419
λελέξεται· ὁ δὲ Λέων Ἀπολα σαὴρ ἐπίσημον ἄνδρα καὶ τοῦ Χαβδᾶν συγγενῆ, σὺν ἀπείρῳ πλή θει κατὰ Ῥωμαίων ἐξελθόντα τρεψάμενος καὶ κατασχὼν ἐν Κων σταντινουπόλει ἀπέστειλε, τοῦ ἄλλου πλήθους τὸ μὲν ἐν τῇ τοῦ πολέμου προσβολῇ κτείνας τὸ δὲ ζωγρήσας. ὃν ἀχθέντα πρὸς τὴν βασιλίδα ὁ βασιλεὺς Κωνσταντῖνος θρίαμβον ποιήσας καὶ 2.331 κατὰ τοῦ τραχήλου πατήσας τιμαῖς τε καὶ δωρεαῖς ἐφιλοφρονή σατο. Κωνσταντῖνον δὲ τὸν λοιπὸν υἱὸν τοῦ Φωκᾶ ζωγρίαν λαβὼν ὁ Χαβδᾶν καὶ εἰς τὸ Χάλεπ ἀγαγών, καὶ πολλὰ σπουδάσας εἰς τὴν μυσαρὰν αὐτοῦ θρησκείαν τοῦτον μεταγαγεῖν, ὡς οὐκ ἔπεισε, φαρμάκοις αὐτὸν διέφθειρε. τῇ ἀκοῇ δὲ ταύτῃ περιαλγὴς γενό μενος ὁ Βάρδας πάντας οὓς κατεῖχεν αἰχμαλώτους συγγενεῖς τοῦ Χαβδᾶν ξίφει κατέκοψε. καὶ παρὰ τοῦτο ὁ τὸ ἀλλάγιον πεμφθεὶς ποιήσασθαι Παῦλος μάγιστρος ὁ Μονομάχος ἄπρακτος ὑπέστρε ψεν. ἀσχέτῳ δὲ περιωδυνίᾳ ληφθεὶς ὁ Χαβδᾶν διὰ τοὺς αὐτοῦ συγγενεῖς ἐκστρατεύει κατὰ Ῥωμαίων, ἄγων μετ' αὐτοῦ καὶ τὸν παρὰ βασιλέως πεμφθέντα ὡς αὐτὸν πρεσβευτὴν περὶ εἰρήνης, Νικήταν πατρίκιον τὸν Χαλκούτζην, καὶ πολλοὺς ἀγαθοὺς ἄνδρας τῶν ἀνδρειοτάτων καὶ γενναίων Ῥωμαίων ἐζώγρησε. τοῦ δὲ Νι κήτα λάθρα τῷ Φωκᾷ μηνύοντος πάντα τὰ βουλευόμενα τῷ Χαβδᾶν καὶ τὰς ὁδοὺς ὅθεν μέλλει ποιήσασθαι τὴν ὑποστροφήν, λό χους ὁ Φωκᾶς ἐγκαθίζει παρά τινα τόπον εἴσοδον ἔχοντα στενὴν καὶ κρημνώδη, ἐν ᾧ γενόμενος ὁ Χαβδᾶν, ἐπεὶ κατὰ μέσην ἐγένετο τὴν στενοχωρίαν, κυκλοῦται παρὰ τῶν λόχων. ἐξαναστάντες γὰρ τῆς ἐνέδρας οἱ ἐπὶ τούτῳ τεταγμένοι πέτρας τε ὑπερμεγέθεις κατ' αὐτῶν ἐκύλιον καὶ βέλη εἰς αὐτοὺς ἔπεμπον παντοδαπά. καὶ ὁ μὲν Χαλκούτζης προευτρεπισάμενος καὶ δώροις ὑποποιησάμενός τινας τῶν Σαρακηνῶν τῆς φυγῆς ὑπηρέτας, ἔλαθεν ἀποδρὰς μετὰ 2.332 πάντων αὐτοῦ τῶν οἰκείων, τῶν Ἀγαρηνῶν δὲ πέπτωκε πλῆθος ἀμύθητον. ὁ δὲ Χαβδᾶν οὓς εἶχε δεσμίους ἀποσφάξας, σὺν ὀλίγοις ἀκλεῶς καὶ ἀτάκτως τὸν κίνδυνον ἴσχυσε διαφυγεῖν.
Ἔτει δὲ δωδεκάτῳ τῆς Κωνσταντίνου βασιλείας, τοῦ δὲ κόσμου #22υξδʹ, μηνὶ Φεβρουαρίῳ κζʹ, ἰνδικτιῶνος ιδʹ, κατέλυσε τὸν βίον Θεοφύλακτος ὁ πατριάρχης, ἀρχιερατεύσας ἐπ' ἔτη κγʹ ἡμέρας κεʹ, ἑξκαίδεκα μὲν ἐτῶν ὢν ὅτε ἀκανονίστως τοὺς τῆς ἐκ κλησίας παρείληφεν οἴακας, ὑπὸ παιδαγωγοὺς (φεῦ μοι) ὁ ἀρχιε ρεὺς μέχρι τινὸς διατελέσας. καὶ εἴθε γε διὰ παντὸς τοῦτο ἦν· ἐδόκει γὰρ εἶναι σεμνὸς καὶ μέτριος. τῆς ἐντελεστέρας δὲ ἡλικίας ἀρξάμενος ἤδη καὶ καθ' ἑαυτὸν βιοῦν ἐαθεὶς οὐδὲν τῶν αἰσχίστων καὶ παντελῶς ἀπηγορευμένων πράττειν ἐνέλιπεν, ὠνίους προτιθεὶς τοὺς τῆς ἐκκλησίας βαθμοὺς καὶ τὰς προβολὰς τῶν ἀρχιερέων, καὶ ἄλλα πράττων ὅσα τοῖς ἀληθινοῖς ἀρχιερεῦσιν ἀπεοικότα ἐτύ γχανεν, ἱππομανῶν καὶ κυνηγεσίοις ἐνασχολούμενος καὶ λοιπὰς ἀπρεπεῖς διαπραττόμενος πράξεις, ἃς κατὰ μέρος διεξιέναι σὺν τῷ ἀπρεπεῖ καὶ ἀθέμιτον. μιᾶς δὲ δίκαιον ἐπιμνησθῆναι εἰς ἔν δειξιν τῆς ἀπαιδεύτου γνώμης αὐτοῦ. ἔρως αὐτὸν κατεῖχεν ἄσχε τος τῆς τῶν ἵππων κτήσεως, καὶ λέγεται ὑπὲρ δισχιλίους πορίσα σθαι, ὧν τῆς κομιδῆς διὰ παντὸς ἐφρόντιζεν, οὐ χόρτον αὐτοῖς παρατιθεὶς καὶ κριθάς, κώνων δὲ καρποὺς καὶ θάσια καὶ πιστά κια, ἔτι δὲ φοινίκων καὶ σταφίδων καὶ ἰσχάδων τὰ λιπαρώτερα, 2.333 εὐωδεστάτῳ οἴνῳ μιγνύς, καὶ κρόκον καὶ κιννάμωμον καὶ βάλσα μον καὶ ἕτερα ἀρώματα τοῖς ῥηθεῖσι συμφύρων, ἑκάστῳ τῶν ἵπ πων παρετίθει βρῶσιν. φασὶ δ' ὅτι λειτουργοῦντί ποτε αὐτῷ κατὰ τὴν μεγάλην τοῦ θείου δείπνου πέμπτην ἡμέραν, καὶ τὰς εὐχὰς ἤδη τῶν μυστηρίων ἀναγινώσκοντι, ὁ τὴν ἐπιμέλειαν τῶν ἵππων ἐπιτετραμμένος διάκονος ἐπιστὰς εὐαγγέλιον τούτῳ κεκόμι κεν, ὡς ἄρα τετοκυῖα εἴη ἡ ἐπισημοτάτη φορβάς, προσθεὶς καὶ τὸ ὄνομα. ὁ δ' ὑπὸ περιχαρείας τὸ τῆς θείας λειτουργίας ὑπό λοιπον ὡς ἔτυχεν ἐκπληρώσας δρομαῖος ἀφικνεῖται πρὸς τὸ Κοσμί διον, καὶ τὸν τεχθέντα πῶλον ἑωρακὼς καὶ τοῦ ἀλόγου θεάματος ἐμφορηθεὶς