας ὑφάσματι ἀπεστάλκει τοῦτο πρὸς τὸν λογοθέτην Θωμᾶν, ου δὴ ῥυφθέντος ἐν υδατι παρὰ Μανουὴλ τοῦ τῶν ̓Αγαρηνῶν ἑρ- 384 μηνέως τὰ ἐν αὐτῷ πεφανέρωται γράμματα, "μὴ φοβήθητε ἀπὸ τοῦ πυρροῦ πετεινοῦ τοῦ ∆ουκός· νεωτερισθήσεται γὰρ ἀφρόνως, καὶ εὐθέως ὀλοθρευθήσεται. 4 Τούτων ουν ουτω τελεσθέντων, Γρηγορᾶς τούτου πεν- θερὸς μετὰ Λέοντος, ον Χοιροσφάκτην ὠνόμαζον, τῇ ἁγίᾳ σοφίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ προσέφυγον· ους καὶ βίᾳ ἐκεῖσε ἀποσπάσαντες ἀπέκειραν μοναχοὺς ἐν τῇ τῶν Στουδίου μονῇ. Κωνσταντῖνον δὲ τὸν ̓Ελαδικὸν βουνεύροις τύψαντες ῥάκη τε περιβαλόντες καὶ ονῳ καθίσαντες διὰ μέσης τῆς πόλεως ἐθριάμβευσαν, καὶ ἐν τῇ τοῦ ∆αλμάτου ἀπαγαγόντες μονῇ ἐγκατάκλειστον τῇ καταδίκῃ πεποιή- κασιν. Λέοντα δὲ τὸν Κατακαλίτην καὶ ̓Αβεσσαλὼμ τὸν τοῦ ̓Αροτρᾶ ἐκτυφλώσαντες ἐν ἐξορίᾳ παρέπεμψαν. Κωνσταντῖνον δὲ τὸν τοῦ Εὐλαμπίου υἱὸν καὶ ἑτέρους σὺν αὐτῷ Φιλόθεος υπαρ- χος ὁ τοῦ Λαμπούδη ἐν τῇ τοῦ ἱππικοῦ σφενδόνῃ ἀπέτεμεν. οὐ μικρὸν δὲ διερευνησάμενοι περὶ Νικήτα ἀσηκρῆτις καὶ Κωνσταν- τίνου τοῦ Λιβὸς οὐχ ευρον αὐτοὺς ὡς χρησαμένους φυγῇ. τὸν δὲ Αἰγίδην ἐκεῖνον καὶ τοὺς σὺν αὐτῷ πολλοὺς καὶ ἀνδρείους ον- τας ἀπό τε τῆς ἐν Χρυσοπόλει δαμάλεως καὶ μέχρι τοῦ Λευκάτου διδύμοις ξύλοις πάντας ἀνεσκολόπισεν. καὶ πολλοὺς αν τῶν ἐν τέλει τότε ἀνηλεῶς καὶ ἀναιτίως οἱ λεγόμενοι ουτοι ἐπίτροποι ἀπέ- κτειναν, εἰ μή τινες τῶν δικαστῶν τούτους τῆς ἀδίκου ὁρμῆς ἀνε- χαίτισαν, εἰπόντες αὐτοῖς ὡς παιδὸς οντος τοῦ βασιλέως, πῶς 385 αν ανευ τῆς αὐτοῦ κελεύσεως τοιαῦτα τολμᾶτε διαπράττεσθαι; τὴν τῶν ∆ουκὸς ουν γυναῖκα ἀποκείραντες εἰς τὸν ἐν Παφλαγονίᾳ οικον αὐτῆς ἐξαπέστειλαν, εὐνουχίσαντες καὶ τὸν υἱὸν αὐτῆς Στέ- φανον. 5 Αὐγούστῳ δὲ μηνὶ Συμεὼν ὁ Βουλγαρίας αρχων ἐκ- στρατεύσας κατὰ ̔Ρωμαίων σὺν οχλῳ βαρεῖ κατέλαβεν τὴν Κων- σταντινούπολιν, καὶ δὴ παρακαθίσας αὐτῇ χάρακα περιέβαλεν ἀπό τε Βλαχερνῶν καὶ μέχρι τῆς λεγομένης Χρυσῆς πόρτης, ἐλ- πίσι μετέωρος ην ὡς ἀπονητὶ ταύτην ἑλεῖν. ἐπεὶ δὲ τήν τε τῶν ταχῶν κατέμαθεν ὀχυρότητα τήν τε ἐκ τοῦ πλήθους καὶ τῶν ὁπλι- τῶν καὶ τῶν πετροβόλων καὶ τοξοβόλων ὀργάνων ἀσφάλειαν, τῶν ἐλπίδων σφαλεὶς ἐν τῷ λεγομένῳ ̔Εβδόμῳ ὑπέστρεψεν, εἰρηνικὰς σπονδὰς αἰτησάμενος. τῶν δὲ ἐπιτρόπων ἀσμενέστατα ἀποδεξα- μένων, ἀποστέλλει Συμεὼν Θεόδωρον μάγιστρον αὐτοῦ συλλαλῆ- σαι τὰ τῆς εἰρήνης. ἀναλαβόμενοί τε ο τε πατριάρχης Νικόλαος καὶ Στέφανος καὶ ̓Ιωάννης ὁ μάγιστρος τὸν βασιλέα ηλθον μέχρι τῶν Βλαχερνῶν, καὶ εἰσήγαγον τοὺς δύο υἱοὺς τοῦ Συμεών, καὶ συνεστιάθησαν τῷ βασιλεῖ ἐν τῷ παλατίῳ. Νικόλαος δὲ ὁ πα- τριάρχης ἐξῆλθε πρὸς Συμεών, ῳ τινὶ τὴν κεφαλὴν ὑπέκλινε Συ- μεών. εὐχὴν ουν ὁ πατριάρχης ποιήσας ἀντὶ στέμματος, ὡς φασί, τὸ ἑαυτοῦ ἐπιρριπτάριον τῇ αὐτοῦ ἐπέθετο κεφαλῇ. δώ- ροις ουν ἀμέτροις καὶ μεγίστοις φιλοφρονηθέντες ο τε Συμεὼν καὶ οἱ τούτου υἱοὶ εἰς τὴν ἰδίαν χώραν ὑπέστρεψαν, ἀσύμφωνοι ἐπὶ τῇ εἰρημένῃ εἰρήνῃ διαλυθέντες. 386 6 Τοῦ βασιλέως ουν Κωνσταντίνου ατε παιδὸς οντος καὶ τὴν ἰδίαν μητέρα ἐπιζητοῦντος (ηδη γὰρ ταύτην κατήγαγεν ̓Αλέ- ξανδρος ὁ βασιλεὺς) ἀναβιβάζουσιν αὐτὴν πάλιν. αυτη ουν περικρατὴς γενομένη τῆς βασιλείας ἀναβιβάζει εἰς τὸ παλάτιον Κωνσταντῖνον παρακοιμώμενον καὶ Κωνσταντῖνον καὶ ̓Αναστάσιον αὐταδέλφους τοὺς Γογγυλίους λεγομένους· καὶ τῇ βουλῇ ̓Ιωάννου τοῦ ̓Ελαδᾶ καταβιβάζουσι τοὺς οἰκείους τοῦ ̓Αλεξάνδρου βασι-λέως, ̓Ιωάννην τὸν ῥαίκτωρα καὶ τὸν λεγόμενον Γαβριλόπουλον καὶ Βασιλίτζην καὶ τοὺς λοιπούς. προχειρίζεται δὲ ἡ Αὐγοῦστα ∆ομίνικον ἑταιρειάρχην. μάγιστρος δὲ ὁ ̓Ελαδᾶς νόσῳ προσπεσὼν καὶ ἀπαγορευθεὶς παρὰ τῶν ἰατρῶν, κατελθὼν ἐκ τοῦ παλατίου καὶ ἐν ταῖς Βλαχέρναις παραγενόμενος, ὑπὸ τῆς νόσου βαρυνθεὶς τελευτᾷ. συμβουλῇ