1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

151

ὑπηκόων διδοὺς ἀντίλυ- 408 τρον. πρῶτος ουν ἐν τῇ ἀποβάθρᾳ τῇ ῥηθείσῃ καταλαβὼν τὸν Συμεὼν ἐξεδέχετο. ἐπεὶ δὲ ομηροι ἐξ ἀμφοτέρων ἐλήφθησαν τῶν μερῶν, καὶ τὴν ἀποβάθραν οἱ Βούλγαροι διηρευνήσαντο ἀκριβῶς, μή πού τις δόλος η ἐνέδρα τυγχάνει, κατῆλθε Συμεὼν τοῦ ιππου καὶ πρὸς τὸν βασιλέα εἰσῆλθεν. ἀσπασάμενοι ουν ἀλλήλους εἰ- ρήνης λόγους ἐκίνησαν. εἰπεῖν δὲ λέγεται τὸν βασιλέα πρὸς Συ- μεὼν "ἀκήκοά σε θεοσεβῆ ανθρωπον καὶ Χριστιανὸν ὑπάρχοντα ἀληθινόν, βλέπω δὲ τὰ εργα τοῖς λόγοις μὴ συμβαίνοντα. ιδιον μὲν γὰρ ἀνθρώπου θεοσεβοῦς καὶ Χριστιανοῦ τὸ τὴν εἰρήνην καὶ τὴν ἀγάπην ἀσπάζεσθαι, ειπερ ὁ θεὸς ἀγάπη εστι τε καὶ λέγεται· ἀσεβοῦς δὲ καὶ ἀπίστου τὸ χαίρειν σφαγαῖς καὶ αιμασιν ἀδίκως ἐκχεομένων. εἰ μὲν ουν ἀληθὴς Χριστιανὸς ὑπάρχεις, καθὼς πεπληροφορήμεθα, στῆσόν ποτε τὰς ἀδίκους σφαγὰς καὶ τὰς τῶν ἀνοσίων αἱμάτων ἐκχύσεις, καὶ σπεῖσαι μεθ' ἡμῶν τῶν Χριστια- νῶν εἰρήνην Χριστιανὸς καὶ αὐτὸς ων καὶ ὀνομαζόμενος, καὶ μὴ θέλε μολύνεσθαι Χριστιανῶν δεξιὰς αιμασιν ὁμοπίστων Χριστια- νῶν. ανθρωπος ει καὶ αὐτός, θάνατον προσδοκῶν καὶ ἀνάστα- σιν καὶ κρίσιν καὶ ἀνταπόδοσιν· καὶ σήμερον ὑπάρχεις, καὶ αυ- ριον εἰς κόνιν διαλυθήσῃ. εις πυρετὸς κατασβέσει τὸ φρύαγμα. τίνα ουν λόγον δώσεις τῷ θεῷ ἐκεῖ ἀπελθὼν ὑπὲρ τῶν ἀδίκων σφαγῶν; ποίῳ προσώπῳ τῷ φοβερῷ καὶ δικαίῳ ἐνατενίσεις κριτῇ; εἰ πλούτου ἐρῶν ταῦτα ποιεῖς, ἐγώ σε κατακόρως τοῦ ἐπιθυμου- 409 μένου ἐμπλήσῳ· μόνον ἐπίσχες τὴν δεξιάν. ασπασαι τὴν εἰρή- νην, ἀγάπησον τὴν ὁμόνοιαν, ινα καὶ αὐτὸς βίον ζήσῃς εἰρηνικὸν καὶ ἀναίμακτον καὶ ἀπράγμονα, καὶ οἱ Χριστιανοὶ παύσωνταί ποτε τῶν συμφορῶν καὶ στήσωνται τοῦ Χριστιανοὺς ἀναιρεῖν· οὐ θέμις γὰρ αὐτοὺς αιρειν οπλα καθ' ὁμοπίστων." τοσαῦτα ουν εἰπὼν ὁ βασιλεὺς ἐσίγησεν. αἰδεσθεὶς ουν Συμεὼν τὴν τούτου ταπείνωσιν καὶ τοὺς λόγους αὐτοῦ κατένευσεν τὴν εἰρήνην ποιήσα- σθαι. ἀσπασάμενοι ουν ἀλλήλους διεχωρίσθησαν, δώροις μεγα- λοπρεπέσι τοῦ βασιλέως δεξιωσαμένου τὸν Συμεών. 16 Ο δὲ τότε συμβέβηκεν διηγήσομαι τεράστιόν τι καὶ τοῖς ταῦτα εἰδόσι συγκρίνειν παράδοξον. δύο φασὶν ἀετοὺς τῶν βασιλέων ὁμιλούντων ανωθεν αὐτῶν ὑπερπτῆναι, κλάγξαι τε καὶ πρὸς ἀλλήλους συμμῖξαι καὶ παραυτίκα διαζευχθῆναι ἀλλήλοις, καὶ τὸν μὲν ἐπὶ τὴν πόλιν ἐλθεῖν, τὸν δὲ πρὸς Θρᾴκην διαπτῆναι. τοῦτο οἱ ἀκριβῶς τοιαῦτα σκοποῦντες οὐ καλὸν εκριναν οἰωνόν· ἀσυμβάτους γὰρ ἐπὶ τῇ εἰρήνῃ ἀμφοτέρους διαλυθήσεσθαι εφη- σαν. Συμεὼν δὲ τὸ ἑαυτοῦ στρατόπεδον καταλαβὼν τοῖς ἑαυτοῦ μεγιστᾶσι τὴν τοῦ βασιλέως ἀπήγγειλε σύνεσιν καὶ ταπείνωσιν, ἐξεθείαζεν δὲ αὐτοῦ τό τε ειδος τήν τε ῥώμην καὶ τὸ ἀκατάπλη- κτον τοῦ φρονήματος. 17 ∆εκεμβρίῳ δὲ μηνὶ κέ εστεψε ̔Ρωμανὸς τοὺς υἱοὺς αὐτοῦ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, Στέφανόν τε καὶ Κωνσταντῖνον· ἀλλὰ καὶ Θεοφύλακτον υἱὸν αὐτοῦ ὁ πατριάρχης Νικόλαος ἀπέκει410 ρεν κληρικόν, χειροτονήσας ὑποδιάκονον σύγκελλόν τε προχειρι- σάμενος, διελθόντα πρότερον ἐν τῷ τῶν ὑποδιακόνων τάγματι εἰς τὰ αγια. 18 ̓Απριλλίῳ δὲ μηνί, ιθʹ τοῦ μηνός, ἐτίμησεν ̔Ρωμα-νὸς ̓Ιωάννην μυστικὸν καὶ παραδυναστεύοντα πατρίκιον καὶ ἀνθύ- πατον, ωστε καὶ δι' αὐτὸ τοῦτο φθόνον κινηθῆναι αὐτῷ καὶ κατηγορηθῆναι ἀπό τινων. 19 Μαΐῳ δὲ μηνὶ ιεʹ, ἰνδικτιῶνος ιγʹ, τελευτᾷ ὁ πα- τριάρχης Νικόλαος, κρατήσας ἐν τῇ δευτέρᾳ ἀναβάσει τοῦ πα- τριαρχείου ετη τριακαίδεκα· καὶ ἀπετέθη τὸ σῶμα αὐτοῦ ἐν τῇ ὑπ' αὐτοῦ κτισθείσῃ μονῇ τῶν Γαλακρηνῶν. Αὐγούστῳ δὲ μηνὶ πατριάρχης καθίσταται Στέφανος ὁ ̓Αμασείας μητροπολίτης, εὐ- νοῦχος ὑπάρχων. ̓Οκτωβρίῳ μηνὶ κατηγορήθη ὁ μυστικὸς ̓Ιωάν-νης καὶ παραδυναστεύων ὡς τῆς βασιλείας ἐφιέμενος ὑποθήκῃ τοῦ πατρικίου Κοσμᾶ καὶ λογοθέτου, διδόντος εἰς γυναῖκα τὴν θυγα- τέρα αὐτῷ. τούτου ενεκεν καταβιβάζεται μὲν τοῦ παλατίου, συγ- χωρεῖται δὲ τὸ προσέρχεσθαι καὶ τῷ βασιλεῖ ὑπηρετεῖν καὶ σὺν αὐτῷ τὰ ἀνήκοντα διοικεῖν·