1
Chronographia
ΧΡΟΝΟΓΡΑΦΙΑ ΣΥΓΓΡΑΦΕΙΣΑ ΕΚ ΠΡΟΣΤΑΓΜΑΤΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΦΙΛΟΧΡΙΣΤΟΥ ΚΑΙ ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΥ ∆ΕΣΠΟΤΟΥ, ΥΙΟΥ ΛΕΟΝΤΟΣ ΤΟΥ ΣΟΦΩΤΑΤΟΥ ∆ΕΣΠΟΤΟΥ ΚΑΙ ΑΥΤΟΚΡΑΤΟΡΟΣ .... ΑΡΧΟΜΕΝΗ ΟΠΟΥ ΕΛΗΞΕ ΘΕΟΦΑΝΗΣ ................. ............ ΤΩ ΒΑΣΙΛΕΙ ΜΙΧΑΗΛ ΥΙΟΥ ΘΕΟΦΙΛΟΥ ΤΟΥ ΚΟΥΡΟΠΑΛΑΤΟΥ, ΗΓΟΥΝ ΑΠΟ ΤΗΣ
ΒΑΣΙΛΕΙΑΣ ΛΕΟΝΤΟΣ ΤΟΥ ΑΡΜΕΝΙΟΥ. Τῶν δὲ καθ' εκαστα τὰς ὑποθέσεις ὁ αὐτὸς βασιλεὺς Κωνσταντῖνος φιλοπόνως συνέλεξε καὶ εὐσυνόπτως ἐξέθετο, νῆ τῶν μετέπειτα δῆλα
γίν ...... τῆς βασιλείας. Καὶ τοῦτο πάντως τῶν σῶν, ω φιλοσοφώτατε βασιλεῦ, καλῶν, μετά γε πολλῶν αλλων τε καὶ μεγάλων, τὸ τὰ τῷ χρόνῳ παραρρυέντα καὶ κεχωρηκότα πρὸς τὸ μὴ ον πρὸς παλινζωΐαν αυθις καὶ 4 παλιγγενεσίαν ἀναγαγεῖν, καὶ τοῦ τῆς ἱστορίας ἐπιμεληθῆναι καλοῦ, ἀλλὰ μὴ τοῖς πρὸ τοῦ τὴν βασιλικὴν ἐπειλημμένοις ἀμεληθῆναι ἀρχήν. οἱ μὲν γὰρ ζῆλον ἐζηλωκότες τοῖς ἀγαθοῖς ἀζήλω- τον ὑπεξῃρήσθωσαν τοῦ λόγου. τινὲς διενηνοχέναι ἐσπουδάκασι τῶν πολλῶν κατ' οὐδέν, οτι μὴ λόγου σύντροφοι ἀλλ' ἀγροικίας γεγόνασι κατεντρύφημα. τί γὰρ τοιοῦτον ἐξασκεῖν αὐτοκράτορα δεῖ, ο μὴ .... ἐπιφέρει τὴν ονησιν μετὰ λόγου γινομένων, δέον ἐπιμελεῖσθαι ἀνδρῶν καὶ τῆς λογικῆς οτι μάλιστα ἐπιστήμης, ἐξ ων τὸ κράτος βασιλείας, ὡς αν μὴ λάθοιεν κατὰ πρανοῦς φερό- μενοι ἀλογωθέντες οἱ ανθρωποι, καὶ κινδυνεύσῃ τοῦτο, ῳ τῶν πάντων διαφέρομεν, ἀφωνίᾳ παραδοθέν. ̓Αλλ' οσον μέν σοι πεπόνηται, πραότατε βασιλεῦ, περὶ τὴν λογικὴν καὶ τὴν τῶν ἀνδρῶν ἐπιμέλειαν, ινα ταλλα......, θεωρήσουσι μὲν οἱ σοφοί, οτι δὴ καὶ σύ, μᾶλλον δὲ δὴ σὺ σαφῶς, οτι γε καὶ ἐκεῖνοι σοφοί. ἱστορεῖς δὲ αὐτός, χεῖρα μόνως λαβὼν ἡμῶν διακονουμένην σοι, οσα τοῖς πρὸ σοῦ βεβίωται, καν ἀποχρώντως εχωσι τὸ φαῦλον καὶ οὐ λαμπρόν, ἐπεὶ καὶ τούτων ενεστι θηρᾶσαι τοῖς σπουδαίοις τὰ χρήσιμα. ἀμέλει τοιγαροῦν πάσης ἀσχολίας καὶ ἀργίας τὴν περὶ λόγου προτετιμηκὼς σπουδήν, ατε δὴ τούτου μάλιστα τοῖς ὑπηκόοις φιλομαθέσι τε καὶ φιλιστοροῦσιν ζῆλον καὶ ἀρετὴν ἐγγεννῶντος, τὰ μὲν ἐκ τῶν γεγραμμένων τὰ δὲ ἐκ τῶν ἀκοῇ 5 παραδεδομένων συνηθροικὼς ωσπερ τι κοινὸν διδασκαλεῖον προθεῖναι πᾶσιν ἐβουλεύσω καλῶς, ἐκείνην ταύτης ἀρχὴν ειναι νομίσας τῆς ἱστορίας ἀρίστην, τὴν τῷ μακαρίτῃ Θεοφάνει γενομένην κατάληξιν, ον κατὰ συγγένειαν καὶ ἀγχιστείαν, τὸ ειναι υἱωνὸς λαχών, ἀποσεμνύνεις τε ἐκ τῶν σῶν ἱκανῶς καὶ ἀντιλαμβάνεις αυθις παρ' αὐτοῦ τινὰ ευκλειαν. ̓Εκεῖνος μὲν ουν εἰς τὴν τοῦ κουροπαλάτου Μιχαὴλ βασι- λείαν καὶ ητταν τὴν ἐκ τῶν Βουλγάρων συμβᾶσαν αὐτῷ καταπρο- δοθέντος ὑπὸ τῶν ἑαυτοῦ κατέληγε, τῆς τοῦ Λέοντος μόνον μνησθεὶς ἀναρρήσεως, μηδὲν μήθ' οθεν ην μήθ' οπως ἐτράφη δῆλον τοῖς ἀναγινώσκουσι πεποιηκώς. ἡμεῖς δέ, ωσπερ τῇ κεφαλῇ τὰ αλλα μέρη συνάπτοντες, αὐτήν τε τὴν ἱστορίαν ὁλόσωμον ἀλλ' οὐχ ἡμιτελῆ ἀποδείκνυμεν, καὶ πρὸς τὸν ἑξῆς καὶ κάτω χρόνον τοῖς μὴ ῥᾳθυμότερον ζῶσι διαβιβάζομεν, κέρδος ἀλλ' οὐ ζημίαν αὐτοῖς ποριζόμενοι, ειγε δὴ καλὸν καὶ πρὸς ἀσφάλειαν ευοδον τῶν ἀγαθῶν τε καὶ μὴ τὸν βίον διαγινώσκειν.
6 {1ΠΕΡΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΛΕΟΝΤΟΣ. ΛΟΓΟΣ Α.}