2
σωτῆρος ἡμῶν θεοῦ τῇ παναχράντῳ θεοτόκῳ ἐφθέγξατο. ἐν ταύτῃ καὶ ὁ μονογενὴς υἱὸς τοῦ πατρὸς μετὰ τὴν ἐξ αὐτῆς ἄρρητον γέννησιν πᾶσαν πληρώσας οἰκονομίαν ἐκ νεκρῶν ἀνέστη· ἥνπερ καὶ κυριακὸν πάσχα οἱ ἅγιοι πατέρες ὠνόμασαν, ἀρχὴν λα βόντες κατὰ τὴν αὐτὴν ἁγίαν τῆς ζωηφόρου ἀναστάσεως ἡμέραν τοῦ πεντακισχιλιοστοῦ πεντακοσιοστοῦ τριακοστοῦ ἐννάτου ἔτους ἀπὸ κτίσεως κόσμου. καὶ τινὲς δὲ τῶν ἁγίων θεοφόρων πατέρων ἐν τῇ αὐτῇ ἔφασαν τῇ ἡμέρᾳ, δηλονότι τοῦ Μαρτίου μηνός, καὶ τὴν ἐπὶ γῆς δευτέραν τοῦ υἱοῦ καὶ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν γενήσεσθαι παρουσίαν, ἐν ᾗ κρινεῖ πᾶσαν πνοήν, ὡς τοῦ μέλλον τος αἰῶνος ἀπ' αὐτῆς πάλιν τὴν ἀρχὴν λαμβάνοντος. ὅτι ἐν αὐτῇ τῇ πρώτῃ ἡμέρᾳ, ἥτις ἦν κυριακή, ἤγουν τῇ μιᾷ τῶν σαβ βάτων, ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, πνεῦμα καὶ φῶς καὶ νυχθήμερον καὶ ἐκ τοῦ συμβεβηκότος τὸ σκότος, ὁμοῦ ἔργα ἑπτά. ὁ δὲ Ἀφρικανὸς τὴν πρώτην ἡμέραν νοητὴν λέγει διὰ τὸ ἀδιάγνωστον εἶναι τέως τὸ πρωτόκτιστον φῶς καὶ κεχυμένον. ἐν 1.8 τῷ δευτέρῳ δὲ νυχθημέρῳ ἐγένετο στερέωμα, ἔργον ἕν. στερέωμα δὲ ἐκλήθη τὸ δημιούργημα διὰ τὸ τὴν φύσιν τῶν ὑπερκειμένων ἢ ὑποκειμένων λεπτὴν εἶναι καὶ ἀραιάν, οὐρανὸς δὲ διὰ τὸ καθορᾶ σθαι τρόπον δέρρεως ὑπὲρ κεφαλῆς ἡπλωμένος. ἐν τῷ τρίτῳ νυχθημέρῳ φανέρωσις γῆς καὶ ἀναξήρανσις, παράδεισος, δένδρα παντοῖα, βοτάναι καὶ σπέρματα, ἔργα τέσσαρα. ξηρὰ δὲ ἐπε κλήθη ἡ γῆ, ἐπειδὴ καὶ ἴδιον αὐτῆς ἐστὶ κατὰ φύσιν τὸ πρόσρημα· τὸ γὰρ κυρίως ξηρὸν γῆ ἐστίν. ἐπειδὴ ὥσπερ τι βάρος ἀπέθετο τὰ ἐπικείμενα αὐτῇ ὕδατα, λοιπὸν βλαστάνειν προσετάχθη. ψυ χὴν δὲ ζῶσαν ἐξαγαγεῖν ἐκελεύσθη, ἵν' ἐκ τούτου γινώσκηται τῆς τε ἀλόγου ψυχῆς ἡ διαφορὰ καὶ τῆς ἀνθρωπείας· ἐκ γὰρ γῆς ἐφύη τῶν ἀλόγων ἡ ψυχή, ἡ δὲ τοῦ ἀνθρώπου ἐκ τοῦ θείου ἐμφυσή ματος συνέστη. καὶ ὅτι γεηρά ἐστι τῶν ἀλόγων ἡ ψυχή, ἐξ αὐ τῆς ἔστι γνῶναι πάλιν τῆς γραφῆς· εἴρηται γάρ, ψυχὴ παντὸς κτήνους τὸ αἷμα αὐτοῦ ἐστίν. αἷμα δὲ πηγνύμενον εἰς σάρκα μεταβάλλεται, σὰρξ δὲ φθειρομένη εἰς γῆν ἀναλύεται. εἰκότως οὖν γεώδης ἡ τῶν ἀλόγων ψυχή. τῇ τετάρτῃ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν ἥλιον, τὴν σελήνην καὶ τοὺς ἀστέρας, ἔργα τρία. τῶν φωστήρων γενομένων πολυμερὲς τῷ παντὶ παρεσχέθη ὄφελος, ἔκ τε τοῦ φαίνειν καὶ ταῖς οἰκείαις λαμπηδόσι καταυγάζειν τὸν κόσμον πλουσίως, ἔκ τε τοῦ ἀνίσχειν καὶ καταδύεσθαι τὴν τῶν χρόνων ἀπαρίθμησιν γίνεσθαι. ἀλλὰ καὶ τῶν σημείων, οἷά ἐστι διὰ τῆς σελήνης φαίνεσθαι. λεπτὴ γὰρ οὖσα ταῖς κεραίαις καὶ καθαρὰ 1.9 περὶ τὴν ἡμέραν σταθηρὰν εὐδίαν κατεπαγγέλλεται, παχεῖα δὲ ταῖς κεραίαις καὶ ὑπέρυθρος φαινομένη ἢ ὕδωρ λάβρον ἀπὸ νεφῶν ἢ χειμῶνα ἔσεσθαι μηνύει. ὡσαύτως καὶ ὁ ἥλιος ἀνθρακώδης γενόμενος καὶ ὕφαιμος ταῖς ἀκτῖσιν ἢ τὸ ἀπαύγασμα βιαίαν κίνη σιν δηλοῖ ἐπιγενέσθαι. καὶ μάρτυρες τούτων πλωτῆρες καὶ γεωρ γοὶ καὶ ὁδοιπόροι. τῇ εʹ ἡμέρᾳ τὰ ἑρπετά, τὰ νηκτὰ πάντα, κήτη ἰχθύες καὶ ὅσα ἐν τοῖς ὕδασιν, ἔτι τε καὶ πετεινά, ἔργα τρία. τῇ ϛʹ ἡμέρᾳ τὰ τετράποδα, τὰ ἑρπετὰ τῆς γῆς, τὰ θηρία καὶ τὸν ἄνθρωπον, ἔργα τέσσαρα. ὁμοῦ πάντα τὰ ἔργα εἰκοσιδύο, ἰσάριθμα τοῖς Ἑβραϊκοῖς γράμμασι καὶ ταῖς εἰκοσιδύο αὐτῶν βί βλοις καὶ ταῖς ἀπὸ Ἀδὰμ ἕως Ἰακὼβ εἰκοσιδύο γενεαρχίαις, ὡς ἐν Λεπτῇ φέρεται Γενέσει, ἣν καὶ Μωσέως εἶναί φασί τινες ἀποκά λυψιν. αὕτη τὰς οὐρανίους δυνάμεις τῇ πρώτῃ ἡμέρᾳ λέγει ἐκτί σθαι. τίνος δὲ χάριν τὴν ζʹ ἡμέραν εὐλόγησεν ὁ θεός, καὶ οὐ πάσας; φασί τινες. λέγομεν οὖν ὅτι ἑκάστη τῶν ἄλλων ἐκ τῆς ἐν αὐτῇ γενομένης δημιουργίας ἔσχε τὴν εὐλογίαν· ἐπειδὴ δὲ ἔμελ λεν αὕτη μόνη μένειν ἀγέραστος, μηδεμιᾶς ἐν αὐτῇ γενομένης δημιουργίας, τούτου χάριν ηὐλογήθη καὶ αὕτη ὑπὸ τοῦ θεοῦ καὶ ἡγιάσθη, καὶ σάββατον ὡς καταπαύσιμος προσηγορεύθη, καὶ ὡς τύπος τῆς ἑβδόμης χιλιοετηρίδος καὶ τῆς τῶν ἁμαρτωλῶν συντε λείας, ὡς Ἰώσηπος μαρτυρεῖ καὶ ἡ Λεπτὴ Γένεσις.