160
δεούσης τιμῆς τε καὶ ὑμνῳδίας· καὶ τῇ πεντεκαιδεκάτῃ τοῦ Αὐγούστου μηνὸς σὺν αὐτῷ ἐν τῇ πόλει εἰσῆλθεν, τοῦ βασιλέως ἐν Βλαχέρναις οντος κἀκεῖ αὐτὸ προσκυνήσαντος. καὶ τῇ ἐπαύριον ἐξῆλθον ἐν τῇ Χρυσῇ πόρτῃ οι τε βασιλέως δύο υἱοὶ Στέφανός τε καὶ Κωνσταν- τῖνος καὶ ὁ γαμβρὸς αὐτοῦ Κωνσταντῖνος σὺν τῷ πατριάρχῃ Θεο- φυλάκτῳ· καὶ μετὰ τῆς δεούσης τοῦτο ἀναλαβόντες τιμῆς, τῆς συγκλήτου πάσης προπορευομένης καὶ φωταγωγίας μεγίστης προα- γούσης, μέχρι τοῦ ναοῦ τῆς ἁγίας Σοφίας πεζῇ διεκόμισαν, καὶ προσκυνηθὲν ἐκεῖσε ἐν τῷ παλατίῳ ἀνήγαγον. 433 49 ̓Εν ταύταις δὴ ταῖς ἡμέραις ̓Αρμένιόν τι τέρας τῇ πόλει ἐπεφοιτήκει, παῖδες συμφυεῖς αρρενες ἐκ μιᾶς προελθόν- τες γαστρός, αρτιοι μὲν πάντα τὰ μέλη τοῦ σώματος, ἀπὸ δὲ στόματος τῆς γαστρὸς καὶ μέχρι τῶν ὑπὸ γαστέρα συμπεφυκότες, καὶ ἀλλήλοις ὑπάρχοντες ἀντιπρόσωποι· οι ἐπὶ πλεῖστον τῇ πόλει ἐνδιατρίψαντες, καὶ ὑπὸ πάντων ὡς ἐξαίσιόν τι τέρας ὁρώμενοι, τῆς πόλεως ὡς πονηρός τις οἰωνὸς ἐξηλάσατο. ἐπὶ δὲ μονοκρα- τορίας βασιλείας Κωνσταντίνου πάλιν εἰσήλθοσαν. ἐπεὶ δὲ ὁ ετε- ρος αὐτῶν ἐτεθνήκει, ἰατροί τινες εμπειροι τὸ συγκεκολλημένον μέρος διέτεμον εὐφυῶς ἐλπίδι τοῦ τὸν ετερον ζήσεσθαι· ος τρεῖς ἡμέρας ἐπιβιοὺς ἐτελεύτησεν. 50 Καὶ ἐν πᾶσι μὲν μοναχοῖς, ὡς ἀνωτέρω ειρηται, πί- στιν ἐκέκτητο αμετρον ὁ βασιλεύς, διαφερόντως δὲ ἐτίμα καὶ ὑπερέσεβε Σέργιον τὸν ἐν μονασταῖς διαλάμποντα, ος ἀδελφὸς ἐπεφύκει τοῦ μαγίστρου Κοσμᾶ τοῦ πρώτου τῶν κριτηρίων. ἀνε- καίνισε καὶ τὴν μονὴν τοῦ Μανουῆλος, ὡσαύτως καὶ τὴν ἐκκλη- σίαν καὶ τὸ μοναστήριον ἐκ βάθρου κτίσας τοῦ ἁγίου Παντελεή- μονος, ῳ ἐπώνυμον ̓Οφροῦ λιμήν. ἀπέκειρε δὲ καὶ ἐκεῖσε μονα- χοὺς ὀκτακοσίους, τυπώσας καὶ σελέμνια τοῦ λαμβάνειν αὐτοὺς ὑπὲρ διατροφῆς αὐτῶν, δοὺς ταῦτα τῷ μοναχῷ Σεργίῳ τῷ πνευματικῷ αὐτοῦ πατρί. πάντας δὲ τοὺς ἐν ἐξορίᾳ συμπαθήσας, καὶ 434 δοὺς αὐτοῖς χρήματα πολλά, ωστε ἐν τῷ κατέρχεσθαι αὐτὸν ἐκ τοῦ παλατίου εις καὶ μόνος ἐξόριστος οὐχ εὑρέθη. ουτος δὲ ὁ Σέργιος ἀνεψιὸς τοῦ πατριάρχου Φωτίου ἐτύγχανεν· ον πλέον τῆς σαρκιχῆς συγγενείας ἡ κατὰ ψυχὴν ἐτίμα εὐγένεια. ἀρετῆς γὰρ εἰς ακρον καὶ γνώσεως ηλασεν, ὡς δυσχερὲς ειναι διακρίνειν ποτέ- ρῳ μᾶλλον πλεονεκτεῖ· ουτως εἰς ακρον ἑκατέραν ἐξήσκησεν. ἐπήνθει δὲ αὐτῷ πρὸς τοῖς αλλοις καὶ τὸ τῆς διακρίσεως ερευθος καὶ τὸ χαρίεν τοῦ ηθους καὶ τὸ μέτριον τοῦ φρονήματος· οὐδὲ γὰρ ἀνέσπα τὰς ὀφρῦς κατὰ τοὺς νῦν σοφούς, οὐδὲ ἀλαζών τις ἐδόκει καὶ ὑπερήφανος, ἀλλὰ τὸν λόγον μὲν ειχεν γλυκύτερον μέ- λιτος ἀποστάζοντα, τὸ ηθος δὲ πάγιον καὶ σταθερόν, ταπεινὸν δὲ τὸ φρόνημα. τοῦτον ουν ἀοίδιμον ἀδιαλείπτως μετ' αὐτοῦ ειχεν ὁ βασιλεύς, κανόνα οντως καὶ σταθμὴν τὸν αὐτοῦ βίον ῥυθμί- ζοντα· ος πολλὰ παρῄνει τῷ βασιλεῖ τῶν παίδων ἐπιμελεῖσθαι καὶ μὴ ἀπαιδεύτους ἐᾶν εἰς πονηρίαν ἐκκλίνοντας, μήποτε καὶ αὐτὸς πάθῃ τὸ τοῦ ̓Ηλί, τιμωρίαν ὑπὲρ τῆς τῶν παίδων παρανομίας ἐκτίσας. ο καὶ γέγονεν. 51 ̓Επεὶ δὲ τοῦ παλατίου τοῦτον οἱ παῖδες κατήγαγον καὶ ἐν τῇ Πρώτῃ νήσῳ ἐξώρισαν, πάλιν τοῦτον ειχεν τῶν συμφο- ρῶν παραμυθίαν καὶ τῶν θλίψεων ἀκεσώδυνον φάρμακον. ῳ συνῆν τότε καὶ Πολύευκτος μοναχὸς εὐλαβέστατος, οὐκ ελαττον τὸν τοῦ εἰρημένου τρόπον καὶ αὐτὸς τὰ εἰκότα παραμυθούμενος· ος μετὰ ταῦτα διὰ τὸν εἰλικρινῆ αὐτοῦ βίον, τοῦ πατριάρχου Θεο435 φυλάκτου τελευτήσαντος, πατριάρχης ὑπὸ τοῦ βασιλέως Κων- σταντίνου προχειρίζεται. 52 ̔Ο δὲ βασιλεὺς ̔Ρωμανὸς μακρῷ γήρει καὶ νόσῳ τρυ-χόμενος τὰ τῆς βασιλείας κατὰ διαθήκας ἀπακριβάζεται καὶ ανα- κτα πρῶτον κατὰ διαθήκας τὸν πορφυρογέννητον Κωνσταντῖνον προσδιορίζεται, ἐν ετει ἑξάκις χιλιοστῷ τετρακοσιοστῷ πεντηκο- στῷ τρίτῳ, καὶ καθεξῆς ἐν δευτέρῳ καὶ τρίτῳ τοὺς τούτου υἱούς, τὰ πρὸς αὐτοὺς ῥητῶς διασφαλισάμενος, ὡς ειπερ τῷ πρώτῳ βασιλεῖ κατά τι προσπταίσειαν, καθαιρεῖσθαι παραυτίκα τῆς βασιλείας. 53 ̓Επεὶ δὲ πολλοῖς τρόποις ὁ θεὸς