341
δύο τὴν ἀριστείαν καὶ εὐφυΐαν ἁπάσῃ τῇ πόλει ἐνδείξασθαι. τούτου δὲ γενομένου καὶ τοῖς ἀπειροτέροις τέρψιν παρέχοντος τῇ ὁράσει, Θεόδωρος ὁ τὴν ἐπωνυμίαν Κρατερός, ὁ καὶ μετὰ βραχὺ τῆς τῶν ἁγίων τεσσαρα κονταδύο μαρτύρων φάλαγγος ἀρχηγὸς γεγονώς, πλησίον τῷ βα σιλεῖ παρεστὼς ἐξεμυκτήριζε τὸν Ἀγαρηνόν, μηδὲν ἀνδρεῖον φά σκων μηδὲ καταπληκτικὸν ἐνδεικνύμενον. ᾧ καὶ χαλεπήνας ὁ βα σιλεύς "ἀλλὰ σύ, ὦ θηλυδρία καὶ ἄνανδρε, δύνασαί τι τοιοῦτον ἐργάσασθαι;" ὑπολαβὼν δὲ ὁ Κρατερός "δύο μὲν βασιλεῦ μὴ μαθὼν οὐδὲ μεταχειρίσασθαι δόρατα δύναμαι· οὐδὲ γὰρ ἐν πο λέμῳ τοιαύτης φλυαρίας χρεία· ἑνὶ δὲ χρησάμενος τὴν εἰς θεὸν πεποίθησιν ἔχω βεβαίαν ὡς κρημνίσω τε τοῦτον καὶ τοῦ ἵππου καταβαλῶ." ἐπὶ τῷ λόγῳ δὲ θυμωθεὶς ὁ βασιλεὺς ἦ μήν, ἔφησε κατὰ τῆς ἑαυτοῦ κεφαλῆς τὸν ὅρκον ἐπαγαγών, θανάτῳ παρα δοῦναι τὸν Κρατερόν, εἰ μὴ τοὺς λόγους εἰς ἔργον ἀγάγοι. ἀνα βὰς οὖν εὐθὺς τὸν ἵππον ὁ Θεόδωρος καὶ δόρυ λαβὼν συνεπλέ κετο τῷ Σαρακηνῷ, καὶ ἐν οὐ μακρῷ τῷ χρόνῳ τοῦ ἵππου αὐτὸν κατεκρήμνισεν. ᾐσχύνθη μὲν οὖν ὁ βασιλεὺς καταβεβλημένον ἰδὼν τὸν Σαρακηνὸν ὑπ' ἀνδρὸς εὐνούχου, ὅμως τὴν ἀρετὴν 2.125 αἰδεσθεὶς τοῦ ἀνδρὸς λόγῳ τε ἐφιλοφρονήσατο, καὶ στολὰς καὶ περιβολάς, τὴν πολιτείαν αἰδούμενος, ἐδωρήσατο αὐτῷ. Ἤδη δὲ τοῦ ἔαρος ὑπολάμποντος δύναμιν πάλιν ἠθροικὼς ὁ Θεόφιλος ἔξεισι κατὰ τῶν Σαρακηνῶν, καὶ τὸν ὅσιον Μεθόδιον ἐκ τῆς ὑπερορίας ἀνακαλεσάμενος εἶχε μεθ' ἑαυτοῦ, εἰθισμένον αὐτῷ ἐν τοῖς πολέμοις τοῦτο ποιεῖν, εἴτε τοῦ ἀσαφῆ ἕνεκα καὶ πολλοῖς ἄγνωστα διαλύειν διὰ τῆς ἐνυπαρχούσης αὐτῷ σοφίας, εἴτε καὶ ἐπαναστάσεις φυλαττόμενος παρ' αὐτοῦ τινὰς παθεῖν διὰ τὸν κατὰ τὸν θείων καὶ σεπτῶν εἰκόνων πόλεμον· οὐ μικρῶς γὰρ ἐσέβετο τὸν ἄνδρα τὸ τῆς πόλεως ἔκκριτον καὶ φιλόθεον. διά τοι τοῦτο καὶ κατόπιν ἐᾶν αὐτὸν οὐκ ἐφαίνετο συμφέρον τῷ βασιλεῖ. τέως δ' ὅμως συμπεσόντων ἀλλήλοις τῶν στρατευμάτων, καὶ τῶν Ἰσμαηλιτῶν ὑπερτερούντων, κύκλωσιν ὑπέστη ὁ βασιλεὺς καὶ ἤδη ἁλώσιμος ἦν. ὁ δὴ καὶ μαθὼν Μανουὴλ ὁ τοῦ στρατοῦ ἐξηγού μενος, καὶ δεινὸν ἡγησάμενος δορυάλωτον βασιλέα Ῥωμαίων ἰδεῖν, τοὺς περὶ αὐτὸν ἀναθαρρύνας εἰσῄει μετὰ θάρσους τὸν κίνδυνον. ὡς δ' εὗρε καμόντα τὸν βασιλέα καὶ τὴν σωτηρίαν ἀπεγνωκότα, προφασιζόμενον δὲ μὴ βούλεσθαι τὸν λαὸν φεύγοντα καταλιπεῖν, "ἄγε δὴ" φησίν, "ὦ βασιλεῦ, ἕπου μοι προπορευο μένῳ καὶ τὴν ὁδόν σοι εὐρύνοντι." ὡς δ' ὁ Μανουὴλ ἐξῄει, ὁ βασιλεὺς δὲ κατεπτηχὼς οὐχ εἵπετο, πάλιν ἐκ δευτέρου ὑποστρέ ψαι ἠναγκάσθη. ὡς δὲ καὶ πάλιν ἠστόχησε, τὸ τρίτον ἐπιστρα 2.126 φεὶς θάνατον ἠπείλησεν εἰ μὴ ἕποιτο, καὶ οὕτως ὀψὲ καὶ μόλις τοῦ κινδύνου διέσωσε. διὸ τιμαῖς τοῦτον ἀνταξίοις ἐδεξιώσατο καὶ δωρεαῖς ἐθεράπευσεν, εὐεργέτην καὶ σωτῆρα ἀποκαλῶν. ἀλλ' ὁ φθόνος ἴσχυσε κατὰ τοῦ τοιούτου ἀνδρός, καὶ εἰς καθοσίωσιν ἐκ λοιδορίας κατεγκλήθη. ὅθεν καὶ κίνδυνον οὐ μικρὸν ἑαυτῷ ἐνηρ γημένον κατανοήσας, καὶ διά τινος τῶν πιστοτάτων πληροφορηθείς, δούλου μὲν γεγονότος αὐτοῦ οἰνοχοοῦντος δὲ τότε τῷ βασιλεῖ Θεοφίλῳ, ὡς μέλλοι τοῦτον ἀποτυφλοῦν, ἀποστασίαν τολμᾷ καὶ πρὸς Ἀγαρηνοὺς μετατίθεται, μέγας καὶ παρ' αὐτοῖς ὀφθεὶς καὶ μεγίσταις τιμαῖς γεραιρόμενος. στρατόν τε γὰρ ἐνεπιστεύθη πο λύν, καὶ κατὰ τῶν γειτονούντων ἐχθρῶν, οἳ οὕτω δὴ Κερμάται καλοῦνται, ἐπέμφθη. ὃς μηδένα ἕτερον ἕπεσθαί οἱ θελήσας ἀλλ' ἢ μόνον τοὺς ἐν φυλακαῖς καθειργμένους Ῥωμαίους αὐτῷ συστρα τεύεσθαι, νίκας μεγίστας καὶ καλλίστας ἠνέγκατο, ὡς καὶ αὐτὸ τὸ λεγόμενον Χωροσὰν ἐκπολιορκῆσαι. οὐ γὰρ μόνον τὸ κατ' ἀνδρίαν διαφέρον ἐξέπληξε τοὺς ἐναντίους, ἀλλὰ καὶ ἡ τῆς δια λέκτου παραλλαγὴ καὶ ἡ τῶν σχημάτων μεταβολὴ καὶ ἡ τοῦ πο λέμου παράδοξος ἐξαλλαγὴ εἰς δειλίαν οὐ τὴν τυχοῦσαν συνήλασε τοὺς πολεμίους. καὶ οὐ κατὰ τῶν ἐχθρῶν μόνον οὕτως ὤφθη γενναῖος, ἀλλὰ καὶ κατὰ θηρίων ἀγρίων πημαινομένων