1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

154

παρεγένοντο. ἀποδεχθέντες ουν παρὰ τοῦ δομεστίκου τῶν σχο- λῶν ̓Ιωάννου, πρὸς τὸν αὐτοκράτορα τούτους ἀπέστειλεν· καὶ σύμφωνα εἰρήνης ποιήσαντες ὑπέστρεψαν πρὸς τὰ ιδια. εκτοτε δὲ συνεξεστράτευον τοῖς ̔Ρωμαίοις κατὰ τῶν ὁμοφύλων ̓Αγαρηνῶν, εν τε τοῖς ἐπινικίοις συνεισήρχοντο τοῖς ̔Ρωμαίοις ἐν τῇ πόλει αἰχ- μαλώτους αγοντες ̓Αγαρηνούς, οπερ ην θαυμαστὸν καὶ παράδο- ξον καὶ δεῖγμα τῆς ἀθέων Σαρακηνῶν δυστυχίας. τελευτήσαν- τος δὲ τοῦ ̓Απόχαψ, ἀνδρὸς φρονίμου καὶ συνετοῦ, διέλυσαν τὴν εἰρήνην οἱ τὴν Μελιτινὴν κατοικοῦντες. ἐκστρατεύουσιν ουν κατ' αὐτῶν πάλιν ο τε δομέστικος τῶν σχολῶν ὁ Κουρκούας ̓Ιωάννης μετὰ τῶν θεμάτων καὶ ταγμάτων καὶ ὁ Μελίας μετὰ τῶν ̓Αρμε- νίων· καὶ πολλὰς προνομὰς καὶ πραίδας καθ' ἑκάστην ποιούμενοι, καὶ ταῖς συνεχέσιν ἐπιδρομαῖς αἰχμαλωτίζοντες τούτους καὶ ληϊζό- μενοι, εἰς τοσαύτην στένωσιν τὴν Μελιτινὴν περιέστησαν ωστε αὐτὴν συντομώτατον ἐκπορθῆσαι καὶ εως ἐδάφους καταστρέψαι, οὐ μόνον δὲ ταύτην ἀλλὰ καὶ τὰς ὁμόρους αὐτῇ πόλεις καὶ χώρας πολυφόρους τε καὶ πιοτάτας ουσας καὶ οιας πολλὰς παρέχειν προσόδους. ταύτην ουν τὴν Μελιτινὴν εἰς κουρατωρίαν ἀποκα- 417 ταστήσας ὁ βασιλεὺς πολλὰς χιλιάδας χρυσίου καὶ ἀργυρίου ἐκεῖ- θεν δασμοφορεῖσθαι ἐτησίως πεποίηκεν. 25 Κατηγορήθη δὲ Νικήτας ὁ μάγιστρος καὶ πενθερὸς Χριστοφόρου βασιλέως ὡς ὑποτιθέμενος αὐτῷ κατὰ τοῦ ἰδίου γενέσθαι πατρὸς καὶ τῆς βασιλείας αὐτὸν ἐξεῶσαι. τοῦτον ουν ἐξαγαγόντες τῆς πόλεως ἀπέκειραν μοναχόν, ὑπερορίσαντες τῷ ἑαυτοῦ προαστείῳ. 26 Μηνὶ δὲ ̓Ιουλίῳ ιεʹ, ἰνδικτιῶνος ʹ, τελευτᾷ Στέφα- νος πατριάρχης, πατριαρχεύσας ετη δύο μῆνας ενδεκα. ∆εκεμ- βρίῳ δὲ μηνί, τῇ τεσσαρεσκαιδεκάτῃ, αγουσι Τρύφωνα μοναχὸν ἐν τῷ ̓Οψικίῳ μονάζοντα, ἐπ' εὐλαβείᾳ καὶ ἁγιότητι μαρτυρού- μενον, καὶ χειροτονοῦσι πατριάρχην ἐπὶ χρόνῳ ῥητῷ, μέχρις αν εἰς μέτρον ἡλικίας φθάσῃ Θεοφύλακτος ὁ τοῦ ̔Ρωμανοῦ υἱός, ον εμελλον πατριάρχην χειροτονεῖν Κωνσταντινουπόλεως. 27 Εἰκάδι δὲ πέμπτῃ τοῦ αὐτοῦ μηνὸς χειμὼν ἀφόρητος γέγονεν, ωστε κρυσταλλωθῆναι τὴν γῆν ἐπὶ ἡμέρας ρκʹ. οθεν καὶ γέγονεν ὁ μέγας λιμός, τοὺς πώποτε γενομένους ὑπερβαλλό- μενος, καὶ θάνατος ἐκ τούτου πολύς, ὡς μὴ δύνασθαι τοὺς ζῶν- τας ἐκκομίζειν τοὺς τεθνεῶτας. ὁ δὲ βασιλεὺς ̔Ρωμανὸς τὴν ἀφό- ρητον ἐκείνην βίαν κατανοήσας ἀξίαν τῆς ἑαυτοῦ συμπαθοῦς καὶ ἐλεήμονος φύσεως πρόνοιαν ἐποιήσατο, πολλαῖς ἐλεημοσύναις τὴν ἐκ τοῦ λιμοῦ παραμυθησάμενος ενδειαν· ἀνέφραξέν τε θυρίσι καὶ σανιδώμασι τὰς τῶν ἐμβόλων στοάς, ὡς μὴ τὴν χιόνα καὶ τὸ 418 ψῦχος ἐκεῖθεν ἐπεισιέναι τοῖς πένησι. τότε καὶ τὰς λεγομένας αρκλας ἐν πᾶσι κατεσκεύασε τοῖς ἐμβόλοις, ἀργύριά τε κατὰ μῆνα τοῖς ἐν ταύταις κατακειμένοις πένησι δίδοσθαι διετάξατο καὶ τὰ μηνιαῖα τριμίσια ἐν ταῖς ἐκκλησίαις τοῖς πένησι διανέμεσθαι, ὡς ειναι τὰ διδόμενα τοῖς τε ἐν ταῖς αρκλαις πτωχοῖς καὶ τοῖς ἐν ταῖς ἐκκλησίαις ἀργύρου ἐγκεχαραγμένου χιλιάδας δώδεκα. οὐ μόνον δὲ ταῦτα ἡ συμπαθὴς αὐτοῦ ψυχὴ διετύπωσεν τῶν πενήτων προ- νοουμένη, ἀλλὰ καὶ καθ' ἡμέραν αὐτῷ τρεῖς συνεσθίειν πένητας διετάξατο, οι ἀνὰ εν ἐλάμβανον νόμισμα. τετράδι δὲ καὶ παρα- σκευῇ τρεῖς πένητες μοναχοὶ τούτῳ συνήσθιον, τὸ τετυπωμένον εκαστοι λαμβάνοντες νόμισμα. οπερ δὲ ἐν τοῖς μοναστηρίοις ειωθεν γίνεσθαι ἐν τῷ καιρῷ ἀνὰ τῆς ἑστιάσεως, τοῦτο αὐτὸς ἐποίει, διπλῆν ἑαυτῷ καὶ τοῖς δαιτυμόσι τὴν τράπεζαν παρατιθείς, ωστε τὸ μὲν σῶμα τρέφεσθαι τῇ συνήθει τροφῇ, τῇ δὲ ψυχῇ καταλ- λήλῳ τῶν λόγων ἐπεντρυφᾶν ἡδονῇ, οις ἐκεῖνος ἐπιμελῶς προσέ- χων τὸν νοῦν κατένυσσε τὴν ψυχὴν καὶ πολλὰς δακρύων ὑφίει πηγάς. τὴν δὲ πίστιν οσην ἐκέκτητο πρὸς πάντας μὲν μοναχούς, μάλιστα δὲ τοὺς ἐπ' ἁγιοσύνῃ διαβοήτους καὶ εὐλαβείᾳ, τίς αν διηγήσαιτο; οὐκ ἐθεάσατο γάρ ποτε μοναχὸν ἀρετῆς ἀντεχόμενον, ῳ τινὶ τὰς ἑαυτοῦ πράξεις σὺν πολλοῖς δάκρυσιν οὐκ ἐξηγόρευε πιστότατος δὲ ων