1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

165

εἰς δὲ τὸ τῶν ἀστρονόμων Γρηγόριον ἀσηκρῆτιν. καὶ πολ- λὴν ἐπιμέλειαν καὶ σπουδὴν εἰς τοὺς φοιτητὰς ὁ αὐτοκράτωρ ἐποι- εῖτο, ὁμοδιαίτους καὶ ὁμοτραπέζους τούτους καθ' ἑκάστην ποιῶν καὶ ἀργύρια παρέχων καὶ ὁμιλίας μετ' αὐτῶν προσηνεῖς ποιούμε- νος. καὶ οὐ πολὺς χρόνος διελθών, τὰς μεγάλας ἐπιστήμας καὶ τέχνας τῇ θωπείᾳ καὶ συνέσει τοῦ αὐτοκράτορος κατωρθώσαντο, καὶ κριτὰς καὶ ἀντιγραφεῖς καὶ μητροπολίτας ἐξ αὐτῶν ἐκλεξάμε- νος τετίμηκεν, καὶ τὴν πολιτείαν ̔Ρωμαίων τῇ σοφίᾳ κατεκόσμη- σεν καὶ κατεπλούτισεν. 447 15 ̓Αλλὰ καὶ τὰς βασιλικὰς στολὰς καὶ τὰ εκπαλαι στέμ- ματα καὶ διαδήματα φθαρέντα εἰς ἀνακαίνισιν διωρθώσατο, καὶ τὸν Βουκολέοντα ζῳδίοις, ἐκ διαφόρων τόπων ἀγαγών, ἐκαλλώ- πισεν, κἀκεῖσε ἰχθυοτροφεῖον ἐποίησεν. ἀλλὰ καὶ τῶν ἐν τῇ φυ- λακῇ τῶν ἐν τῇ πόλει καὶ τῶν εξωθεν θεμάτων κατεχομένων δεσμίων ἠρεύνησε καὶ ἐπεσκέψατο καὶ τῶν δεσμῶν ἐλυτρώσατο, ὡς πάντας σωτήρια ἐπευφημοῦν τὸν ἀγαθὸν καὶ χριστομίμητον ανακτα Κων- σταντῖνον. τὴν δὲ ἀρετὴν καὶ τὴν γνῶσιν ουτως ἐτίμησεν ὡς αλ- λος οὐδεὶς τῶν βεβασιλευκότων· καὶ οντινα γνῶσιν εχοντα καὶ πρὸς τοὺς νόμους φύσιν καὶ ἐπιτηδειότητα εὑρηκὼς ην, προανεβί- βασεν καὶ εἰς ὑψηλότερον θρόνον ἀποκατέστησεν. καὶ ην ἰδεῖν δικαιοδοσίαν καὶ εὐνομίαν ἐν πᾶσιν, ὡς τοῦ πορφυρογεννήτου ταύτην φιλοσοφοῦντος καὶ κατασπαζομένου. καὶ νόμον ὁ αὐτο- κράτωρ ἐξέθετο· ἰδὼν γὰρ πολὺ πλεονεκτικὸν παρὰ τῶν ἀκορέ- στων ἐκχυθὲν καὶ τῶν ἐν μέσῳ τῶν ἐπαρχιῶν καὶ χωρίων ὑπεισελ- θόντων ἀρχόντων καὶ τοὺς ταλαιπώρους πένητας καταδυναστευόν- των, καὶ καθ' ἁρπαγὴν τῶν δυνατῶν προάστεια προσκτησαμένων διὰ ποικίλης τῆς μεθόδου αἰτίας, εγνωσεν ποιήσασθαι τὴν τού- των ἀφαίρεσιν. τί ποιεῖ ὁ σοφὸς ἐν πᾶσιν; συναγαγὼν τῇ ὑπὸ χεῖρα βουλευτικῇ ποιεῖται μεθόδῳ, τοὺς ἀπὸ τῆς ἀναρρήσεως αὐ- τοῦ ὑπεισελθόντας πλουσίους καὶ ἐξωνησαμένους η δωρησαμένους καὶ κατακρατήσαντας τόπια η ἀγροὺς εἰς χωρία ἀναργύρους ἐκ- 448 διώκεσθαι, καὶ μικρόν τι τῆς λώβης καὶ τῆς πλεονεξίας τῶν ἀκο- ρέστων ἀπερράπισεν. 16 ̔Ο δὲ ἐπιεικὴς καὶ γαληνὸς δεσπότης οὐδὲ τὰς τῶν προσιόντων ἀμφισβητήσεις καὶ δικαιολογίας καὶ στάσεις ἀπέγρα- φεν τοῦ δικάζειν δι' ἑαυτοῦ, ἀλλὰ καὶ τοῖς δικασταῖς συνδικάζων οὐκ ἀνεβάλλετο. παρισταμένων τῷ ἐκείνου βήματι τῶν τε δικα- ζόντων τῶν τε συνηγορούντων τῶν δικαζομένων, ἀπεκρούετο τὰς τούτων δικαιολογίας καὶ τὰς ἀπάτας αὐτῶν· οὐδὲν γὰρ τὴν ἀγχί- νοιαν αὐτοῦ διέφυγεν, οὐ ψεῦδος ἀληθείᾳ συγκείμενον, οὐ τὶ πι- θανὸν τῇ διηγήσει συγκεραννύμενον, οὐ περίεργοι συγγραφαὶ καὶ κρύβδην συντεθειμέναι, αιτινες καὶ τοὺς αγαν δραστηρίους διέλα- θον ἐν ἀληθείας παραπετάσματι. ἐντεῦθεν τῷ φόβῳ πρὸ τῆς κρίσεως παιδαγωγηθέντες, δικαστὴς δι' ἑαυτοῦ εκαστος τῆς δίκης τῷ ἠδικηκότι ἐγένετο. 17 Χρὴ ουν περὶ κοινῶν φροντίδων τοῦ ανακτος καὶ τῶν ἀπείρων διορθωμάτων καὶ διοικημάτων αὐτοῦ ἐξειπεῖν. τῶν ἁπανταχοῦ γὰρ στρατηγῶν καὶ βασιλικῶν πρωτονοταρίων καὶ τῶν ἐν κώμαις ἐπαρχίαις τε καὶ πόλεσιν, ετι μὴν καὶ εἰς ἀρχηγοὺς ἐθνῶν ἀποστελλομένων γραμμάτων, καὶ τούτων παρ' αὐτοῦ ἀναγινωσκο- μένων, εὐθὺς τὸ φρόντισμα αὐτῶν διωρίζετο τί μὲν δέον περὶ τῶν ἐξ ̓Ανατολῆς γεγενῆσθαι τί δὲ περὶ τῶν ἀφ' ̔Εσπέρας, καὶ τού-τοις ὡς τὰ πολλὰ ωσπερ πτηνὸς διήρχετο, πρεσβείας δεχόμενος, αρχουσιν ἐπιστέλλων, τὰς προπετῶς γεγενημένας μεταβολὰς ἐπαν- 449 ορθούμενος. ὁ αὐτὸς Κωνσταντῖνος βουλευτής, φροντιστής, στρα- τηγός, στρατιώτης, στρατίαρχος, ἡγεμὼν ἀνεφαίνετο. καὶ τίς αν τὰ τοιούτου προτερήματα ἐξείποι η φράσῃ; 18 Χρὴ ουν καὶ περὶ τοῦ νοσοκομείου τοῦ ὁσίου ἐξειπεῖν. ὁ βασιλεὺς Κωνσταντῖνος θεασάμενος αὐτὸ σμικρότατον οἰκοδο- μαῖς μακροτάταις κατασκευάζει, ὡς ἐπισυνάγεσθαι πάντας τοὺς τοιᾷδε νόσῳ κυριευομένους, καὶ ἀλείμμασι τὰς σάρκας αὐτῶν περιχρίων, χορηγίας ἀνελλιπεῖς