1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

149

κάλλος αὐτῆς καὶ τὸ μέγεθος θεασόμενον καὶ τὸν πολυτελῆ κόσμον. καλλωπί- σαντες γὰρ ταύτην καὶ περιστείλαντες πέπλοις χρυσοϋφέσι καὶ κόσμῳ παντοίῳ, ουτως αὐτὸν εἰσήγαγον ἐν αὐτῇ. ὁ δὲ τὸ θαυ- μαστὸν καὶ ὑπερμέγεθες τοῦ ναοῦ εργον καταπλαγεὶς καὶ τὸν πο- λυτελῆ κόσμον ὑπερθαυμάσας, καὶ ἀληθῶς θεοῦ κατοικίαν ειναι τὸν ἱερὸν χῶρον τοῦτον εἰπών, αυθις ὑπέστρεψεν εἰς τὰ ιδια. 10 Τῶν δὲ Βουλγάρων πάλιν ἐκστρατευσάντων καὶ μέχρι τῆς ἁγίας Θεοδώρας ἐλθόντων παλατίων καὶ ταῦτα πυρὶ παραδι403 δόντων, εἰς αριστον ὁ βασιλεὺς ̔Ρωμανὸς τῶν ταγμάτων αρχον- τας συνεκάλεσεν, συνόντος αὐτοῖς καὶ τοῦ λεγομένου Σακτίκη. καὶ παρῄνει τούτοις καὶ προὐτρέπετο κατὰ τῶν ἐναντίων ἐξελθεῖν καὶ τῆς πατρίδος ὑπεραγωνίσασθαι. οἱ δὲ συνέθεντο ἑτοίμως τῆς αὐτοῦ βασιλείας καὶ τῶν Χριστιανῶν ὑπεραποθνήσκειν. τῇ ουν ἐπαύριον καθοπλισθεὶς παρὰ τοῦ βασιλέως ὁ εἰρημένος Σακτίκης ἀληθῆ ουσαν τὴν αὐτοῦ πίστιν καὶ ἀνδρίαν ἀπέδειξεν· οπισθεν γὰρ τῶν Βουλγάρων γενόμενος καὶ εἰς τὸ στρατόπεδον αὐτῶν εἰσελθὼν πάντας τοὺς ἐκεῖ εὑρεθέντας κατέσφαξεν. μαθόντες ουν οἱ Βούλγαροι τὸ γεγονὸς ὑποστρέφουσιν ἐν τῷ στρατοπέδῳ, καὶ πολέμου συγκροτηθέντος τρέπουσι τὸν Σακτίκην σὺν ὀλίγων ὑπάρ- χοντα. ὁ δὲ ἐπειδὴ γενναίως ἀγωνισάμενος καὶ πολλοὺς ἀνελὼν οὐκέτι ἀντέχειν ἠδύνατο πρὸς τὸ πλῆθος τῶν πολεμίων, μεθίησι τοῦ ιππου τὸν χαλινὸν καὶ εἰς φυγὴν ηλαυνε. ποταμὸν δέ τινα παραρρέοντα διαπερῶν, τοῦ ιππου αὐτοῦ ἐν τῇ τούτου ἰλύϊ ἐμπα- γέντος, τιτρώσκεται κατὰ τῆς εδρας καὶ τοῦ μηροῦ. μόλις ουν τοῦ ιππου ἐκ τῆς ἰλύος ἀνασπασθέντος συνεργείᾳ τῶν ὑπὸ χεῖρα διασώζεται μέχρι τῶν Βλαχερνῶν· καὶ τεθεὶς ἐν τῇ ἁγίᾳ σορῷ, καιρίας τῆς πληγῆς ουσης, τῇ νυκτὶ ἐτελεύτησεν. 11 Τηνικαῦτα δὲ καὶ Πετρωνᾶς αἰδεσιμώτατος προστά- ξει ̔Ρωμανοῦ βασιλέως ηγαγεν λαρνακίδιον ενδοξον εν καὶ ετερα δύο γλυφῆς ἀμοιροῦντα ἐκ τῆς τοῦ ἁγίου Μάμαντος ἀνδρείας μο- 404 νῆς, τῆς πλησίον ουσης τῆς Ξηροκέρκου λεγομένης πόρτης, ἐν οις φασὶ συναποκεῖσθαι Μαυρίκιον σὺν τοῖς παισίν· α καὶ ἀπε- τέθη ἐν τῇ τοῦ βασιλέως ̔Ρωμανοῦ μονῇ ητοι εἰς τὸ Μυρέλαιον. 12 ̓Αδριανὸς δέ τις Χάλδος, πρὸς δὲ Τατζάκης ̓Αρμέ-νιος πλούσιος πάνυ, τῇ ὑποθήκῃ καὶ συμβουλῇ Βάρδα τοῦ Βοήλα στρατηγοῦντος ἐν Χαλδίᾳ τυραννίδα καὶ ἀνταρσίαν κατὰ ̔Ρωμα- νοῦ βασιλέως σκευάζουσι, τὸ Παΐπερτε λεγόμενον ὀχύρωμα κατα- σχόντες· ους ὁ τῶν σχολῶν δομέστικος ̓Ιωάννης ὁ Κουρκούας καταπολεμήσας καὶ κατασχὼν τοὺς μὲν περιφανεστέρους ἀποτυ- φλοῖ, τὰς οὐσίας αὐτῶν δημεύσας, τοὺς δὲ πενιχροὺς καὶ ἀσή- μους ἀθῴους κελεύσας οπη βούλοιντο ἀπιέναι. Τατζάκης δὲ ἐν ἑτέρῳ ὀχυρωτάτῳ καστελλίῳ φυγών, καὶ λόγον τοῦ μή τι κακὸν παθεῖν δεξάμενος, ἐν τῇ πόλει εἰσεληλύθει, καὶ τῇ τοῦ μαγγλα- βίτου ἀξίᾳ τιμηθεὶς ἐν τῷ οικῳ τῶν Μαγγάνων διῃτᾶτο τηρού- μενος. δρασμὸν δὲ βουλευσάμενος ἁλίσκεται καὶ τῶν ὀμμάτων στερεῖται. Βάρδαν δὲ τὸν Βοήλαν ἀπέκειραν μοναχόν, τοῦ βα- σιλέως αὐτὸν κατοικτείροντος φίλον τυγχάνοντα. 13 Τοῦ δὲ πατρικίου τοῦ ουτως ἐπονομαζομένου Μωρο- λέοντος, η μᾶλλον εἰπεῖν οἰκειότερον Θυμολέοντος, ̓Αδριανουπό- λεως στρατηγοῦντος, κρατίστου τὰ πολεμικὰ καὶ περιδεξίου τυγχά- νοντος, ος πλείστας κατὰ Βουλγάρων ἀνδραγαθίας ἐπεδείξατο, ὁ Βούλγαρος Συμεὼν τὴν εἰρημένην πόλιν σὺν παντὶ τῷ στρατεύ- ματι περιεκύκλωσεν, καὶ χάρακα περιβαλὼν ἰσχυρῶς ταύτην ἐπο- 405 λιόρκει. ἐπεὶ δὲ ο τε σῖτος τοὺς ἐν τῇ πόλει ἐπελελοίπει καὶ λιμὸς ἐπίεζε κραταιός (οὐδαμόθεν γὰρ ειχον ἐπισιτίσασθαι), τῇ ἐνδείᾳ πιεζόμενοι προδεδώκασιν ἑαυτοὺς καὶ τὸν στρατηγὸν τοῖς Βουλ- γάροις· ον χειρωσάμενος Συμεών, καὶ δεσμὰ καθ' ολου τοῦ σώ- ματος περιβαλὼν καὶ μυρίαις αἰκίαις τοῦτον τιμωρησάμενος, τε- λευταῖον ἀπέκτεινε θανάτῳ πικρῷ ἀξίῳ τῆς ἑαυτοῦ ἀπηνεστάτης καὶ ὠμοτάτης ψυχῆς. Βουλγάροις ουν τὴν τῆς πόλεως