328
καταλειφθὲν ναυτικὸν ἐν τῇ πολιορκίᾳ τῆς πόλεως, 2.87 πυθόμενον τὴν ἧτταν τοῦ ἀποστάτου, προσκεχώρηκεν ἅπαν τῷ βασιλεῖ. ὁ δ' ἀποστάτης εἰς τοῦτο ἀφῖκτο μανίας παρὰ τῶν συμμαχούντων αὐτῷ, ὡς ἔοικεν, δαιμόνων, καὶ τὴν τῆς βασι λείας εἰσέτι ὠνειροπόλει κατάσχεσιν, ὅτι πάντοθεν συντριβόμενος καὶ μικρὸς ἐκ μεγάλου γινόμενος ἔτι προσελιπάρει τῇ πολιορκίᾳ. ὡς δ' ἐγνώκει μάτην πονῶν, ἄρας παντὶ τῷ στρατῷ εἴς τι πεδίον ∆ιάβασιν κατονομαζόμενον, σταδίους ἀπέχον τῆς πόλεως ἱκανούς, εὐφυῶς ἔχον πρός τε νομὰς καὶ ὑδάτων ὑπορροάς, στρατοπεδείαν ἐπήξατο, κἀκεῖθεν ποιούμενος προνομὰς τῶν τῆς πόλεως προα στείων τὰς ἀγλαΐας ἀπέκειρεν. ἐνεφανίζετο δὲ τοῖς κατὰ τὴν πόλιν ὡς τὸ πρότερον οὐδαμῶς. τοῦτο δὲ συνεὶς ὁ Μιχαήλ, ἀξιόλογον συστησάμενος στράτευμα καὶ στρατηγοὺς ἐπιστήσας αὐτῷ τὸν Κατάκηλαν καὶ τὸν Ὀλβιανόν, αὐτός τε τὰς φυλαττούσας ἐν τῷ παλατίῳ σχολὰς εἰληφὼς καὶ τὰς ἑταιρείας, ἔξεισι κατὰ τοῦ τυ ράννου, διὰ σταδαίας μάχης κρῖναι τὸ πᾶν βουληθείς. ἔνθα δὴ καὶ ὁ τύραννος κατεστρατοπεδευμένος εὐρώστως ὑπεδέξατο τὸν βασιλέα, καὶ συμπλοκῆς γενομένης καταστρατηγῆσαι τάχα τοὺς ἀντιπάλους βουλόμενος ὁ Θωμᾶς ἅμα τῇ συμβολῇ νῶτα δοῦναι τοῖς περὶ αὐτὸν προσέταξεν, εἶτα τῶν ἐναντίων εἰς διωγμὸν τρα πέντων ἐκ παλινδιώξεως ἐπιστραφῆναι τούτους καὶ τῷ παραδόξῳ τρέψασθαι τῆς ὑποστροφῆς. καὶ ἦν μὲν αὐτῷ τοιαύτη παραγγε λία, οὐκ ἔμελλε δὲ ἄρα εἰς ἔργον ἐκβῆναι τὰ μεμελετημένα. οἱ γὰρ σὺν αὐτῷ στρατιῶται πολὺν χρόνον γυναικῶν καὶ τέκνων 2.88 στερόμενοι δι' αὐτὸν καὶ τὰς χεῖρας χραίνοντες ὁμογνίοις αἵμασιν, ἅμα δὲ καὶ τῷ χρόνῳ πεπιεσμένοι (τρίτον γὰρ ἐξηνύετο ἔτος, καὶ ἀνηνύτοις ἐδόκουν ἐπιχειρεῖν ἀνδρὸς ἑνὸς ἀπονοίᾳ καὶ ἐπιθυμίᾳ δουλεύοντες), τὸ κελευσθὲν ὡς ἕρμαιόν τι λαβόντες, τῆς σάλ πιγγος ἠχησάσης τὸ ἐνυάλιον καὶ εἰς χεῖρας συμπλοκῆς τῶν ταγμάτων ἐλθόντων, οὐ δοκήσει τὴν τροπὴν ὡς παρηγγέλθησαν ἐποιοῦντο, ἀλλ' ἀτάκτως καὶ κόσμου χωρὶς τὴν τάξιν διαλελυ κότες ἐσκεδάννυντο. καὶ οὕτως νῦν μὲν ὀλίγοι αὖθις δὲ πλείους τῷ βασιλεῖ προσχωροῦσιν. ὁ δὲ Θωμᾶς σὺν ὀλίγοις τισὶν εἰς Ἀδριανούπολιν περισώζεται. ὁ δὲ τούτου παράγραπτος καὶ νόθος υἱὸς Ἀναστάσιος τὸ τῆς Βιζύης φεύγων κατέσχε φρούριον. ὁ δὲ βασιλεὺς ἐκ ποδὸς τούτοις ἑπόμενος πρῶτον ἔγνω πολιορκεῖν τὸν Θωμᾶν. ὅθεν ἐπάγει αὐτῷ πολιορκίαν, οὐ διὰ μηχανῶν καὶ ἑλεπόλεων σπουδάζων αὐτὸν καθελεῖν, ἅμα μὲν τὸν ἐμφύλιον εὐλαβούμενος πόλεμον, ἅμα δὲ καὶ τοὺς προσοικοῦντας τῇ Ἀδρια νουπόλει Σκύθας μὴ ἐθέλων τῶν πολιορκητικῶν ὀργάνων πεῖραν λαβεῖν, ἀλλὰ λιμῷ καὶ ἀνάγκῃ τῶν ἐπιτηδείων ἐπειγόμενος τὸν ἀντίπαλον παραστήσασθαι· καὶ δὴ παρακαθίσας τὴν Ἀδριανού πολιν καὶ χάρακι καὶ σταυρώμασι στεφανώσας ἐνεργῶς ἐπολιόρκει. ὁ δὲ Θωμᾶς πρῶτον μὲν πᾶσαν ἄχρηστον ἡλικίαν καὶ πᾶν ζῷον ἀνεπιτήδειον τῆς πόλεως ἐξωθεῖ, ἔπειτα, ὡς ἤδη ἤκμαζεν ὁ λιμὸς καὶ σωτηρίας ἐλπὶς οὐδαμοῦ, οἱ μὲν τῶν συνόντων αὐτῷ λάθρᾳ διά τινων πυλίδων κλέπτοντες τὴν ἐξέλευσιν, οἱ δὲ διὰ τῶν τειχῶν 2.89 καθιμώμενοι νύκτωρ φέροντες ἑαυτοὺς τῷ βασιλεῖ παρεδίδοσαν, ἄλλοι δὲ πρὸς τὸν τοῦ ἀποστάτου νόθον υἱὸν Ἀναστάσιον εἰς τὸ Βιζύης πτολίεθρον ἀπεδίδρασκον. ἐπεὶ δὲ τοῖς πολιορκουμένοις ἤδη τὰ ἀναγκαῖα κατεδήδοτο, ἥψαντο δὲ καί τινων ἀήθων βρω μάτων, ἐχώρει δὲ ἡ ἀνάγκη καὶ μέχρι τῶν σεσημμένων σκυτῶν καὶ τῶν καττυμάτων, καὶ τούτοις ἀναγκαζόμενοι ἐσιτοῦντο, λά θρᾳ πρὸς λόγους ἐλθόντες τῷ Μιχαήλ, καὶ τῶν ἡμαρτημένων συγχώρησιν ἐξαιτήσαντες καὶ λαβόντες, τὸν Θωμᾶν πεδήτην προσάγουσι τῷ ἐχθρῷ. ὁ δὲ τὸ δόξαν πάλαι τοῖς βασιλεῦσι καὶ εἰς συνήθειαν ἤδη ἐλθὸν πρῶτον τελέσας, καὶ ἐπ' ἐδάφους ἁπλώσας αὐτὸν καὶ τοῖς ποσὶ τὸν αὐχένα τούτου πατήσας, ἀκρω τηριάζει ποδῶν αὐτὸν καὶ χειρῶν, ὄνῳ τε ἐπικαθίσας θεατρίζει διὰ τοῦ στρατοπέδου, οὐδὲν ἄλλο ἐπιβοώμενον ἀλλ' ἢ "ἐλέησόν με, ἀληθῶς βασιλεῦ." ἐρομένου δὲ τοῦ βασιλέως εἴ τινες τῶν αὐτῷ συνόντων καὶ ἕτεροι