1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

171

δεδημιουργημένον τὸν πορφυρογέννητον Κωνσταντῖνον. καὶ τοῦτο ισασι πολλοὶ τῶν εὐγνωμόνων καὶ τὸ θαῦμα τοῖς οὐκ εἰδόσι παραπεμψαμένων, ινα καὶ τὰ στοιχεῖα τὸ τοῦ πορφυρογεννήτου συμπενθήσῃ τέλος. ̓Αλλ' εἰ καὶ τὰ πλείω τῶν βασιλικῶν πρακτέων διαφεύγει τὸν νοῦν, εν δὲ τοῦτο τὸ τελευταῖον τοῖς εἰρημένοις προσθεὶς τὸ τοῦ λόγου πέρας ἀφίξομαι. (49) ἐτρέφετο πόθος καὶ εφεσις τῷ ανακτι τῷ ορει τοῦ ̓Ολύμπου καταλαβεῖν καὶ τοὺς ἐν αὐτῷ ἁγίους πατέρας ἐπόψεσθαι καὶ τῶν τιμίων αὐτῶν ἐπαπολαῦσαι εὐχῶν καὶ 464 τῇ μεταβάσει τῶν τόπων καὶ τῇ τῶν ἀέρων εὐκρασίᾳ τὸ ὑγιὲς αὐ- τῷ περιποιήσασθαι· ὑπεσμύχετο γὰρ αὐτῷ νόσος κρυφία, δι' ην καὶ ἰατρικαῖς ἐπιμελείαις εκδοτος ἐδείκνυτο, καὶ τῆς πρὸς τὸν Ολυμπον ἐξελεύσεως ἐδεῖτο τὸ μάλιστα. τούτῳ τῷ πόθῳ κάτοχος γεγονὼς αὐτίκα τοῦ δρομωνίου ἐπέβαινεν καὶ πρὸς χώρας τῶν Βι- θυνῶν ἐπεφοίτα καὶ πρὸς Πρίετον, ητις Πραίνετος παρὰ τῶν ἐγχωρίων ἐπωνόμασται, εκ τινος πατρίου θεοῦ Βιθυνῶν τὴν κλῆσιν ἐπιτεθεῖσα. ἐκεῖθεν πρὸς Νικαίαν ἐφίσταται, πόλιν ἀρχαιόπλου- τον καὶ πολύανδρον. ἀπὸ δὲ ταύτης εἰς φροντιστήριον μοναχῶν πρὸς τὰς ἐπορείας κείμενον ἀφίκετο τοῦ ἐκεῖσε δοξαζομένου μάρ- τυρος ̓Αθηνογένους· καὶ διὰ κιναβάρεως τοῦ πατρὸς αὐτοῦ γράμ- ματα ὁ ἐκεῖσε καθηγουμενεύων ὑπέδειξε τῷ ανακτι. φασὶ γὰρ οτι Λέων ὁ εὐσεβὴς βασιλεὺς ἐκεῖσε διερχόμενος, τὴν πορείαν ποιού- μενος πρὸς τὰς τοῦ ̓Ολύμπου ἀκρωρείας αἰτήσεως χάριν τοῦ δο- θῆναι αὐτῷ υἱὸν διάδοχον τῆς βασιλείας αὐτοῦ, καὶ ὁ τηνικαῦτα ἡγούμενος τῆς μονῆς Πέτρος προέφησεν αὐτῷ υἱὸν γεννῆσαι διά- δοχον τῆς βασιλείας αὐτοῦ· καὶ αὐτὸς μέλλει ἐξελθεῖν εἰς τὸν Ολυμπον εἰς τὰ τέλη τοῦ βίου αὐτοῦ. τὴν δὲ γραφὴν ὁ πορφυρογέννητος ἰδίαν ειναι Λέοντος τοῦ πατρὸς αὐτοῦ γνωρίσας ἀλη- θινὴν εφησεν ειναι τὴν πρόρρησιν τοῦ μοναχοῦ. ἀπὸ δὲ ταύτης πρὸς τὰς ἐπορείας τοῦ ̓Ολύμπου γίνεται, ̓Ολύμπου ἐκείνου ου καὶ Μυ-σίων πρόπαλαι γραφῇ παραδέδωκεν, Μυσῶν τὸ παλαιὸν ἐν τούτῳ 465 οἰκούντων. ἐκ δὲ τούτων ἐπὶ τὰς παραλογὰς καὶ δυσκολίας καὶ ἑλικοειδεῖς καὶ κρημνώδεις ἀναβάσεις μόλις διελθὼν ὁ αναξ, ταῖς κέλλαις τῶν ἱερῶν πατέρων καταλαβών, ους ἰδὼν κατασπασάμενος καὶ τὰς τούτων ψυχωφελεῖς εὐχὰς ἐφόδιον λαβὼν πρὸς τὴν Προῦ- σαν μετανίσταται, πόλιν ἀνδρὸς τὸ πάλαι Βιθυνῶν βασιλεύσαν- τος, ος ἀνδραγαθίας καὶ πολέμων τῶν τηνικάδε βασιλέων ὑπερ- αρθέντων σύμβολον μνήμης τὴν τοιάνδε πόλιν ἐξειργάσατο. ης οὐ πολλῷ αποθεν καὶ ὑποβρύχιος γέγονε, θερμῶν ἀναδόσεις βλέ- πων, ἐν οις μῦθοί φασιν ̔Ηρακλῆν κατὰ ζήτησιν Υλη περιπλα- νώμενον τὸν ἐξ Υλου φόνον τῷ λύθρῳ ἐναποσμήξασθαι. (50) ὁ δὲ αναξ παρὰ τῶν ἱερῶν πατέρων διδαχθεὶς ἐν τῇ κορυφῇ τοῦ ̓Ολύμπου ἀσκητὴν ειναι σημειοφόρον γέροντα ἐν σπηλαίῳ, πόθῳ τῷ πρὸς αὐτὸν ἠπείγετο. καὶ δὴ θείᾳ ἐκλάμψει ὁ γέρων ἐμφανι- σθεὶς ὡς τοῦ βασιλέως πρὸς αὐτὸν ἀφικομένου, τῆς κέλλης αὐτοῦ ἀπιών, μετάνοιαν δὲ βαλών, τὸ εὐλόγησον εφησεν. ὁ δὲ βασιλεὺς ἐρωτήσας "τίς τε ων καὶ πόθεν καὶ πῶς καὶ ποῦ παραγίνῃ;" εφη- σιν "τὴν πρόοδον τῆς βασιλείας σοῦ πρός με γνοὺς μᾶλλον πρὸς σὲ παραγίνομαι." ὁ δὲ θείαν ἀποστολὴν τὸν γέροντα ὑπονοήσας, τὰς τούτου εὐχὰς ἐφόδιον λαβὼν καὶ τὴν τῆς ζωῆς αὐτοῦ μετάστασιν μαθών, πρὸς τὰς κέλλας τῶν ἱερῶν πατέρων ὑπενόστησεν καὶ συνεστιαθεὶς αὐτοῖς τὸ τάχος πρὸς τὴν θάλασσαν κατῆλθεν. καὶ τοῖς πολλοῖς ἐλάνθανεν ὡς ειη νοσῶν· ενδον δὲ κατεδαπα466 νᾶτο καὶ κατηνάλωτο ὑπό τε τοῦ κοιλιακοῦ νοσήματος καὶ τοῦ πυρετοῦ. 51 ̓Αλλ' ω θνητῆς φύσεως νόμοι καὶ τύχης μεταβολαί, πρὸς οιους συνεπείγομαι καὶ ἐλαύνομαι θρήνους! ἐξ ου μεταβὰς καὶ κατευθὺ τείνας τὸν πλοῦν πρὸς τὴν βασιλίδα πόλιν κατέλαβεν, τῇ συνεχούσῃ νόσῳ κατατρυχόμενος καὶ βαλλόμενος. ἐπεὶ γὰρ ἡττᾶτο ὁ φοβερὸς βασιλεὺς παρὰ τῆς νόσου καὶ αἱ περὶ τοῦ ζῆν ἐλπίδες προεχώρουν, οὐκ ην οστις τὸν πορφυρογέννητον μὴ ἀπω- λοφύρετο