1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

153

βασιλέως Χριστοφόρου Μαρίαν, καὶ μεγάλως ἐπ' αὐτῇ ἀρεσθέντες, εγραψαν τῷ Πέτρῳ διὰ τάχους παραγενέσθαι, σύμ- φωνα ποιήσαντες πρότερον περὶ τῆς γεγονυίας εἰρήνης. ἀπεστάλη δὲ Νικήτας ὁ μάγιστρος ὁ συμπενθερὸς ̔Ρωμανοῦ βασιλέως ὑπαν- τῆσαι καὶ ἀγαγεῖν Πέτρον μέχρι τῆς πόλεως. τοῦ Βουλγάρου ουν Πέτρου καταλαβόντος, τριήρει ὁ βασιλεὺς ̔Ρωμανὸς ἐπιβὰς ἐν Βλαχέρναις παρεγένετο, καὶ τὸν Πέτρον ὡς αὐτὸν ἀφικνούμενον ἐθεάσατό τε καὶ κατησπάσατο. ἐπεὶ δὲ ἀλλήλοις εἰκότα συνωμί- λησαν, ὑπογράφονται τά τε σύμβολα τῆς εἰρήνης καὶ τὰ γαμικὰ συναλλάγματα, μεσολαβοῦντος ἐν τούτοις καὶ νουνεχῶς διευθύ- νοντος μεταξὺ ̔Ρωμαίων τε καὶ Βουλγάρων πρωτοβεστιαρίου Θεο- 414 φάνους. (23) ὀγδόῃ δὲ τοῦ ̓Οκτωβρίου μηνὸς ἐξῆλθεν ὁ πα- τριάρχης Στέφανος αμα Θεοφάνει πρωτοβεστιαρίῳ καὶ Μαρίᾳ τῇ τοῦ βασιλέως Χριστοφόρου θυγατρὶ καὶ πάσῃ τῇ συγκλήτῳ εἰς τὸν ναὸν τῆς ὑπεραγίας θεοτόκου τῆς Πηγῆς, καὶ εὐλόγησεν Πέ- τρον τε καὶ Μαρίαν, καὶ τοὺς νυμφικοὺς στεφάνους ταῖς αὐτῶν ἐπέθηκε κεφαλαῖς, παρανυμφευόντων Θεοφάνους πρωτοβεστια- ρίου καὶ Γεωργίου Σουρσουβούλη. λαμπρᾶς δὲ καὶ πολυτελοῦς γεγονυίας τραπέζης, καὶ πάντων τῶν εἰθισμένων τοῖς γάμοις φαι- δρῶς ἐπιτελεσθέντων, εἰσῆλθεν Θεοφάνης πρωτοβεστιάριος αμα Μαρίᾳ τῇ θυγατρὶ τοῦ βασιλέως ἐν τῇ πόλει. τῇ τρίτῃ δὲ τοῦ γάμου ἡμέρᾳ ἐποίησεν ὁ βασιλεὺς ̔Ρωμανὸς εὐωχίαν λαμπρὰν ἐν τῇ τῶν Πηγῶν ἀποβάθρᾳ, περικοσμήσας αὐτὴν ὑφάσμασι σηρι- κοῖς, παρ' αὐτῇ τῇ ἀποβάθρᾳ τοῦ βασιλικοῦ δρόμωνος ἑστηκό- τος· ενθα συνέστη ̔Ρωμανὸς Πέτρῳ Βουλγάρῳ αμα Κωνσταντίνῳ γαμβρῷ καὶ Χριστοφόρῳ υἱῷ. τῶν δὲ Βουλγάρων ενστασιν οὐ μικρὰν ποιησαμένων πρότερον εὐφημισθῆναι Χριστοφόρον, εἰθ' ουτω τὸν Κωνσταντῖνον, ὑπεῖξε τῇ ἐνστάσει τούτων ̔Ρωμανὸς ὁ βασιλεύς, καὶ γέγονεν οπερ ᾐτήσαντο. ἐπεὶ δὲ πάντα τὰ ἐν γάμοις συνετελέσθησαν, εμελλε δὲ ἡ Μαρία ηδη τὴν πρὸς Βουλγα- ρίαν σὺν τῷ ἀνδρὶ Πέτρῳ ὁδεύειν, οἱ ταύτης γονεῖς μέχρι τοῦ ̔Εβδόμου συνεξῆλθον αὐτῇ αμα Θεοφάνει πρωτοβεστιαρίῳ. ἐπειδὴ ἀπαίρειν εμελλεν, περιχυθέντες τῇ θυγατρὶ καὶ πυκνὰ καταχέον- 415 τες δάκρυα, καὶ οσα εἰκὸς ἐπὶ στερήσει σπλάγχνου περιποθήτου, τόν τε αὐτῶν γαμβρὸν ἀσπασάμενοι καὶ ταύτην ταῖς τούτου χερσὶν παραθέμενοι ἐν τοῖς βασιλείοις ὑπέστρεψαν. Μαρία δὲ Βουλγα- ρικαῖς παραδοθεῖσα χερσὶ τὴν ἐπὶ Βουλγαρίαν ἀπῄει, χαίρουσά τε αμα καὶ λυπουμένη, λυπουμένη μὲν ἐν οις γονέων φιλτάτων ἐστέ- ρητο καὶ βασιλείων οικων καὶ συνηθείας τῶν γένει προσηκόντων, χαίρουσα δὲ ἐν οις βασιλεῖ προσήρμοστο ἀνδρὶ καὶ δέσποινα Βουλ- γάρων προσηγορεύθη. ἀπῄει τοίνυν πλοῦτον κομιζομένη παντο- δαπῆ καὶ ἀποσκευὴν ἀναρίθμητον. 24 Τότε δὲ καὶ ̓Ιωάννης μάγιστρος καὶ δομέστικος τῶν σχολῶν ὁ Κουρκούας, καλῶς διοικῶν τὸν ̔Ρωμαϊκὸν στρατὸν σχε- δὸν ἀπὸ τῆς ἀναρρήσεως ̔Ρωμανοῦ βασιλέως, καὶ καταπολεμῶν καθ' ἑκάστην τοὺς ̓Ασσυρίους, καὶ πόλεις καὶ κάστρα καὶ κώμας καὶ χώρας αὐτῶν πορθήσας καὶ αἰχμαλώτους ποιήσας, μεθ' ων καὶ τὸ ἐπίσημον καὶ ἐξάκουστον καὶ πάνυ ὀχυρὸν καὶ δυνατὸν κά- στρον τῆς Συρίας, Μελιτινὴν ὀνομαζόμενον, διαφόρως καταπο- λεμήσας καὶ πραιδεύσας, καὶ εἰς φροῦδον ἀπωλείας τοῦτο ποιή- σας, καὶ τὰς πέριξ κώμας καὶ χώρας πυρικαύστους ἐργασάμενος, αὐτὸ τὸ ἀήττητον καὶ ἀμάχητον κάστρον παρακαθίσας καὶ ἑλε- πόλεις μηχανικὰς στήσας, καὶ εἰς παντελῆ ἀπορίαν καὶ ἀμηχα- νίαν ἐμβαλὼν αὐτοὺς ο τι πράξαιεν, καὶ απαξ καὶ πολλάκις πρέσβεις πρὸς τὸν δομέστικον στελλόντων καὶ λόγον αἰτούντων, 416 ὁ συνετὸς καὶ ἐχέφρων ̓Ιωάννης ὁ δομέστικος τῶν σχολῶν ὁ Κουρ- κούας τὰ τῶν δακρύων καὶ ἐλεεινολογιῶν καὶ τὰ τῆς τύχης σκοπή- σας, οια τὰ ἀνθρώπινα, ὑπεῖξεν, καὶ λόγον δοὺς αὐτοῖς, ὁ ̓Απόχαψ ὁ τοῦ Αμερ εκγονος ἀμηρᾶς ων Μελιτινῆς, καὶ ὁ ̓Αποσαλὰθ στρατηγὸς εὐγενέστατος ων καὶ πλούσιος ἐν Μελιτινῇ,