307
βασιλείᾳ." οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ τῶν θεμάτων πολλὰ καταναγκαζομένων διὰ τὰς ἐπιτεθείσας αὐτοῖς ἀπαιτήσεις παρὰ Νικηφόρου ἀποσκιρτήσαντες ἀνηγόρευσαν βασι λέα Βαρδάνιον, ᾧ ἐπίκλην Τοῦρκος. ὅς γε δυσφορῶν ἐπὶ τούτῳ 2.33 παρῃτεῖτο, μὴ δυνηθεὶς δὲ διαδρᾶναι βιαζόμενος ὑπ' αὐτῶν κατ ῆλθεν ἐν Χρυσουπόλει εὐφημούμενος. τούτων δὲ γενομένων Λέων καὶ Μιχαὴλ τῷ βασιλεῖ προσερρύησαν, ὧν ὁ μὲν τῆς τῶν φοιδε ράτων ὁ δὲ τῆς τοῦ κόμητος κόρτης τὴν ἀρχὴν ἐγχειρίζονται, Θωμᾶς δὲ μέχρι κινδύνων τῷ ἰδίῳ δεσπότῃ ἀφοσιοῖ τὰ τῆς πί στεως. εἶτα τὸν τοῦ θεοῦ φόβον ἐν καρδίᾳ κεκτημένος ὁ Βαρδά νιος, καὶ δεδιὼς μή πως δι' αὐτὸν ἐμφύλιος γένηται πόλεμος, λάθρᾳ πρὸς τὸν βασιλέα ἐκπέμπει λόγους ἀπαθείας ζητῶν. καὶ λαβὼν ναυσιπόρος διέδρα νυκτός, καὶ ἀπελθὼν ἐν τῷ Καταβολίῳ εἰς τὴν τοῦ Ἡρακλείου μονὴν γέγονε μοναχός. ὁ δὲ μετ' αὐτοῦ λαὸς οἴκαδε ᾤχετο. σχηματισάμενος δ' ὁ βασιλεὺς ἀγαγεῖν τὸν Βαρδάνιον ἐν τῇ πόλει δρόμωνα ἐξαπέστειλε. τοῦ δὲ παραγενο μένου ἐν τῇ Πρώτῃ νήσῳ πρὸς τὴν μονὴν ἣν αὐτὸς κατεσκεύασε, προάστειον οὖσαν αὐτοῦ, ἐκτυφλοῦται ὑπὸ Λυκαόνων τινῶν γνώμῃ τοῦ βασιλέως. διὸ ἐπὶ τῇ τοιαύτῃ ὑποκρίσει δῆθεν λυπηθείς, πάντας μεθ' ὅρκων ἐπληροφόρησεν ἀναίτιον αὐτὸν εἶναι τοῦ τοιού του δράματος ὁ μηδέποτε εὐορκήσας.
Τῷ βʹ ἔτει ἔστεψε τὸν υἱὸν αὐτοῦ Σταυράκιον, ἀποίητον ὄντα τῇ τε ἰδέᾳ καὶ γνώμῃ καὶ ῥώμῃ. τούτῳ τῷ ἔτει ἐξῆλθε κατὰ Ἀράβων, καὶ μετ' αἰσχύνης ἡττηθεὶς ὑπέστρεψε, παρὰ μικρὸν συσχεθεὶς καὶ αὐτός, εἰ μή τινες τῶν ἀρχόντων ἀνδρειότατοι τοῦ τον μόλις περιεσώσαντο. 2.34 Τῷ γʹ ἔτει εὑρὼν μικρὰν ἄδειαν ἔκτισεν Ἄγκυραν Γαλατίας καὶ τὴν Θήβαν καὶ τὴν Ἀνδρασόν. Τῷ δʹ ἔτει Ταράσιος ὁ ἁγιώτατος πατριάρχης Κωνσταντι νουπόλεως ἀπεβίω ἐνδόξως, καὶ ἐτάφη ἐν τῷ ὑπ' αὐτοῦ κτισθέντι μοναστηρίῳ ἐν τῷ στενῷ. τῇ δʹ τῆς πρώτης ἑβδομάδος τῶν νη στειῶν καὶ τῇ μεγάλῃ κυριακῇ ἐχειροτονήθη Νικηφόρος ὁ ἁγιώτα τος πατριάρχης ἀπὸ ἀσηκρῆτις, ψήφῳ παντὸς λαοῦ καὶ τοῦ βα σιλέως καὶ τῶν ἱερέων. Πλάτων δὲ καὶ Θεόδωρος ἡγούμενος τῶν Στουδίου οὐ συνηυδόκησαν τῇ χειροτονίᾳ Νικηφόρου, ἀλλὰ καὶ σχίσμα ἐποίησαν, αἰτίαν δῆθεν εὔλογον ἔχοντες τὸ μὴ δεῖν ἀπὸ λαϊκῶν ἀθρόως εἰς ἐπίσκοπον ἀνατρέχειν· οὓς ὁ βασιλεὺς τῆς πόλεως ἀπελάσαι βουληθεὶς ἀνετράπη παρά τινων. καὶ οὐκ ἦν τὸ πρᾶγμα ξένον οὐδὲ προσφάτως ἐπινοηθέν, ἀλλὰ καὶ πολλοὶ ἄλλοι ἀπὸ λαϊκῶν ἐπεσκόπησαν, ἀξίως τῷ θεῷ ἱερατεύσαντες. τούτῳ τῷ ἔτει Ἀαρὼν ὁ τῶν Ἀράβων ἀρχηγὸς ἐπεστράτευσε κατὰ Ῥωμανίας μετὰ χιλιάδων τʹ, καὶ ἐλθὼν εἰς τὰ Τύανα ᾠκοδόμησεν οἶκον τῆς βλασφημίας αὐτοῦ, καὶ παρέλαβε κάστρα ἄπειρα. ἀπέστειλε δὲ κοῦρσον ξʹ χιλιάδας ἕως Ἀγκύρας, καὶ ἀφανίσας πάντα ὑπέστρεψεν. ἐξῆλθε δὲ καὶ ὁ Νικηφόρος ἐν ἀπογνώσει τὰ γενναῖα τῆς ταλαιπωρίας ἐπιδεικνύμενος, καὶ δὴ σκεψάμενος πέμ πει πρὸς αὐτὸν εἰρήνην γενέσθαι, δηλώσας οὕτως "ἵνα τί ἐπιχαί ρεις ταῖς ἀδικίαις καὶ ταῖς αἱματεκχυσίαις, μὴ ἀρκούμενος εἰς τὰ ἴδια, ἀλλὰ παραβαίνεις ὅρκους ἀρχαίους καὶ πατρῴους; ποῖος 2.35 γάρ σοι προφήτης θεῖος ταῦτα ποιεῖν εἴρηκεν; οὐχὶ Μουχούμετ ὁ προφήτης σου παρήγγειλεν ὡς ἀδελφὸν ἔχειν Χριστιανὸν πάντα καὶ λέγειν; μὴ γὰρ ὁ πάντων θεός, ὁ δημιουργὸς καὶ προνοητὴς ἀμφοτέρων, αἵμασιν ἀνθρώπων ἀδίκως ἐκχυνομένοις χαίρει; μὴ γένοιτο. ἢ ἀργυρίου καὶ χρυσίου καὶ τῶν λοιπῶν ὑστερούμενος ἐξῆλθες ἀδικῆσαι τοὺς μηδὲν ἀδικήσαντάς σε; καίτοι γε τὰ κάλ λιστα καὶ ἡμῖν δυσπόριστα καὶ ἐπέραστα κατακόρως ἔχεις. εἰ δέ τινος τῶν ἡμετέρων ἐνδεὴς εἶ, αὐτίκα παρέξομεν φιλοστοργίας τρόπῳ. μὴ τοίνυν ὡς ἀθάνατοι καὶ ἄθεοι κατ' ἀλλήλων στρα τευώμεθα, καὶ τὸν ἐκ δαιμόνων κατ' ἀνθρώπων πόλεμον ἐκ φθό νου μιμώμεθα, γινώσκοντες ὅτι μικρὸν ὕστερον τελευτήσομεν καὶ πρὸς κριτὴν ἀδέκαστον ἀπελευσόμεθα, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ." ταῦτα τοῦ