1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

177

Καππαδοκίας Κωνσταντίνῳ τῷ πατρικίῳ Μαλεΐνῳ καὶ τοῖς λοιποῖς στρατηγοῖς μετὰ τῶν ταγμάτων, καὶ τὴν ἐκστρατείαν τοῦ ἀλαζόνος ἐπιτυχὼν εἰς τὸν τόπον ̓Ανδρασσὸν λεγόμενον, συμβαλὼν κατὰ κράτος νενίκηκε, καὶ καταπολεμήσας 480 καὶ εἰς φυγὴν τρέψας. ην τότε θεάσασθαι νεκροὺς σκυλευομένους, καὶ ἀναιρουμένους τοὺς ἀλαζόνας ̓Αγαρηνούς, καὶ εἰς φυγὲν τρεπομένους, καὶ ἐν ἀνδραπόδων λόγῳ τούτους ζωγρουμένους καὶ μήτε ἁρμάτων [η ιππων] η φαρίων η χρημάτων η συγγενῶν μεταποιουμένους· ἀλλ' εκαστος ἀπὸ τῆς οἰκείας συμφορᾶς ἑαυτὸν περιέσωζεν. τότε δὴ τότε ὁ ἀλαζὼν καὶ ὑπερήφανος Χαμβδᾶς ἐχειροῦτο σταθέντος καὶ ὀκλάσαντος τοῦ φάρα ου τινὸς ἐπέβαινεν, εἰ μὴ ὁ μαγαρίτης ̓Ιωάννης ὁ ανθρωπος αὐτοῦ ἀποβὰς τοῦ ἰδίον φάρα ἐπέδοτο, αὐτοῦ κρατηθέντος καὶ τοῦ ἀλαζόνος περισωθέν- τος. πάντα δὲ τοῦ πολέμου κρατηθέντος λάφυρα αμα τῶν ζωγρηθέντων ἀρνητῶν τοῦ Χριστοῦ εἰς τὸ Βυζάντιον ἀπηνέγκατο καὶ ἐν τῷ θριάμβῳ ἐπόμπευσεν. 15 Τῶν δὲ Τούρκων ἐκστρατείαν ποιησάντων κατὰ τῆς Θρᾴκης, καὶ τοῦ πατρικίου Μαριανοῦ τοῦ ̓Αργυροῦ μονοστρα-τηγοῦντος ἐν τῷ θέματι τῆς Μακεδονίας καὶ κατεπάνω οντος τῆς δύσεως, συνήντησεν καὶ κατεπολέμησεν, καὶ πλείστους ζωγρήσας μετ' αἰσχύνης εἰς τὴν ἰδίαν χώραν ὑπονοστῆσαι ἐποίησεν. 16 Τοῦ δὲ αὐτοκράτορος ̔Ρωμανοῦ μαθόντος τὴν στενο- χωρίαν καὶ γύμνωσιν καὶ ενδειαν τῶν τροφῶν τοῦ στρατοπέδου, τῇ εὐβουλίᾳ τοῦ παρακοιμωμένου ̓Ιωσὴφ παρευθὺ τὰ πρὸς χορη- γίαν αὐτοῖς ἀπέστειλεν. οἱ δὲ βραχὺ ψυχαγωγηθέντες καὶ ἐπὶ μησὶν ὀκτωκαίδεκα σχεδὸν καὶ πλέον παρακαθίσαντες, καὶ τῆς τροφῆς καὶ δαπάνης τῶν Κρητικῶν δαπανηθείσης, καὶ εἰς ἀνάγ- κην προχωρούντων καὶ καθ' ἑκάστην πρὸς τὸν μάγιστρον αὐτομο- 481 λούντων, καὶ τῇ τὰ πάντα θεοῦ ἡνιοχοῦντος προστάξει τῇ τοῦ Μαρτίου μηνὸς τῆς εκτης ἰνδικτιῶνος ὁ δομέστικος τῶν σχολῶν τὸν στρατὸν πρὸς πολεμικὰς ωτρυνε παρατάξεις, διαφόρους συστησάμενος φάλαγγάς τε καὶ ἀσπίδας καὶ σάλπιγγας. ἐπεὶ δὲ ταῦτα συνέστησεν, τῶν ταγμάτων καὶ τῶν θεματικῶν ἀρχόντων καὶ ̓Αρμενίων καὶ ̔Ρὼς καὶ Σθλαβησιάνων καὶ Θρᾳκικῶν ἐπελθεῖν τῷ κάστρῳ ἐκέλευσεν. καὶ ην ἰδεῖν ὠθισμοὺς καὶ ἀντωθισμοὺς καὶ συγκρούσματα πρὸς ἀλλήλους, καὶ πετρῶν βολὰς καὶ βέλη καὶ μηχανικῶν ἑλεπόλεων πρὸς τὸ τεῖχος καὶ τὰς ἐπάλξεις τοῦ κάστρου, καὶ τοῖς ἀλαζόσι θάμβος καὶ εκπληξις καὶ φόβος ἐπιπεσών. καὶ βραχὺ τοῦ πολέμου κρατοῦντος τὸ κάστρον παρέλαβον. καὶ ἐν θεάσασθαι τοὺς Σαρακηνοὺς γυναῖκας καὶ παῖδας