168
̓Αφρικῶν πόλε- 455 μον, αὐτίκα συνεπλέκοντο καὶ συνερρήγνυντο, καὶ τῶν νηῶν πρὸς ἀλλήλων συμπλοκήν· καὶ δὴ ἀνέμου βιαίου πνεύσαντος, ἡμῖν μὲν συμμαχοῦντος καὶ βοηθοῦντος, τοῖς δὲ βαρβάροις πολεμοῦντος καὶ ἀνθισταμένου, τὴν ητταν ειχον ἀκόλουθον, σὺν τοῖς αὐτῶν οπλοις καὶ ταῖς ναυσὶ τῷ βυθῷ παραδιδομένων. καὶ δὴ ὁ ἀμηρᾶς αὐτῶν σπονδὰς εἰρηνικὰς τῷ βασιλεῖ ἐξελιπάρει. καὶ οὐ μόνον ουτοι τὴν δούλωσιν πρὸς τὸν βασιλέα ὡμολόγησαν, ἀλλὰ καὶ οἱ τὰς Γαλλίας οἰκοῦντες πανοικὶ βάρβαροι παρεῖχον πρὸς τὸν πορ- φυρογέννητον ανακτα τὴν εὐγνωμοσύνην, καὶ δώροις μεγαλοπρε- πέσι πρὸς τὸν αὐτοκράτορα μετὰ οψιδας αὐτῶν εστελλον· καὶ πάντας εἰς ὑποταγὴν ἡ τύχη τοῦ πορφυρογεννήτου εἰς δουλείαν καὶ ζυγὸν ηγαγεν. 32 ̔Ο δὲ ἀμηρᾶς Αἰγύπτου τὴν μεγάλην νίκην τῶν ̔Ρω-μαίων ἀκηκοὼς καὶ τὴν πολεμικὴν ναυμαχίαν καὶ ητταν τῶν ἀρνη- τῶν τοῦ Χριστοῦ, γράμμασιν αὐτίκα φιλικοῖς τὸ μάχιμον αὐτοῦ ἀποβάλλεται καὶ ὑπισχνεῖται εἰς ἑνότητα. ὁ δὲ τῆς Περσίδος ἀμη- ρᾶς, ἐπειδὴ διαφόρως τοῖς ̔Ρωμαϊκοῖς ἐνέτυχεν στρατεύμασι καὶ προσβολαῖς καὶ πολέμοις διαφόροις ἡττήθη, ἀγάπης δεσμῷ καταλλάσσεται πρὸς τὸν βασιλέα. καὶ ὁ αὐτοκράτωρ οψιδας πρὸς αὐτὸν ἐκπέμπει· οιτινες πρὸς τὴν κατάξηρον γῆν ἐκείνην ἀφικόμε- νοι, τοῦ ἀποστόλου Θωμᾶ τὸν τάφον προσκυνήσαντες καὶ κατ- ασπασάμενοι, καὶ τὰς βασιλικὰς κατασταλείσας λαμπάδας ὑπ- ανάψαντες, καὶ ἐμπορευσάμενοι λίθων τιμίων καὶ μαργαριτῶν. 456 εἰς τοσοῦτον γὰρ μετὰ τῶν αλλων μεγάλων κατορθωμάτων ὁ αὐτο- κράτωρ κεχάριστο, ὡς αλλα ἐξ αλλων συλλέγων καὶ συναθροίζων καὶ πρὸς τὸ ἀξιέραστον μεταφέρων. 33 Χρὴ ουν καὶ περὶ τοῦ Χρυσοτρικλίνου διηγήσασθαι· ο μηχανικώτατος αναξ πολυανθῆ τινὰ καὶ ευοδμον ῥοδωνιὰν ειναι, τῶν πολυχρόων [ἀνθῶν] καὶ λεπτοτάτων διαφόρων ψηφίδων ἀνθῶν ἀρτιφυῶν χροιὰς μιμουμένων· οι μέσοι τῶν ἑλικοειδῶν συμπλοκῶν περικλειόμενοι καὶ τῇ συνθέσει διαμορφούμενοι τὸ ἀσύγ- κριτον ἀποφέρονται. ἀργύρῳ τοῦτο ἐστεφάνωσε, καὶ δίκην αν- τυγος τοῦτο περιλαβὼν τοῖς ὁρῶσιν ἀκόρεστον ἐπιχορηγεῖ τὴν τέρψιν. 34 ̔Ο δὲ αὐτοκράτωρ τοὺς πολίτας ἠγάπησεν ὡς οἰκεῖα αὐτοῦ εκγονα, καὶ πλέον, καὶ αὐτοὺς περὶ πολλοῦ ἐποιεῖτο. καὶ τοὺς ἐξ εὐγενοῦς φύντας ἐκλογὴν ἐποιεῖτο. καὶ τοὺς μὲν ἀξιωμά- των καταλαμπρύνει τιμαῖς, τοὺς δὲ μεγαλοπρεπέσι φιλοτιμεῖται δωρεαῖς, καὶ συνεστίους καὶ ὁμοδιαίτους ποιεῖται, καὶ τὸ φίλ- τρον μᾶλλον ἐπηύξει τῆς ἐκείνου εὐνοίας, καὶ ἀντὶ πολλῶν σωμα- τοφυλάκων καὶ φρουρῶν καὶ σωτήρων τούτους μᾶλλον προέκρινεν ὡς πιστοὺς καὶ φιλοδεσπότας, καὶ τῆς οἰκείας σωτηρίας προκρίνειν τὸν ανακτα. 35 Τὴν δὲ δεξίωσιν τοῦ βρουμαλίου τοῦ πορφυρογεννή- του δεῖ ἐξειπεῖν. εθος γὰρ τοῖς πάλαι βασιλεῦσι τελούμενον, καὶ 457 ὁ πορφυρογέννητος εἰς εργον τοῦτο ἐξήνεγκεν. τὴν γὰρ ἡμέραν ἐν ῃ τὸ τῆς κλήσεως αὐτοῦ στοιχεῖον κάππα ἀποκεκλήρωται λαμπρο- τάτην ἑορτάζων πανήγυριν, πολυάνθρωπον ταύτην δεικνύει. καὶ ταῖς γὰρ πολυτελέσι καὶ πολυόψοις ἐκείναις τραπέζαις τὴν σύγ- κλητον απασαν δεξιούμενος χορηγίαις εὐεργετικωτέραις τὸ φαιδρὸν τῆς ἑορτῆς ἐπολλαπλασίαζεν, σηρικῶν περιβολαίων ἐπιδίδων, ἀρ- γυρίων πολλῶν καὶ ἀπείρων, ἐσθημάτων ἁλουργῶν, ξύλων ̓Ινδι- κῶν εὐωδίας, α ου τις ἀκήκοεν η γεγονότα τεθέαται. 36 Τὴν μουσικὴν οιδεν πᾶς τις ὡς θεῖον τί ἐστιν ευρημα καὶ τῇ ἀνθρωπίνῃ φύσει συντελοῦν. τί ουν ὁ εὐσεβὴς καὶ μεγα- λοφρονέστατος αναξ; ταύτης ἀντεποιεῖτο, καὶ δι' αὐτῆς ὑμνεῖν τὸ θεῖον οὐκ εληγεν. ἐντεῦθεν πανηγύρεις φαιδραὶ κατεφαιδρύ- νοντο, καὶ τῶν μαρτύρων ἑορταὶ κατελάμποντο, ποιμένων ἱερῶν καὶ διδασκάλων μνῆμαι περιηστράπτοντο. τοσοῦτον γὰρ ὁ ἀνὴρ ἐχαριτώθη ὡς χοροὺς ὑμνῳδῶν συγκροτεῖν καὶ ἀρχηγοὺς τούτοις ἐπινοεῖν, αὐτὸς πρὸ πάντων τούτοις συνὼν καὶ τῶν ψαλλομένων ἐπακροώμενος καὶ τὴν ψυχὴν ἡδυνόμενος καὶ χαιρόμενος. 37 Ουτως ἠγάπησεν ὡς