176
εχαιρον, καὶ ἐπηύχοντο τὸν καλῶς στρατηγοῦντα αὐτοῖς μάγιστρον. 11 ̔Ο δὲ ἀμηρᾶς τῆς Κρήτης, ὁ λεγόμενος Κουρούπας, τὰ συμβάντα πρὸς τοὺς ὁμόρους ̓Αγαρηνοὺς τῆς Σπανίας καὶ ̓Αφρικῆς ἐδηλοποίησεν καὶ βοήθειαν καὶ συμμαχίαν ῃτει. οἱ δὲ ἀποστείλαντες γαλέας εὐθυδρόμους τοῦ μαθεῖν τὸν ἀρχηγὸν καὶ τὸν στρατὸν καὶ τὴν κατάστασιν καὶ ὑποταγὴν τοῦ στρατοῦ πρὸς τὸν ἀρχηγὸν αὐτῶν, καὶ δὴ μετὰ πολλοῦ τοῦ τάχους πρὸς τὴν Κρήτην ἀφίκοντο, καὶ διὰ τῆς νυκτὸς διὰ σχοινίου εἰς τὸ κά- στρον εἰσῄεσαν, καὶ τὸν ἀμηρᾶν τὸν Κουρούπαν καὶ τοὺς πρού- χοντας τοῦ κάστρου ἐντυχόντες, ἐν ἀμηχανίᾳ καὶ ῥᾳθυμίᾳ καὶ ἀπογνώσει εἰδότες τὸ ο τι πράξαιεν κατὰ τοῦ ̔Ρωμαϊκοῦ στρατοῦ καὶ τοῦ μαγίστρου, περιπλακέντες τῷ τραχήλῳ τοὺς ἀποσταλέν- τας οὐδὲν ετερον προσεφθέγγοντο, τῇ χειρὶ σφίγγοντες, καὶ εκλαιον ὀδυρόμενοι, ἱκετεύοντες ἐκστρατεῦσαι τοὺς ἀμηράδας πρὸς συμμαχίαν καὶ βοήθειαν αὐτῶν, καὶ τὸ τάχος αὐτοὺς ἀπέστειλαν. οἱ δὲ παλινδρομήσαντες, πρὸς τοὺς ἀμηράδας ἀφί- κετο εκαστος, καὶ τῆς πολλῆς ἐξοπλίσεως καὶ ἐκστρατείας καρα- βίων, καὶ τὴν ἐκ τῶν διαφόρων ἐθνῶν συμμαχίαν καὶ συγκρό- τησιν καὶ τοῦ στρατηγοῦ τὴν διέγερσιν καὶ σύνεσιν καὶ τὴν πρὸς θεὸν πίστιν καὶ δικαιοσύνην καὶ ἀποστροφὴν παντοίων παθῶν εφησαν. οἱ δὲ θάμβους πλησθέντες οὐδαμῶς ἠθέλησαν βοήθειαν η συμμαχίαν αὐτοῖς δοῦναι. 478 12 Τοῦ δὲ στρατοῦ παρακαθεζομένου ἐν τῇ νήσῳ καὶ ἀπείρου χειμῶνος καὶ ὑετοῦ καὶ κρύου γενησομένου, καὶ τῶν σι- τίων καὶ τροφῶν δαπανηθέντων καὶ τῶν περιβολαίων διαλυθέν- των καὶ γυμνωθέντων καταναρκήσαντες οἱ τοῦ στρατοῦ οικαδε ἠβουλήθησαν ἀναστρέψαι. ὁ δὲ ἀνδρεῖος καὶ συνετὸς ἡγεμὼν Νικηφόρος τῇ διαλαλιᾷ καὶ τῇ ἡδύτητι τῶν λόγων αὐτοῦ πάντας κατέσχεν. εφη γὰρ πρὸς αὐτούς "ανδρες ἀδελφοί μου καὶ συ- στρατιῶται, λάβωμεν εἰς νοῦν τὸν τοῦ θεοῦ φόβον· ἀγωνισώμεθα τὴν τοῦ θεοῦ υβριν ἐκδικῆσαι· στῶμεν γενναίως ἐν τῇ Κρήτῃ κατ' ἐχθρῶν δυσσεβῶς ὡπλισμένων· λάβωμεν πίστιν τὴν τῶν φόβων φονεύτριαν· ἀναλογισώμεθα οτι ενδον ἐσμὲν τῆς Συριακῆς νήσου. μέγαν κίνδυνον ἡ φυγὴ ἀπὸ τῶν ωδε φέρει. ἐκδι- κήσωμεν τὰς φθορὰς τῶν παρθένων· τὰ τετιμημένα μέλη βλέ- ποντες τετρωμένα ὀδυνηθῶμεν τὰς καρδίας. οὐκ εστιν αμισθος ὁ κόπος καὶ ὁ κίνδυνος. στῶμεν καὶ καρτερήσωμεν εἰς ἀντιπαρά- ταξιν τῶν ἀρνητῶν τοῦ Χριστοῦ, καὶ Χριστὸς ὁ θεὸς συνεργήσει ἡμῖν, καὶ ὀλέσει τοὺς ἐχθροὺς ἡμῶν, καὶ πορθήσεται τὸ κάστρον τῶν ἀλαζόνων τοῦ Χριστοῦ." καὶ αλλα πολλὰ πρὸς αὐτοὺς παραινέσαντος ἀπεκρίθη εις ὑπὲρ πάντων "ηνοιξας ἡμῶν τὰς καρδίας, μάγιστρε. ἐστόμωσαν καὶ ωξυναν οἱ λόγοι τὰς δυ- νάμεις καὶ προθέσεις ἡμῶν. ἀνεπτέρωσας τὰς διανοίας ἡμῶν, καὶ ἑπόμεθα τῇ σῇ βουλῇ καὶ προστάξει, καὶ σὺν σοὶ ἀποθα- νοῦμεν." 479 13 ̓Εν δὲ τῷ ̓Οκτωβρίῳ μηνὶ τοῦ δευτέρου ετους τῆς βασιλείας ̔Ρωμανοῦ ἐγένετο σπάνη σίτου καὶ κριθῆς ἐν τῇ πόλει· ἐκράθη γὰρ ὁ σῖτος τῷ νομίσματι μόδιοι δʹ καὶ ἡ κριθὴ μόδιοι ʹ. καὶ ην θεάσασθαι τὸν ἐγρήγορον νοῦν ̓Ιωσὴφ προνοούμενον τὸ κοινόν. εὐθὺς ουν ἐξαποστέλλει εἰς τὴν ἀνατολὴν καὶ δύσιν τοῦ ἐξελάσαι συνωνὰς καὶ ἐμπορευτικὰ πλοῖα καὶ τοῦ κωλῦσαι τοὺς σιτοκαπήλους ἀποτιθέναι τὸν σῖτον· ην γὰρ ὁ ἀνὴρ δίκαιος καὶ ἀκροσωπόληπτος καὶ πιστός. οὐ πολὺς ουν ἐν μέσῳ χρόνος παρῆλθεν, ἑπτὰ η ὀκτὼ τῷ νομίσματι ἐπράθη. τοιοῦτος γὰρ ἐν ὁ ἀνήρ, σπουδαῖος καὶ θερμός, ὡς αλλον τῶν πρὸ αὐτοῦ η μετ' αὐτοῦ μὴ ἐξισωθῆναι. 14 Μαρτίῳ δὲ μηνὶ ὁ λεγόμενος Πετεϊνὸς μάγιστρος κατηγορήθη Βασίλειος ὀνομαζόμενος, ὑποθήκῃ τινῶν κακοσυμ- βούλων μοῦλτον μελετῆσαι· καὶ τοῦτον ὁ βασιλεὺς ἐξορίᾳ πέμπει, κἀκεῖσε τελευτᾷ. ὁ δὲ πατρίκιος καὶ δομέστικος τῆς ̔Εῴας ἐκ προσώπου τοῦ ἀδελφοῦ αὐτοῦ πεμφθεὶς ἐν τῇ ἀνατολῇ διὰ τὸ μὴ εὑρεῖν τὸν αθεον Χαμβδᾶν ἀσκέπαστον τὴν ἀνατολὴν καὶ ἐλάσαι κοῦρσα καὶ αἰχμαλωτίσαι καὶ πραιδεῦσαι τὴν ̔Ρωμαϊκὴν γῆν. καὶ ἑνωθεὶς τῷ στρατηγῷ