156
∆ουκός. ους καὶ συνεφελκόμενος μεγάλην κατὰ ̔Ρωμανοῦ ἀνταρσίαν κινεῖ. καὶ φρούριον κατασχὼν ο Πλα- τεῖα πέτρα κατονομάζεται, πᾶν ειδος ἐδωδίμων ἐν τούτῳ ἀπέθετο· ἀφ' ου ἐξορμῶν ἐλεηλάτει καὶ τοὺς παρατυγχάνοντας προενόμευεν. ἀποστείλας ουν ὁ βασιλεὺς κατ' αὐτοῦ αὐτόν τε συνέλαβεν καὶ τοὺς σὺν αὐτῷ· ον καὶ ἀγαγόντες ἐν τῇ πόλει ἀνέκρινόν τε καὶ πολλὰς πληγὰς ἐπετίθεσαν, τοῦ τοὺς συστασιώτας, ει τινες ειεν, εἰπεῖν. ὁ δὲ πολλοὺς τῶν ἐν τέλει ἐσυκοφάντει ψευδῶς ὡς συνόν- 422 τας αὐτῷ. μηδὲν δὲ ἀληθὲς κατ' αὐτῶν λέγειν ἐξελεγχθεὶς ἐν τοῖς ̓Αμαστριανοῦ πυρὸς παρανάλωμα γίνεται. 34 Χειροτονεῖται δὲ πατριάρχης ὁ ῥηθεὶς τοῦ βασιλέως υἱὸς Θεοφύλακτος, Φεβρουαρίῳ μηνὶ δευτέρᾳ ἰνδικτιῶνος εκτης, τοῦ πατρῴου φρονήματος ἐφ' απασιν ἐξερχόμενος, ἀλλὰ καὶ τοῖς πρόσω παρεκτεινόμενος κατορθώμασι μετὰ καὶ τῆς προσούσης ἐλλογιμότητος, τοποτηρητῶν ἐκ ̔Ρώμης ἀνελθόντων καὶ τόμον συνοδικὸν ἐπιφερόμενοι περὶ τῆς αὐτοῦ χειροτονίας διαγορεύοντα· οι καὶ πατριαρχικῷ θρόνῳ τοῦτον ἐνίδρυσαν. 35 ̔Η εἰρημένη βασιλέως ̔Ρωμανοῦ ἐγγόνη ἡ Μαρία, γυνὴ Πέτρου Βουλγάρου, πολλάκις ἀπὸ Βουλγαρίας ἐν τῇ πόλει εἰσῆλθεν τοῦ τὸν ιδιον πατέρα καὶ τὸν πάππον αὐτῆς ἐπισκέψα- σθαι. τελευταῖον δὲ μετὰ παίδων εἰσῆλθεν τριῶν, ηδη Χρι- στοφόρου τοῦ πατρὸς αὐτῆς τελευτήσαντος. πλοῦτον ουν πολὺν παρὰ τοῦ πάππου λαβοῦσα ἐντίμως ὑπέστρεψεν. 36 ̔Ρωμανὸς δὲ ὁ βασιλεὺς τῷ υἱῷ Στεφάνῳ γυναῖκα ἠγάγετο θυγατέρα ουσαν τοῦ Γαβαλᾶ, ἐγγόνην δὲ Κατάκυλα,Ανναν ονομα. αμα δὲ τῷ νυμφικῷ στεφάνῳ καὶ ὁ τῆς βασιλείας αὐτῇ στέφανος ἐπετίθετο. 37 ̓Εγένετο δὲ ἐκστρατεία πρώτη τῶν Τούρκων κατὰ ̔Ρωμαίων ἰνδικτιῶνος ἑβδόμης ̓Απριλλίῳ μηνί· οι καὶ κατα-δραμόντες μέχρι τῆς πόλεως ἐληΐσαντο πᾶσαν Θρᾳκῴαν ψυχήν. 423 ἀπεστάλη ουν ὁ πατρίκιος Θεοφάνης ὁ πρωτοβεστιάριος καὶ πα- ραδυναστεύων ποιῆσαι ἀλλάγιον· ος θαυμασίως καὶ συνετῶς αὐ- τοῖς μετελθὼν οσαπερ ἐβούλετο κατεπράξατο, πολλὰ παρ' αὐτῶν ἐν τῇ φρονήσει καὶ εὐβουλίᾳ ἐπαινεθείς τε καὶ θαυμασθείς· οτε καὶ τὸ μεγαλόψυχον αὐτοῦ καὶ φιλάνθρωπον ὁ βασιλεὺς ̔Ρωμανὸς ἐπεδείξατο, μηδενὸς φεισάμενος χρήματος πρὸς τὴν τῶν αἰχμα- λώτων ἀνάρρυσιν. 38 ̓Ηγάγετο δὲ γυναῖκα ὁ βασιλεὺς ̔Ρωμανὸς τῷ τελευ-ταίῳ υἱῷ Κωνσταντίνῳ, ἐκ γένους τῶν ̓Αρμενιακῶν τουνομα ̔Ελένην, τοῦ πατρικίου ̓Αδριανοῦ θυγατέρα· ης καὶ τελευτησά-σης Φεβρουαρίῳ μηνὶ δευτέρᾳ ἑτέραν τούτῳ συνέζευξεν γυναῖκα ὀνόματι Θεοφανώ, ἐκ γένους τοῦ Μάμαντος ἐκείνου καταγο- μένην. 39 ∆εκάτης καὶ τετάρτης ἰνδικτιῶνος, ̓Ιουνίῳ δὲ μηνὶ ἑνδεκάτῃ, κατέπλευσαν οἱ ̔Ρὼς κατὰ Κωνσταντινουπόλεως μετὰ πλοίων χιλιάδων δέκα, οἱ καὶ ∆ρομῖται λεγόμενοι, οι ἐκ γένους τῶν Φράγγων καθίστανται. ἀπεστάλη ουν κατ' αὐτῶν μετὰ τριή- ρων καὶ δρομώνων, οσα καὶ ετυχον ἐν τῇ πόλει, ὁ πατρίκιος· καὶ τόν τε στόλον προευτρεπίσας τε καὶ ἑτοιμασάμενος, καὶ νηστείᾳ καὶ δάκρυσιν αὐτὸν κατοχυρώσας ὡς μάλιστα, τοὺς ̔Ρὼς προσδέ- χεται καταναυμαχῆσαι μέλλων αὐτούς. ἐπεὶ δὲ ἐκεῖνον κατέλαβον καὶ πλησίον τοῦ Φάρου ἐγένοντο (Φάρος δὲ καλεῖται ἀφίδρυμά τι, ῳ πυρσὸς ἐπιτίθεται εἰς ὁδηγίαν τοῖς ἐν νυκτὶ παροδίταις), ουτος 424 πρὸς τῷ τοῦ Εὐξείνου πόντου στόματι παρεδρεύων (ος κατὰ ἀν- τίφρασιν κέκληται· κακόξεινος γὰρ διὰ τὰς συνεχεῖς τῶν ἐκεῖσε λῃστῶν πρὸς τοὺς ἐπιξενουμένους καταδρομάς, ους, ὡς φασίν, ἀνελὼν ̔Ηρακλῆς, καὶ ἀδείας τυχόντες οἱ παροδῖται, τοῦτον Ευ- ξεινον ἐπωνόμασαν) ἐν τῷ ̔Ιερῷ λεγομένῳ ἀθρόον τούτοις ἐπί- θετο, ο τὴν ἐπωνυμίαν ειληφεν διὰ τὸ τῆς ̓Αργοῦς πλωτήρων ἐκεῖσε διερχομένων αὐτόθεν ἀνίδρυσαν ἱερόν. καὶ δὴ πρῶτος τῷ οἰκείῳ δρόμωνι διεκπλεύσας τήν τε σύναξιν τῶν ̔Ρουσικῶν πλοίων διέλυσεν καὶ τῷ ἐσκευασμένῳ πυρὶ πλεῖστα κατέφλεξεν, τὰ δὲ λοιπὰ τούτων ἐτρέψατο εἰς πληγὴν καὶ φυγήν· ῳ ἀκολούθως καὶ οἱ λοιποὶ δρόμωνες καὶ αἱ τριήρεις ἐπεκδραμοῦσαι τελείαν εἰργά- σαντο τὴν τροπήν, καὶ