1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

169

αλλος οὐδεὶς τῶν πρὸ αὐτοῦ πιστῶν, καὶ μνήμῃ λαμπροτάτῃ τετίμηκεν καὶ τὸ εὐφυὲς τοῦ Χρυ- σοστόμου, ἐπαινῶν τὴν συνθήκην τῶν λόγων καὶ περιβολῶν καὶ τὰ τῶν κύκλων σχοινοτενῆ καὶ ἐνθυμημάτων, ἐν οις τὸν τῆς μετα- νοίας κήρυκα λαμπρῶς καὶ ἀγλαῶς ἐμεγάλυνεν. 458 38 Τὸν δὲ βασιλέα ̔Ρωμανὸν τὸν υἱὸν αὐτοῦ ουτως ἐφί- λησεν καὶ ἠγάπησεν ὡς αλλος οὐδείς, καὶ τοῦτον πρὸ πάντων παρῄνει εχειν τὴν κατὰ θεὸν εὐσέβειαν, επειτα καὶ λόγον καὶ ηθος καὶ βάδισμα καὶ γέλωτα καὶ στολὴν καὶ καθέδραν καὶ στάσιν βα- σιλικὴν ἐξεπαίδευεν. διὸ καὶ θείων ἐμφανειῶν ὁ πορφυρογέννητος ἠξιοῦτο, καὶ πρὸς αὐτὸν προέφησεν "εἰ ταῦτα φυλάξῃς, μακρό- βιος τῇ βασιλείᾳ ̔Ρωμαίων εσῃ." 39 Καὶ γυναῖκα τῷ βασιλεῖ ̔Ρωμανῷ τῷ υἱῷ αὐτοῦ δέ- δωκεν ουσαν ἐξ εὐγενῶν προγόνων, καλὴν μὲν τῷ σώματι, ὡραίαν δὲ τῇ οψει, κοσμίαν δὲ τῇ ψυχῇ, ὀνόματι ̓Αναστασίαν, τὴν τοῦ Κρατεροῦ θυγατέρα· η καὶ ὀνομασθεῖσα παρὰ τοῦ πορφυρογεν- νήτου Θεοφανὼ κατ' ἀξίαν, ὡς ἐκ τοῦ θεοῦ φανεῖσαν καὶ ἐκλε- χθεῖσαν. καὶ νυμφικὴ παστὰς ἐγνωρίζετο καὶ ἐτελεῖτο ἐν τῷ παν- θαυμάστῳ τρικλίνῳ τοῦ ̓Ιουστινιανοῦ τοῦ ῥινοτμήτου, καὶ χαρὰ καὶ εὐφροσύνη τῷ πορφυρογεννήτῳ περιελάμπετο αμα ̔Ελένῃ τῇ Αὐγούστῃ, ὡς τοιαύτης ἀρχαίας κόρης τῷ αὐτοῦ μνηστεῦσαι. 40 ̔Η δὲ Αὐγοῦστα ̔Ελένη νόσῳ τρυχομένη, ὁ φιλάγα-θος αναξ οὐκ ἐνέδωκεν τῇ πρὸς αὐτὴν διαθέσει καὶ στοργῇ, ἀλλὰ πάντα ἐν πᾶσι τὰ καταθύμια αὐτῆς ἐπλήρου. καὶ γὰρ ἡ Αὐγοῦ- στα ἠξίου παρὰ τοῦ νεωστὶ παρ' αὐτῆς κατασκευασθέντος ξενῶνος καὶ γηροτροφείου εἰς τὸ παλαιὸν Πετρίν, τὸ λεγόμενον τὰ ̔Ελένης, 459 διορίσασθαι τὸν ανακτα προάστεια καὶ χρυσοβούλλια καὶ ἐξόδους· ατινα μετὰ χαρᾶς ὁ πορφυρογέννητος ἐξεπλήρου. καὶ ην ἰδεῖν αὐτὴν τῇ ψυχῇ καὶ τῷ σώματι ἡδυνομένην καὶ χαιρομένην, ὡς ἀπείρου πόθου καὶ πλούτου ταύτην παρέχων. εχαιρεν δὲ πλεῖστον ὁρῶσα ̔Ρωμανὸν τὸν υἱὸν αὐτῆς βασιλέα καὶ τὰς θυγατέρας αὐτῆς Ζωὴν καὶ Θεοδώραν καὶ ̓Αγάθην συνούσας καὶ συνευφραινομένας αὐτῇ καὶ τῷ βασιλεῖ Κωνσταντίνῳ. καὶ γὰρ καὶ αὐτὸς ἐτίμα καὶ ἐφίλει, ἐν ἐξαιρέτῳ δὲ τῇ ̓Αγάθῃ ὡς ἀόκνως λειτουργοῦσα τῷ βα- σιλεῖ εἰς τὰς ἀρρωστίας αὐτοῦ, καὶ καταμηνύεσθαι δι' αὐτῆς τὸν βασιλέα τῶν σεκρέτων καὶ τῶν ἀρχόντων τὰ διοικήματα· ητις καὶ μεσῖτις ἀνεφαίνετο, καὶ οὐκ ἀνεφαίνετο μόνον, ἀλλὰ καὶ ἐγνωρί- ζετο καὶ ἐγένετο. 41 ̔Ο δὲ πορφυρογέννητος διὰ τὸ τὸν μάγιστρον καὶ δο- μέστικον τῶν σχολῶν Βάρδαν τὸν λεγόμενον Φωκᾶν ἀδυνάτως εχειν καὶ εἰς γῆρας ἐλάσαι τοῦ δομεστικάτου ἀποκινεῖ, καὶ ἀντ' αὐτοῦ προβάλλεται δομέστικον Νικηφόρον πατρίκιον καὶ στρατηγὸν τῶν ̓Ανατολικῶν, τὸν φίλτατον υἱὸν αὐτοῦ, ανδρα ἐν πολλοῖς καὶ δια- φόροις πολέμοις εὐδοκιμήσαντα καὶ αριστον ἀναφανέντα· καὶ τῇ ἡδυτάτῃ διαλαλιᾷ καὶ θωπείᾳ αὐτοῦ κοσμήσας τὰ στρατεύματα καὶ πρὸς τοὺς πολεμίους ̓Αγαρηνοὺς ἐχώρει, ὡς πάντα τὰ στρα- τεύματα θαρρεῖν καὶ ὡς ἐν ἰδίῳ χώρῳ παροικίαν ποιήσασθαι· 460 καὶ μήτε κρυπτομένων η βακχευόντων η ὑποστρεφόντων, ὡς εθος ην αὐτοῖς· ἀλλὰ πάντες τομῶς ἐχώρουν πρὸς τοὺς πολεμίους ταῖς ἀσπίσι περιφραξάμενοι καὶ τοῖς δόρασιν ἀμυνόμενοι καὶ κατὰ κράτος τοὺς ̓Αγαρηνοὺς ἀφανίζοντες. καὶ ην ἰδεῖν θάμβος καὶ εκπληξιν τοῖς ὁρῶσιν τὸν νικητὴν Νικηφόρον τὰς παρατάξεις καὶ δυνάμεις καὶ τὰ φοῦλκα τοῦ ἀθέου Χαμβαδᾶ συγκόπτοντα καὶ ἀπορραπίζοντα, καὶ τὴν τύχην τοῦ νικητοῦ ἀριστέως θαμβεῖσθαι καὶ μεγαλύνειν τοῖς ὁρῶσιν, ὡς τὰς πόλεις καὶ κώμας καὶ χώρας πυρὶ κατατεφρῶσαι καὶ αἰχμαλώτους αγειν καὶ ὑποσπόνδους τῇ βασιλείᾳ ̔Ρωμαίων προσφέρειν. καὶ δὴ πρὸς τὸν πιστὸν Κων- σταντῖνον ἀφικόμενος ἐπαίνων καὶ τιμῶν παρ' αὐτοῦ ἠξιώθη, οιον ἐν τοῖς πάλαι χρόνοις οἱ ̔Ρωμαίων στρατηγοὶ αν ἐκτήσαντο. 42 ̔Ο δὲ αναξ Κωνσταντῖνος μηδὲν τῶν πατρῴων αὐτοῦ οἰκοδομημάτων συγχωρῆσαι πεσεῖν, οὐδὲ τοῦτο τὸ μέγα λουτρόν, τὸ παρὰ Λέοντος τοῦ πατρὸς αὐτοῦ παρασκευασθὲν εἰς τὰ Μαρί- νης