1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

163

Θεοφάνην ἐξώρισεν, τὸν δὲ πρωτοσπαθάριον Γεώργιον καὶ πιγ- 441 κέρνην καὶ Θωμᾶν πριμικήριον δείρας καὶ κουρεύσας ουτως ὑπερ- ορίᾳ παρέπεμψεν. 6 ∆εκεμβρίῳ δὲ μηνί, ἰνδικτιῶνος ʹ, ἐπιβουλήν τινες κατὰ τοῦ βασιλέως Κωνσταντίνου ἐμελέτησαν, βουλόμενοι τὸν βασιλέα Στέφανον ἐν τῇ νήσῳ οντα ἐν τῷ παλατίῳ ἀγαγεῖν. ταύτης ουν μηνυθείσης Κωνσταντίνῳ διὰ Μιχαὴλ τοῦ ∆ιαβολίνου λεγο- μένου, τοὺς ἐπιβούλους κρατήσας ὁ βασιλεὺς τῶν μὲν τὰς ῥῖνας καὶ τὰ ωτα ἀπέτεμεν, τοὺς δὲ δαρμῷ ἀφορήτῳ ὑπέβαλεν καὶ ονοις ἐπικαθίσας διὰ μέσης τῆς πόλεως ἐθριάμβευσεν καὶ ἐξορίᾳ παρέ- πεμψεν. 7 Πεντεκαιδεκάτῃ δὲ ̓Ιουνίου μηνὸς ἰνδικτιῶνος εκτης ̔Ρωμανὸς ὁ βασιλεὺς ἐν τῇ νήσῳ τῇ ἐπονομαζομένῃ Πρώτῃ τελευ- τᾷ· καὶ τὸ σῶμα αὐτοῦ ἐν τῇ πόλει ἀποκομισθὲν ἐν τῇ αὐτοῦ ἀπετέθη μονῇ. 8 ∆ιήγημα δὲ μέγα καὶ θαυμαστὸν παρέδραμον τοῦ λε- χθῆναι. Στεφάνου καὶ Κωνσταντίνου τῶν βασιλέων κατενεχθέν- των ἀπὸ τοῦ παλατίου προτροπῇ Κωνσταντίνου τοῦ πορφυρογεν- νήτου, χωννουβαριασμὸς γέγονεν ἐν τῷ οικῳ τοῦ μαγίστρου ̓Ιωάν- νου τοῦ Κουρκούα τοῦ ἀποδομεστίκου τῶν σχολῶν καὶ εἰς τὸν τοῦ μαγίστρου ̔Ρωμανοῦ Σαρωνίτου καὶ εἰς ἑτέρους καὶ διαφόρους οικους, καὶ διαρπαγὴν καὶ πτωχείας αὐτοῖς προεξένησαν. ὁ δὲ βασιλεὺς Κωνσταντῖνος κατοικτείρας τὸ ἐξαίφνης καὶ ἀθρόως ὁρᾶσθαι αὐτοὺς πένητας, διωρίσατο τῷ ἐπάρχῳ Θεοφίλῳ ταῦτα 442 σωρευθῆναι καὶ ἀποδοθῆναι. ὁ δὲ πρωτοκαγκελλαρίῳ αὐτοῦ σὺν τῷ λεγομένῳ Ζωναρᾷ προσδιορισάμενος, ος ατε εὐφυὴς κλέπτης καὶ μοχθηρός, καὶ κατέχων τὰ τούτων οἰκήματα καὶ πολλὴν σπουδὴν καταβαλών, πάντα ἐσφετερίσατο καὶ τῆς ἀπλήστου αὐ- τοῦ γνώμης ἐνεφορήσατο καὶ μόλις τὴν δεκάτην μοῖραν αὐτοῖς ἀπέδωκεν. καὶ τίς τὴν πολλὴν καὶ απειρον δολιότητα καὶ κακίαν τοῦ δολίου ἀνδρὸς διηγήσεται; ος λύμη καὶ νόσος τῇ πολιτείᾳ ̔Ρωμαίων γέγονεν. η ἐν ποίῳ κακῷ πρώτιστος ὁ ἀνὴρ οὐχ εὑρί- σκετο; τῇ πιθανολογίᾳ καὶ τοῖς ορκοις βεβαιῶν ὡς ατε πιστὸν καὶ ὀρθὸν ειναι πᾶσι. ὡς δὲ λόγος ᾳδεται, ουτος βοηθείας δαι- μόνων προσκαλούμενος ἐν πᾶσιν εὐδοκίμει, ὡς καὶ αὐτὸν τὸν βα- σιλέα Κωνσταντῖνον βουληθέντα διαφόρως ἀποκινῆσαι τοῦτον οὐκ ισχυσεν, ἀλλὰ μᾶλλον εὐποιίαις καὶ δωρεαῖς προεξένησεν. περὶ δὲ τῆς τούτου θωπείας καὶ κολακείας καὶ πολλῆς ἀναιδείας, καὶ τὴν απιστον διάθεσιν καὶ τὴν μοχθηρὰν καὶ ἀνείκαστον αὐτοῦ πλεονεξίαν, πλατύτερόν τε καὶ ἐπεξεργαστικώτερον ἐν τῇ προηγου- μένῃ ἐπεξηγήσει ἐκθήσομαι. 9 Μετὰ δὲ τὸ μόνον καταλειφθῆναι αὐτοκράτορα Κων- σταντῖνον, προεχειρίσατο Βασίλειον τὸν πρωτοβεστιάριον αὐτοῦ, τὸν ἀπὸ παλλακῆς φυσικὸν υἱὸν ̔Ρωμανοῦ τοῦ πρὸ αὐτοῦ βασι- λέως, πατρίκιον καὶ παρακοιμώμενον καὶ παραδυναστεύοντα τῆς συγκλήτου. ουτος δὲ ην ἐχέφρων καὶ λόγιος, καὶ τῷ βασιλεῖ ἐν 443 πᾶσιν ὑπηρέτει αἰσίως καὶ πρεπόντως. ὁ δὲ φιλάνθρωπος Κων- σταντῖνος διενοήθη ἀλλάγιον ποιῆσαι μετὰ τοὺς Ταρσίτας καὶ τοὺς ἐν αἰχμαλωσίᾳ ̔Ρωμαίους ὑπὸ τῶν ἀρνητῶν τοῦ Χριστοῦ ἀναρρύσασθαι διὰ τὸ ἐπὶ πολλοῖς χρόνοις κακουχεῖσθαι αὐτοὺς ἐν δεσμοῖς καὶ θλίψεσι. καὶ ἀποστείλας τὸν προμνημονευθέντα μά- γιστρον καὶ γεγονότα δομέστικον τῶν σχολῶν ̓Ιωάννην τὸν λεγόμε- νον Κουρκούαν, ανδρα συνετὸν καὶ ευβουλον καὶ πεπειραμένον πρὸς τὰ πολιτικὰ διοικήματα, καὶ Κοσμᾶν μάγιστρον σοφὸν καὶ νομομαθῆ καὶ τῶν πολιτικῶν κριτηρίων πρώτιστον· καὶ εἰς τὸν ποταμὸν τὸν Λάμον τὸ ἀλλάγιον ἐποιήσαντο, μὴ συμβάν τι ἐναν- τίον η δολερόν. καὶ τοῦτο ποιήσαντες ὑπέστρεψαν, φιλαγάθως παρὰ τοῦ πορφυρογεννήτου Κωνσταντίνου ἀποδεχθέντες. 10 ̔Ο δὲ βασιλεὺς εναυλον εχων τῶν ἀδικιῶν καὶ ζημιῶν ων ὑπέστησαν οἱ ἐλεεινοὶ καὶ αθλιοι πένητες παρὰ τῶν στρατηγῶν καὶ πρωτονοταρίων καὶ στρατιωτῶν καὶ ἱπποτῶν ἐπὶ τοῦ πενθεροῦ αὐτοῦ ̔Ρωμανοῦ, ανδρας εὐσεβεῖς καὶ ἐναρέτους ἀπέστειλε πρὸς τὸ κουφίσαι τὸ πολὺ βάρος τῶν