1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

143

∆ομινίκου ἑταιρειάρχου καταβιβάζει Ζωὴ Νικόλαον πατριάρχην αμα τοῖς μετ' αὐτοῦ, μετ' ὀργῆς τὰ τῆς ἰδίας ἐκκλησίας φροντίζειν εἰποῦσα. [οὐ] μετ' οὐ πολὺ Κων- σταντῖνος παρακοιμώμενος διαβάλλει τῇ Αὐγούστῃ ∆ομίνικον ἑταιρειάρχην ὡς τὴν βασιλείαν σφετεριζόμενον εἰς τὸν ἑαυτοῦ ἀδελφόν. καὶ τοῦτον ἐν προφάσει πατρίκιον ποιήσαντες, κατελ- θόντα εἰς τὴν ἐκκλησίαν, ὡς εθος, εὐχὴν λαβεῖν, οικοι μένειν παρεκελεύσαντο, προεβάλετο δὲ Ζωὴ ̓Ιωάννην τὸν Γαριδᾶν ἑται- ρειάρχην καὶ ∆αμιανὸν εὐνοῦχον τῆς βίγλης δρουγγάριον. ∆ομί- νικος δὲ ἀπῆλθεν ἐν τῷ οικῳ αὐτοῦ ἀνόνητα ὀλοφυρόμενος. 7 Τοῦ δὲ Βουλγάρου Συμεὼν τὴν Θρᾴκην πάλιν ληϊζο- 387 μένου, ἐν φροντίδι ουσης τῆς Αὐγούστης καὶ τῶν ἐν τέλει οπως αὐτὸν τῆς ἀλαζονείας παύσωσιν, ᾐτήσατο ̓Ιωάννης ὁ Βογᾶς γενέ- σθαι πατρίκιος, ὑποσχόμενος κατ' αὐτοῦ ἀγαγεῖν Πατζινάκας. τῆς αἰτήσεως δὲ τυχὼν δῶρά τε λαβὼν εἰς τὴν Πατζινάκων ἀπῄει χώραν· καὶ δὴ σπεισάμενος, ὁμήρους ἐκεῖθεν λαβὼν ηγαγεν ἐν τῇ πόλει, συνθεμένων Πατζινάκων διαπερᾶσαι καὶ τὸν Συμεὼν καταπολεμῆσαι. παρεγένετο δὲ τότε ἐν τῇ πόλει καὶ ̓Ασώτιος, ἀνὴρ ἐπὶ ῥώμῃ ὀνομαστότατος, υἱὸς ων τοῦ αρχοντος τῶν ἀρχόν- των, ον φασι σιδηρᾶν ῥάβδον ἐκ τῶν ακρων ἑκατέραις κρατοῦντα χερσὶ τῇ ὑπερβαλλούσῃ δυνάμει διακάμπτειν καὶ πρὸς τὸ κυκλικὸν σχῆμα μετάγειν, τῆς ἀντιτύπου τῆς σιδήρου φύσεως τῇ βίᾳ τῶν χειρῶν ὑπεικούσης. ον παραγενόμενον ἡ δέσποινα καὶ μετὰ πολ- λῆς τιμῆς ὑπεδέξατο καὶ πάλιν εἰς τὴν ἰδίαν χώραν ἐξέπεμψεν. 8 Σεπτεμβρίῳ δὲ μηνί, ἰνδικτιῶνος τρίτης, Παγκρα- τούκας ὁ ̓Αρμένης τὴν ̓Αδριανούπολιν τῷ Συμεὼν προδέδωκεν, ητις τὸ πρὶν μὲν ̓Ορεστιὰς ἐκαλεῖτο, ἐξ ̓Ορέστου υἱοῦ ̓Αγαμέμνονος, ος ζήλῳ δικαίῳ διὰ τὴν πρὸς τὸν πατέρα Κλυταιμνήστρας δολοφονίαν ταύτην σὺν Αἰγίσθῳ ἀποκτείνας λίαν ἐκμέμηνεν καὶ ἐν τῇ συνελεύσει Εβρου Αρζου τε καὶ ̓Αρτάκου τῶν τριῶν ποταμῶν γε λουσάμενος τῆς νόσου ἀπήλλακτο· ενθα ταύτην οἰκοδο- μήσας ἐπὶ τῷ ἰδίῳ ὀνόματι κέκληκεν· ̓Αδριανὸς δὲ Καῖσαρ εὐκτί- στοις οἰκήμασιν αὐτὴν μεγαλύνας πόλιν ̓Αδριανοῦ μετακέκληκεν. αυτη τρίτης ἡμέρας παρὰ ἀνδρὸς εὐπετοῦς ἐν διόδῳ Φιλιππουπό- λεως σταδιάζεται, ἠγκαλισμένη τῷ ορει τῷ Αιμῳ, παρ' ῳ οἱ 388 τρεῖς ποταμοὶ συμβάλλονται τὸ ὀμβρινὸν υδωρ. μετ' οὐ πολὺ ἀπεστάλη Βασίλειος πατρίκιος καὶ κανίκλης καὶ Νικήτας πρωτο- σπαθάριος ὁ ̓Ελαδικὸς παρὰ Ζωῆς μετὰ δώρων πολλῶν, καὶ ἀντ- επαρέλαβεν πάλιν αὐτήν. 9 Ηλθεν δὲ ὁ ∆αμιανὸς ἀμηρὰς εἰς Στρόβηλον νῆσον μετὰ πλοίων πολεμικῶν καὶ πολλῆς τῆς δυνάμεως· καὶ ταύτην παρέλαβεν αν, εἰ μὴ νοσήσας ἐτελεύτησεν, ὑποστρεψάντων διὰ κενῆς τῶν Σαρακηνῶν. οἱ δὲ τῆς ̔Ελλάδος καὶ τῶν ̓Αθηνῶν οἱ-κήτορες συνεχῶς ἐπηρεαζόμενοι παρὰ Χασὲ υἱοῦ τοῦ ̓Ιούβη, τὴν αὐτοῦ ἀσωτίαν καὶ ἀπληστίαν μὴ ἐνεγκόντες, λίθοις τοῦτον βάλ- λοντες ἀνεῖλον κακῶς ενδοθεν τοῦ θυσιαστηρίου τοῦ ἐν ̓Αθήναις ναοῦ. 10 Βλέπουσα δὲ Ζωὴ βασίλισσα τὴν επαρσιν Συμεὼν καὶ τὴν κατὰ τῶν Χριστιανῶν αὐτοῦ ἐπίθεσιν, βουλὴν μετὰ τῶν ἐν τέλει βουλεύεται, ἀλλάγιον καὶ εἰρήνην μετὰ τῶν ̓Αγαρηνῶν διαπράξασθαι, διαπερᾶσαι δὲ πάντα τὸν τῆς ἀνατολῆς στρατὸν πρὸς τὸ καταπολεμῆσαι καὶ ἀφανίσαι τὸν Συμεών. ἀπεστάλη ουν ἐν Συρίᾳ ἐπὶ τὸ ποιῆσαι ἀλλάγιον ̓Ιωάννης πατρίκιος ὁ ̔Ρωδι-νὸς καὶ Μιχαὴλ ὁ Τοξαρᾶς· ου γεγονότος τὴν συνήθη τῆς ῥόγας διανομὴν ποιησάμενοι ἐν τοῖς τάγμασι, ταῦτα δὲ ἀναλαβόμενοι σὺν τοῖς θέμασι πρὸς τὴν Θρᾳκῴαν γῆν διεπέρασαν, Λέοντος μαγίστρου τοῦ Φωκᾶ δομεστίκου τῶν σχολῶν τυγχάνοντος, ῳ ἀν- δρία μᾶλλον η ἐπιστατικὴ φρόνησις προσανέκειτο. ἐξαγαγόντων ουν τὰ σεβάσμια καὶ ζῳοποιὰ ξύλα Κωνσταντίνου πρωτοπαπᾶ 389 τοῦ παλατίου, τοῦ Κεφαλᾶ λεγομένου, καὶ Κωνσταντίνου τοῦ Βαλελίας ἐν τῇ Θρᾴκῃ, απαντες προσκυνήσαντες καὶ ἐπομοσά- μενοι συναποθνήσκειν ἀλλήλοις, πανστρατὶ κατὰ Βουλγάρων ἐξώρμησαν. ηρχον δὲ τοῦ