167
κάλλος, καὶ κατὰ πολὺ διαφέροντα καὶ ὑπερκείμενον, οιος ὁ τῶν ἀποστόλων πλησίον νεουργηθεὶς ναός, καλὸς μὲν ἰδεῖν, ὡραῖος δὲ θαυμάσαι. εἰ γὰρ καὶ τοῦ μεγέθους τῆς παλαιότητος ἀποδεῖ, ἀλλά γε τῆς ενδον φαιδρότητος πόρρω καθέστηκε. τί δὲ ὁ πιστὸς βασιλεύς; πατρίκιον τὸν Βελωνᾶν Θεόδωρον ὡς συνεργὸν τοῦ λαμπροῦ καὶ κατηγλαϊσμένου ναοῦ ἐποίησεν. 28 Τῶν δὲ ἱερῶν καὶ πέπλων ων παρεῖχεν εἰς τὸ κοινὸν ἱλαστήριον τὸ μέγα καὶ πανθαύμαστον τίς ἐξείποι; ὁσάκις ἀφί- κετο, οὐκ εδοξεν ἐναντίον θεοῦ ὀφθῆναι κενός, ἀλλ' ἀναθήμασι μεγάλοις καὶ χρυσοτεύκτοις καὶ μαργαρίταις καὶ λίθοις καὶ ὑφάσ- μασιν ἐδεξιοῦτο καὶ ἀντημείβετο· α καὶ τὰ τῶν ἁγίων αγια κατακοσμοῦσι καὶ καταγλαΐζουσι καὶ τῷ προσενηνοχότι Κωνσταντίνῳ κηρύττεται. 29 Τοῦ δὲ πατρικίου Βασιλείου ̔Εξαμιλίτου καὶ στρατη- γοῦ τῶν Κιβυραιωτῶν ταξείδιον χρὴ διηγήσασθαι. ουτος ὁ πα- τρίκιος Βασίλειος στρατηγὸς ων τῶν Κιβυραιωτῶν, νέος τῷ σώ- 453 ματι, πολιὸς τῇ φρονήσει καὶ μείζω τῆς ἡλικίας τὴν πολυπειρίαν ἐνδεικνύμενος, πολεμικῶν καραβίων ἀπὸ Ταρσοῦ ἐξωρμημένων καὶ ̓Αγαρηνῶν ἐν αὐτοῖς οντων περιφανῶν, ἐπειδὴ αὐτοὺς ὁ στρα- τηγὸς ἑώρα πρὸς τὰς ̔Ρωμαϊκὰς χώρας προσβάλλοντας, λογιζομέ- νους ὡς νοσσιὰν περιλαβεῖν αὐτάς, ὁ στρατηγὸς τὰς ουτως αὐτῷ νῆας ἀντιπαραταξάμενος, καὶ ταύτας ὀλιγοστὰς ουσας καὶ πρὸς τοσοῦτον οὐκ ἀρκούσας τὸ πλῆθος· ἀλλ' ἐπειδὴ τὴν γνώμην καὶ τὴν προαίρεσιν ειχεν τοῦ πλήθους τῶν πολεμικῶν καραβίων κρα- ταιοτέραν καὶ τὴν μετὰ φρονήσεως τόλμαν πολλῶν συμμάχων ἰσχυροτέραν, συγγίνονται αμφω, καὶ συμβολὴ τῶν καραβίων ἀνε- φαίνετο, καὶ παρ' ἀλλήλων πόλεμος ἀνεκρούετο, καὶ βίαιός τις ἀλαλαγμὸς καὶ ὠθισμὸς ἐξ ἀμφοτέρων τῶν καραβίων ἐκρούετο, εως αὐτὸς ὁ στρατηγὸς Βασίλειος μέσον τῶν ἀρνητῶν τοῦ Χριστοῦ γενόμενος, ενδον εἰσπηδήσας, ου γεγονότος καὶ πυρὸς ἐνύγρου πάντοθεν τῶν ἀρνητῶν τοῦ Χριστοῦ περικυκλώσαντος αὐτίκα ἡττῶντο καὶ κατεσφάττοντο καὶ δέσμιοι εἰς δουλείαν συνελαμβάνοντο, αὐτῶν πρὸ πάντων τῶν ἡγεμόνων καὶ ἀρχόντων καὶ καϊτῶν ζωγρη- θέντων. καὶ τούτους ἐπὶ τῆς πόλεως πρὸς τὸν εὐτυχῆ βασιλέα Κωνσταντῖνον ἐξαπέστειλεν καὶ ἐν τῷ ἱππικῷ ἐθριάμβευσεν. 30 ̔Ο δὲ αὐτοκράτωρ Κωνσταντῖνος στρατιωτικὴν δύνα- μιν κατὰ τῶν Λογγιβάρδων καὶ Νεαπολιτῶν ὁρίσας, καὶ ἀρχηγὸν αὐτῶν τὸν πατρίκιον Μαριανὸν ἀποστείλας, διὰ τὸ στασιάσαι τὰ ̔Εσπέρια καὶ τῆς ̔Ρωμαϊκῆς ζεύγλης τοὺς δεσμοὺς διαρρῆξαι. καὶ 454 γὰρ κατεθρασύνθησαν οσοι τὴν Λαγγοβαρδίαν ἐκληρώσαντο χώ- ραν εἰς κατοικίαν, καὶ οσοι τὴν Καλαβρίαν, τοῦτο θαρροῦντες διὰ τὸ πόρρω καὶ μακρὰν ειναι τῆς βασιλίδος. διὰ τοῦτο συνεχῶς τὰς ἀποστασίας ποιούμενοι εἰς τοσοῦτον ἀνυποταξίας εφθασαν ὡς καὶ πρὸς τοὺς ̓Αγαρηνοὺς πάκτα διδόναι καὶ τὰς πόλεις καὶ κά- στρα καὶ κώμας τὰς πλησιαζούσας μαχαίρᾳ καὶ ξίφει ἀνελεῖν. ἀλλὰ καὶ οἱ Νεαπολῖται τῆς ὑποταγῆς τοῦ Χριστοῦ ἀπορρυέντες τὰ δοῦλα πράττειν ὡμολόγησαν, πρὸς φανερὰν ἀποστασίαν τρα- πέντες. ιν' ουν μήτε τὸ στασιάσαν πλῆθος ἐπιπλεονάσωσι τὸ ἀλα- ζονικὸν ὡς τὰ ὑπήκοα ̔Ρωμαίων εθνη δουλωσάμενοι, οὐκ ἐνεγκὼν ὁ πορφυρογέννητος στρατεύμασι Θρᾳκικοῖς καὶ Μακεδονικοῖς τού- τους ἀμύνεται, καὶ ναυσὶ πολεμικαῖς μετὰ ὑγροῦ πυρὸς τὴν τού- των ἀναστέλλει αὐθάδειαν καὶ μωρίαν· καὶ ἀπὸ γῆς καὶ θαλάτ- της τὴν Νεάπολιν ὁ πατρίκιος Μαριανὸς ὁ ̓Αργυρὸς ἐπιπεσὼν μετὰ τοῦ ̔Ρωμαϊκοῦ στρατοῦ, οσα μὲν πρὸς τὴν γῆν πάντα κατέ- καυσαν, οσας δὲ ἐκβολὰς ἀπὸ τῆς θαλάσσης ἠσφαλίσαντο, καὶ πάντοθεν αὐτοὺς περικυκλώσαντες, τῷ λιμῷ καὶ τῇ αἰχμαλωσίᾳ πιεζόμενοι καὶ ταπεινούμενοι, πρὸς δεήσεις καὶ ἱκεσίας τῷ ανακτι Κωνσταντίνῳ ἀνέπεμπον, ὑποδουλούμενοι ὡς ἐξ ἀρχῆς. τοῦτο καὶ οἱ Λογγίβαρδοι καὶ οἱ Καλαβροὶ ἐποιοῦντο· διὸ καὶ οἱ βάρβα- ροι τῆς Σικελίας σύμφωνα εἰρηνικὰ ἐπετέλουν. 31 Καὶ δεῖ θαυμάσαι καὶ τὸν πρὸς τῶν