333
χρεὼν ἐμὲ τὸν τῆς βασιλείας διάδοχον, ἵνα μὴ ἀχάριστος δόξῃ τοῖς εὐεργέταις, ὀφειλέτην κατέλιπε. διὸ ἕκαστος χωρισθεὶς τοῦ πλήθους δεικνύτω ἑαυτὸν ἡμῖν ἐμφανῆ, ἵνα γνόντες τοὺς φίλους ἀξίως ὑμᾶς ἀμειψαίμεθα." τούτοις τοῖς λόγοις παρακλαπέντες οἱ δείλαιοι καὶ συλαγωγηθέντες τὸν νοῦν, ἕκαστος τῶν ὅσοι τῷ φόνῳ συνήργησαν τοῦ Λέοντος ἑαυτὸν παρεγύμνου.
Εὐθὺς οὖν ὁ Θεόφιλος, ἐντὸς σαγήνης ἔχων τὴν θήραν, ἐγκελεύεται τῷ ἐπάρχῳ τοῖς πολιτικοῖς χρήσασθαι νόμοις, οὕτως εἰπών "ἄγε δή, ὦ ἔπαρχε, ἐκ θεοῦ καὶ τῆς ἡμῶν γαληνότητος τὸ κρίνειν λαβών, τούτοις ἀξίας τῶν ἔργων ἀπόδος τὰς ἀμοιβάς, οὐχ ὅτι τὰς χεῖρας ἐμίαναν αἵματι ἀνθρωπίνῳ, ἀλλ' ὅτι καὶ χριστὸν κυρίου ἀνεῖλον ἔνδον θυσιαστηρίου." ταῦτα φθεγξάμενος διέλυσε τὸν θαυμα 2.101 στὸν ἐκεῖνον καὶ πρῶτον σύλλογον, οἱ δ' ἄθλιοι ἐκεῖνοι συλλη φθέντες παρὰ τοῦ ἐπάρχου ποιναῖς καθυπεβλήθησαν ἀνδροφόνων. ὁ δὲ Θεόφιλος καὶ τὴν αὐτοῦ μητρυιὰν ἀπελάσας τῶν βασιλείων εἰς τὸ μοναστήριον ἠνάγκασεν ἀπελθεῖν, ἐν ᾧ τὸ πρῶτον τὴν κοσμικὴν ἀπέθετο τρίχα, μηδὲν ὠφελησάντων τῶν ὅρκων οὓς ἡ σύγκλητος πρὸς τὸν Μιχαὴλ ἐποιήσατο. Καὶ ταῦτα μὲν ἐν προοιμίῳ τῷ Θεοφίλῳ, τὰ δ' ἑξῆς οὐκ ἐπαίνων ἀνάξια· ἀντιποιούμενος γὰρ τῆς δικαιοσύνης ἅπασιν ἦν τοῖς πονηροῖς φοβερὸς τοῖς δὲ ἀγαθοῖς θαυμαστός, τοῖς μὲν ὅτι μισοπόνηρός τε καὶ δίκαιος ἐδόκει, τοῖς δ' ὅτι ἐμβριθής τε καὶ αὐστηρός. οὐκ ἦν δὲ πάντως αὐτὸν πάντων τῶν κακῶν καθα ρεύειν. εἴχετο μὲν γὰρ τῆς ἐπὶ θεὸν πίστεως, εἴχετο δὲ πλέον τῆς πατροπαραδότου μιαρᾶς τῶν εἰκονομάχων αἱρέσεως, καὶ τὸν εὐσεβῆ καὶ πανάγιον ἐκάκου λαόν, παρὰ πάντα τὸν τῆς βασιλείας αὐτοῦ χρόνον ἠρεμῆσαι μὴ συγχωρήσας. ὅθεν οὐδ' ἐν πολέμοις εὐτύχησέ ποτε, ἀεὶ δὲ ἥττητο καὶ οὐ κατὰ βασιλέα ὑπέστρεφεν. ἐχόμενος δ' οὖν τῆς δικαιοσύνης καὶ τῆς πρὸς Χριστὸν καὶ τὴν αὐτοῦ μητέρα, ὡς ᾤετο, πίστεως καὶ προθυμίας, ἀπῄει ἑκάστης ἑβδομάδος ἔφιππος διὰ τῆς λεωφόρου ἐπὶ τὸν ἐν Βλαχέρναις τῆς θεομήτορος θεῖον ναόν, ὑπὸ τῶν δορυφόρων παραπεμπόμενος. ἀπῄει δὲ πᾶσι μέν, προηγουμένως δὲ τοῖς ἀδικουμένοις διδοὺς ἑαυτόν, ὡς ἂν ἔχοιεν τὰ αὐτῶν ἐκτραγῳδεῖν ἀδικήματα καὶ μὴ παρά τινων κωλύοιντο ἀδίκων ὑφορωμένων τὴν ἐξ αὐτοῦ τιμωρίαν, 2.102 εἶθ' ἵνα καὶ κατὰ τὴν ἀγορὰν διερχόμενος θεατὴς γένοιτο τῶν ὠνίων. ἠρώτα οὖν περὶ ἑκάστου τῶν πιπρασκομένων, πόσου πωλεῖται, γινόμενος κατὰ τὴν ἀγοράν. ἠρώτα δὲ οὐ παρέργως, οὐδ' ἐν ἑνὶ εἴδει, ἀλλ' ἐπί τε τοῖς βρωτοῖς καὶ τοῖς ποτοῖς καὶ τοῖς εἰς θάλψιν ἐπιτηδείοις ἀμφιάσμασι καὶ πᾶσιν ἁπλῶς τοῖς κατὰ τὴν ἀγορὰν προκειμένοις. καὶ διὰ πάντων πολλὴν ἐπεδεί κνυτο σπουδὴν καὶ ἐπιμέλειαν πρὸς τὰ κοινά, νῦν μὲν ἐν κριτη ρίοις, νῦν δέ, ὡς εἴρηται, κατὰ τὰς προόδους τῆς ἑβδομάδος. καί ποτε δὲ καὶ ψυχαγωγίας χάριν προκύπτων ἀπὸ τῶν πρὸς θά λασσαν τοῦ παλατίου τειχῶν ἐθεάσατο ναῦν τινὰ μυριοφόρον ἐξ οὐρίας πλέουσαν ἀναπεπταμένοις δὴ τοῖς ἱστίοις, μεγέθει τε ἀνυπέρβλητον καὶ ἀπαράμιλλον κάλλει· ἣν θεασάμενος εἰς θάμ βος ἐνέπιπτεν. ἠρώτα δ' ὅμως τίνος τε ἡ ὁλκὰς εἴη καὶ ὅ τι φέρει τῶν ἀγωγίμων. ὡς δὲ τῆς Αὐγούστης εἶναι ἐμάνθανε, τότε μὲν ἐφησύχασε καὶ παρέπεμψε τὸν καιρὸν ἄχρι καὶ ἧς εἴωθεν ἡμέρας ἀπιέναι πρὸς τὸν ἐν Βλαχέρναις θεῖον ναόν. ὡς δ' ἤδη παρῆν ἡ κυρία καὶ ὁ τοῦ πλοίου ὅρμος δῆλος ἐγεγόνει τῷ βασιλεῖ πυθομένῳ παρά τινος, τῆς εἰς αὐτὸ φερούσης ὁδοῦ εἴχετο, καὶ πλησιάσας ἔστη παρὰ τὴν πρύμναν, καὶ τοὺς παρόντας ἠρώτα πολλάκις ὅτου τις ἔχει χρείαν τῶν ἀγωγίμων, σίτου τυχὸν ἢ οἴνου ἢ ἄλλου τινὸς εἴδους. ὡς δὲ πολλάκις ἐρωτηθέντες ἅπαξ ἀπεκρί θησαν καὶ μόλις μηδενὸς λείπεσθαι τοὺς ὑπὸ τῆς σῆς προμηθου μένους δεσποτείας καὶ βασιλείας, "ἀλλ' οὐκ ἴστε δὴ" ἔφη ὁ βα σιλεύς "ὅτι με ὑπὸ θεοῦ βασιλέα γεγενημένον ἡ Αὐγοῦστά μου 2.103 καὶ σύμβιος ναύκληρον ἀπειργάσατο;" προσέθετο δὲ μετὰ πικρίας καὶ τοῦτο "τίς ποτε βασιλέα Ῥωμαίων ἢ