1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

146

παρεγγυωμένη μηδαμῶς στάσιν τινὰ ἐννοῆσαι. ὡσαύτως καὶ γράμματα ἐκελεύσθη Κωνσταντῖνος παρακοιμώμενος γράψαι, τὰ ομοια αὐτῶν παραγγέλλοντα καὶ μηδὲν ἐναντίον βου- λεύσασθαι, ἀλλ' ἐν ὑποταγῇ ειναι βασιλέως Κωνσταντίνου. ἀνα- λαβόμενος ουν ταῦτα ̓Ανδρέας πριμικήριος τοῦ βασιλικοῦ βεστια- ρίου ἀπεκόμισεν αὐτῷ ταῦτα ἐν Καππαδοκίᾳ οντι· καὶ δεξάμενος ταῦτα καὶ ἀναγνούς, ἀπελθὼν ἐν τῷ ἰδίῳ οικῳ ἡσύχαζεν. 13 Τῇ δὲ πέμπτῃ ἑβδομάδι τῶν ἁγίων νηστειῶν, ̓Απριλ- λίῳ μηνί, δίδοται ἀρραβὼν γαμικοῦ συναλλάγματος παρὰ Κων- σταντίνου βασιλέως ̔Ελένῃ τῇ θυγατρὶ ̔Ρωμανοῦ, ῃ πρὸς κάλλος σωματικὸν προσήκμαζεν καὶ σύνεσις· καὶ τῇ τρίτῃ τοῦ πάσχα, λεγομένῃ τῆς Γαλιλαίας, εὐλογεῖται καὶ στεφανοῦται αμα αυτη παρὰ Νικολάου πατριάρχου, ̔Ρωμανὸν βασιλεοπάτορα προβαλό- 395 μενος· ἀντ' αὐτοῦ δὲ Χριστοφόρον υἱὸν αὐτοῦ ἑταιρειάρχην κατέ- στησε. μετ' οὐ πολὺ δὲ Λέων ὁ Φωκᾶς ἀπατηθεὶς παρά τε τι- νῶν ἀρχόντων καὶ τῶν αὐτοῦ ταγμάτων πρὸς ἀνταρσίαν κινεῖται. καὶ ἀνελάβετο σὺν αὐτῷ τόν τε παρακοιμώμενον Κωνσταντῖνον, καὶ Κωνσταντῖνον καὶ ̓Αναστάσιον τοὺς Γογγυλίους καὶ αὐταδελ- φούς, καὶ Κωνσταντῖνον πρωτασηκρῆτιν τὸν Μαλελίας, πληρο- φορῶν απαντας καὶ βεβαιῶν ὡς ὑπὲρ τοῦ βασιλέως Κωνσταντίνου τὴν αὐτὴν ποιεῖται κίνησιν. ̔Ρωμανὸς δὲ ὁ βασιλεοπάτωρ χρυ- σοβούλλια ποιήσας ἐνυπόγραφα ὡς ἐκ προσώπου τοῦ βασιλέως Κωνσταντίνου, τῆς τοιαύτης ἐπιβουλῆς ἀνατροπὴν περιέχοντα, καὶ ὡς οἱ τὸν Φωκᾶν καταλιμπάνοντες τῷ βασιλεῖ δὲ προσφεύ- γοντες ὑπὲρ τοῦ βασιλέως εἰσίν, δοὺς αὐτὰ Αννῃ γυναικὶ ἀναιδεῖ καὶ θρασείᾳ, ην καὶ Βασιλικὴν προσηγόρευσαν, καὶ κληρικῷ τινὶ Μιχαήλ, ἐν τῷ αὐτοῦ στρατοπέδῳ ἐξέπεμψεν. οἱ δὲ ταῦτα ἀνα- λαβόμενοι λάθρα διέσπειραν παντὶ τῷ στρατῷ. καὶ ὁ μὲν Μι- χαὴλ φωραθεὶς παρὰ τοῦ Φωκᾶ, ἀνηλεῶς τυφθείς, τήν τε ῥῖνα καὶ τὰ ωτα ἀπετμήθη· ος μετὰ ταῦτα παρὰ ̔Ρωμανοῦ τῆς προση- κούσης ετυχεν ἀμοιβῆς· ὡσαύτως καὶ ἡ σὺν αὐτῷ σταλεῖσα γυνή. πρῶτος ουν ὁ τοῦ Βαρυμιχαὴλ υἱὸς Κωνσταντῖνος, τοῦ τάγματος αρχων τῶν ἱκανάτων, καταλιπὼν τὸν Φωκᾶν τῷ ̔Ρωμανῷ προσέ- δραμεν, ἀρχὴ γεγονὼς καταλύσεως τῆς τοιαύτης ἀποστασίας. σὺν αὐτῷ δὲ καὶ ὁ Βαλάντιος καὶ ὁ λεγόμενος Ατζμωρος, τουρ- μάρχαι οντες καὶ ἀμφότεροι. Λέων ουν ὁ Φωκᾶς μετὰ λαοῦ 396 πλείστου ἰσχυρῶς καθωπλισμένου ἐν Χρυσοπόλει καταλαβὼν διέ- στησε παρατάξεις ἀπὸ τῆς λιθίνης δαμάλεως μέχρι Χαλκηδόνος, τοὺς ἐν πόλει φοβῶν. ἀποστέλλεται ουν μετὰ δρόμωνος παρὰ ̔Ρωμανοῦ Συμεὼν ὁ ἐπὶ τοῦ κανικλείου, λόγον ἐνυπόγραφον τοῦ βασιλέως Κωνσταντίνου ἐπιφερόμενος, τάδε διαγορεύοντα, (14) ὡς ἐγὼ φύλακα τῆς ἐμῆς δεσποτείας καὶ βασιλείας ἐγρη- γορώτατον καὶ εὐνούστατον καὶ πιστότατον οὐδένα τῶν ὑπὸ χεῖρα η ̔Ρωμανὸν εὑρηκὼς τούτῳ τὴν ἐμὴν φυλακὴν μετὰ θεὸν ἐπίστευσα καὶ ἀντὶ πατρὸς αὐτὸν εκρινα, σπλάγχνα πατρικὰ καὶ διάθεσιν γονικὴν πρὸς ἐμὲ ἐνδειξάμενον. Λέοντα δὲ τὸν Φωκᾶν ἀεὶ τῇ ἐμῇ βασιλείᾳ ὑποπτεύων ἐπιβουλεύειν νῦν μὲν εργοις αὐτοῖς ἐπί- βουλον ευρηκα καὶ τῆς ἐμῆς ἀρχῆς τυραννικῶς κατεξανιστάμενον. διὸ ουτε δομέστικον αὐτὸν ἀπὸ τοῦ νῦν ειναι βούλομαι· ουτε γὰρ ταύτην τὴν ἀνταρσίαν μετὰ βουλῆς ἐμῆς πεπραχέναι φημί, ἀλλ' αὐθαιρέτῳ γνώμῃ ταύτην ποιήσασθαι τὴν ἐπίθεσιν, ἑαυτῷ τὴν βασιλείαν σφετεριζόμενον. τούτων ουν τῷ λαῷ ἀναγνωσθέντων ηρξαντο πάντες ἀναχωρεῖν καὶ τῷ βασιλεοπάτορι προσρύεσθαι ̔Ρωμανῷ. τοῦ Φωκᾶ δὲ εἰς ἀμηχανίαν περιστάντος καὶ ἀπογνόν- τος ὡς πάσης ἐλπίδος ἠστοχηκότος, καὶ χρησαμένου φυγῇ καὶ πρὸς τὸ κάστρον ̓Ατεοῦς παραγενομένου καὶ μὴ δεχθέντος, ἐν χωρίῳ ὀνομαζομένῳ Γοηλέοντι καταστήσαντος καὶ συλληφθέντος, ἀπέστειλεν ̔Ρωμανὸς ̓Ιωάννην τὸν Τουβάκην καὶ Λέοντα τὸν αὐ-τοῦ συγγενῆ ωστε εἰσαγαγεῖν αὐτὸν ἐν τῇ πόλει. οἱ δὲ τοῦτον 397 κρατήσαντες ἀπετύφλωσαν, καίτοι μηδεμίαν περὶ τούτου δεξάμε- νοι