1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

152

στοργὴν γὰρ οτι πλείστην ἐκέκτητο πρὸς αὐτὸν ὁ βασιλεὺς ̔Ρωμανὸς ὡς ἐν πᾶσιν αὐτὸν θεραπεύειν δυνάμενον, καὶ τελέως τοῦτον ἀπώσασθαι οὐκ ἠβούλετο. τῶν κατηγόρων ουν κατεπειγόντων τὸν βασιλέα καὶ σαφῆ ἀποδεικνύν- των τὰ κατηγορούμενα, ἐρευνήσας ὁ βασιλεὺς καὶ ἀληθῆ ταῦτα 411 ειναι ἀναμαθὼν εμελλεν τοῦτον κατασχὼν ἐξετάζειν. ὁ δὲ τοῦτο προγνοὺς χρῆται φυγῇ, καὶ τὴν Μονοκάστανον καταλαβὼν ἀποκείρεται μοναχός. πέφευγε δὲ καὶ Κωνσταντῖνος τοῦ Βοΐλα ὁ τῆς τραπέζης, οἰκεῖος καὶ φίλος ων αὐτῷ, καὶ τὸν Ολυμπον κα- ταλαβὼν τὸ μοναχικὸν σχῆμα ἐνδύεται· ἐδεδοίκει γὰρ καὶ αὐτὸς ατε συμμύστης ὑπάρχων τοῦ μυστικοῦ καὶ τῶν ἀπορρητοτέρων αὐτοῦ κοινωνός. τὸν δὲ πατρίκιον Κοσμᾶν ἐν τῷ ὡρολογίῳ τοῦ παλατίου τύψας ὁ βασιλεὺς διεδέξατο. προβάλλεται δὲ ἀντὶ τοῦ μυστικοῦ ̓Ιωάννου Θεοφάνην πρωτοβεστιάριον παραδυναστεύοντα. ἐγένετο δὲ καὶ τηνικαῦτα σεισμὸς φοβερὸς ἐν τῷ θέματι τῶν Θρᾳ- κησίων, καὶ χάσμα γῆς μέγα καὶ καταπληκτικόν, ωστε πολλὰ χωρία καὶ ἐκκλησίας αὐτάνδρους καταποθῆναι. 20 Μαΐῳ δὲ μηνί, εἰκάδι ἑβδόμῃ, ἰνδικτιῶνος ιεʹ, Συ- μεὼν αρχων Βουλγαρίας κατὰ Χρωβάτων ἐκίνησε στράτευμα, καὶ συμβαλὼν μετ' αὐτῶν πόλεμον, ἡττηθεὶς τοὺς ὑπ' αὐτὸν απαντας αρδην ἀπώλεσεν. 21 Τὸ δὲ βασιλέα ̔Ρωμανὸν ̓Ιωάννης ἀστρονόμος θεα-σάμενος ουτως λελάληκεν. "δέσποτα, ἡ στήλη ἡ ἱσταμένη εἰς τὴν καμάραν ἐπάνω τοῦ Ξηρολόφου, ἐπὶ δυσμὰς βλέπουσα, τοῦ Συμεών ἐστι· καὶ εἰ ταύτης τὴν κεφαλὴν ἐκκόψῃς, τῇ αὐτῇ ωρᾳ ὁ Συμεὼν τελευτᾷ." ὁ δὲ βασιλεὺς ̔Ρωμανὸς ἀποστείλας τῇ νυκτὶ τὴν κεφαλὴν τῆς στήλης ἐξέκοψεν· καὶ αὐτῇ τῇ ωρᾳ ὁ Συ- 412 μεὼν εἰς Βουλγαρίαν ἐτελεύτησεν, ἀνοίᾳ συσχεθεὶς καὶ νόσῳ κα- τακαρδίᾳ ἁλούς, διέφθαρτο, ἀνομήσας διὰ κενῆς, Πέτρον υἱὸν αὐτοῦ προβαλόμενος αρχοντα, ον ἐκ τῆς δευτέρας αὐτοῦ γυναικὸς εσχεν, τῆς ἀδελφῆς Γεωργίου Σουρσουβούλη, ον καὶ ἐπίτροπον τοῖς ἑαυτοῦ παισὶν ὁ Συμεὼν καταλέλοιπεν. Μιχαὴλ δὲ τὸν ἐκ τῆς προτέρας αὐτοῦ γυναικὸς γενόμενον ἀπέκειρεν μοναχόν· ̓Ιωάννης δὲ καὶ Βενιαμὶν οἱ τοῦ Πέτρου ἀδελφοὶ ετι στολῇ ἐκοσμοῦντο Βουλγαρικῇ. 22 Τὰ κύκλῳ ουν εθνη τοῦ Συμεὼν μαθόντα τελευτήν, οι τε Χρωβάτοι οἱ Τοῦρκοι καὶ οἱ λοιποί, ἐκστρατεύειν κατὰ Βουλγάρων ἐβουλεύοντο. λιμοῦ δὲ μεγίστου σὺν ἀκρίδι τὸ Βουλ- γαρικὸν εθνος ἰσχυρῶς ἐκπιέζοντος, ἐδεδίεσαν μὲν καὶ τῶν αλλων ἐθνῶν εφοδον, ἐδεδίεσαν δὲ πλέον καὶ τὴν τῶν ̔Ρωμαίων ἐπέλευ- σιν. βουλὴν ουν ποιησάμενοι κατὰ ̔Ρωμαίων ἐκστρατεύουσιν καὶ ἐν Μακεδονίᾳ καταλαμβάνουσιν, φόβον, ὡς εἰκός, τοῖς ̔Ρω- μαίοις ἐμποιήσοντες. επειτα μαθόντες οτι μέλλει κατ' αὐτῶν ὁ βασιλεὺς ̔Ρωμανὸς ἐκστρατεύειν, ἀποστέλλουσι Πέτρος τε καὶ Γεώργιος κρυφίως τινὰ μοναχὸν Καλοκύριν ὀνομαζόμενον, τῷ γένει ̓Αρμενιακόν, χρυσοβούλλιον ἐπιφερόμενον. διηγόρευε δὲ τὰ ἐν αὐτῷ ὡς τὴν μετὰ ̔Ρωμαίων εἰρήνην ἀσπάζονται καὶ πρόθυμοι ταύτην συνθέσθαι εἰσίν, οὐ μόνον δέ, ἀλλ' ειγε βούλωνται, καὶ γαμικὸν ποιῆσαι συνάλλαγμα. τὸν τοιοῦτον ουν μοναχὸν ὁ βασι- λεὺς ἀσμενέστατα ἀποδεξάμενος, παρευθὺ ἀπέστειλεν μετὰ δρό- 413 μωνος τὸν μοναχὸν Θεοδόσιον τὸν ̓Αβούκην καὶ Κωνσταντῖνον βα- σιλικὸν κληρικὸν τὸν ̔Ρόδιον τὰ εἰς εἰρήνην συλλαλῆσαι τοῖς Βουλ- γάροις ἐν Μεσημβρίᾳ, τὸ πρὶν μὲν Μενεβρίᾳ καλουμένῃ, ἀπὸ Μένου Θρᾳκὸς τοῦ ταύτην οἰκίσαντος καὶ Βρίᾳ τὸ παρά τισι Θρᾳκῶν πόλισμα λεγόμενον· πρὸς δὲ τὸ εὐφραδέστερον Μεσημ- βρία ὀνομάζεται. οἱ δὲ παραγενόμενοι καὶ τὰ εἰκότα συλλαλή- σαντες ἐξῆλθον αμα Στεφάνῳ Βουλγάρῳ διὰ τῆς ξηρᾶς· καὶ οπι- σθεν αὐτῶν κατέλαβον καὶ Γεώργιος ὁ Σουρσουβούλης καὶ Συμεὼν ὁ Καλουτερκάνος καὶ Ουσαμψος καὶ Συμεὼν τοῦ ἀρχηγοῦ Βουλ- γαρίας ἀδελφὸς πρὸς γυναῖκα, πρὸς δὲ τούτοις ὁ ἀγχιστεὺς αὐτοῦ Στέφανος, καὶ μὴν καὶ Μαγοτῖνος Κρόνος τε καὶ Μηνικὸς διε- κρατύναντο πρὸς τὸν ανακτα ̔Ρωμανόν. θεασάμενοι δὲ τὴν θυ- γατέρα