125
ἔπειτα φωνῆς ἀθρόας ἔνδοθεν ἀκοῦσαι ἀπὸ τοῦ ἐσωτάτου ἱεροῦ "μετα βαίνομεν ἐντεῦθεν." Ὅτι ὁ Πόντιος Πιλᾶτος ἐπὶ Γαΐου Καίσαρος ποικίλαις περι πεσὼν συμφοραῖς, ὥς φασιν οἱ τὰ Ῥωμαίων συγγραψάμενοι, αὐτοφονευτὴς ἑαυτοῦ ἐγένετο. οἱ δὲ Μαρίαν τὴν Μαγδαληνὴν λέγουσι κατ' αὐτοῦ τῷ Καίσαρι ὑπὲρ τοῦ Χριστοῦ προσελθεῖν, ὃς δέρματι βοείῳ νεοδάρτῳ τοῦτον μετὰ ἀλέκτορος καὶ ἐχίδνης καὶ πιθήκου, ὡς ἔστιν ἔθος Ῥωμαίοις, ἐγκλείσας καὶ εἰς καῦσιν ἡλίου θεὶς ἀπέκτεινεν. οἱ δὲ ὡς ἀσκὸν μᾶλλον αὐτὸν λέγουσι ἐκδαρῆναι καὶ οὕτως ἀποθανεῖν. Ὅτι ἡ τῶν ἀλλοφύλων ἐπὶ Ἰουδαίαν βασιλεία ἕως τοῦ μι κροῦ Ἀγρίππα ἐκράτει χρόνους ἑκατὸν οὕτως. Ἡρώδης πρῶτος ὁ τὰ νήπια ἀνελὼν ἔτη λζʹ, Ἀρχέλαος ὁ υἱὸς αὐτοῦ θʹ, Ἡρώδης ὁ ἀδελφὸς αὐτοῦ κδʹ, Ἡρώδης ὁ καὶ Ἀγρίππας, ὁ σκωληκόβρωτος, ἑπτά, Ἀγρίππας υἱὸς αὐτοῦ ὁ μικρὸς ἔτη κζʹ. Ὅτι τῶν Ἑβραίων σεληνιακῶς τὸν μῆνα ψηφιζόντων, ἤτοι κθʹ καὶ ἡμίσους ἡμέρας, καὶ τοῦ κυκλικοῦ ἐνιαυτοῦ τοῦ καθ' ἥλιον ὑπάρχοντος ἡμερῶν τξεʹ δʹ, τὴν κατὰ σελήνην δωδεκάμηνον παραλλάσσειν ἡμέρας ιαʹ δʹ. διὰ τοῦτο Ἰουδαῖοι τρεῖς μῆνας ἐμβολίμους ἐν ἔτεσιν ὀκτὼ παρεμβάλλουσιν· ὀκτάκις γὰρ τὰ ιαʹ καὶ ηʹ δʹ ποιοῦσι τρίμηνον. 1.344 Τιβέριος ὁ υἱὸς τοῦ Καίσαρος ὁ προμνημονευθείς, οὗτος ἔσχε Γάϊον ἀνεψιόν. ἀστρολόγου δὲ τοῦ Θρασύλου γέγονε Τιβέ ριος φοιτητής, ὃς τοσοῦτος ἦν τὴν τέχνην ὡς ἀγανακτήσαντός ποτε τοῦ Τιβερίου κατ' αὐτοῦ, καὶ βουληθέντος ἄφνω διὰ τοῦ τείχους αὐτὸν ὠθῆσαι, σκυθρωπάσαι φασὶ τὸν Θρασύλον παρευθύ. ἐρω τήσαντος δὲ Τιβερίου τὴν αἰτίαν ἔφη αἰσθάνεσθαι κλιμακτῆρα ἐγγὺς αὐτοῦ μέγιστον ταύτῃ τῇ ὥρᾳ. καὶ τοῦ Τιβερίου θαυμά σαντος, ἐᾶσαι αὐτὸν φησὶ Πλούταρχος. Ὅτι Τιβέριος τοῖς τῶν πόλεων ἄρχουσι ἔγραφεν ὡς εἴ τι παρὰ τοὺς νόμους γράψει, μὴ προσέχειν φησὶν ὡς ἀγνοήσαντι. οὗτος καὶ βραδέως τοὺς ἄρχοντας διεδέχετο φειδοῖ τῶν ὑπηκόων. ἐρω τηθεὶς δὲ τὴν αἰτίαν εἶπε τὴν παροιμίαν τῶν ἐπικαθημένων μυιῶν τῷ τραυματίᾳ καὶ τοῦ θελήσαντος ἀποσοβῆσαι ταύτας καὶ κωλυ θέντος ὑπὸ τοῦ τραυματίου εἰπόντος, ἵνα μὴ ἄλλαι πεινῶσαι αἵ ματος ἐπέλθοιεν. Φησὶ δὲ Εὐσέβιος ὅτι τῷ ιεʹ ἔτει Τιβερίου βαπτίζεται ὁ κύ ριος ἡμῶν Ἰησοῦς Χριστός, συνῳδὰ τῷ εὐαγγελίῳ, καὶ ἐν τῷ ιηʹ τὸ σωτήριον ὑπέστη πάθος, ἐν ἔτει τοῦ κόσμου #22εφλθʹ. γράφει δὲ καὶ Ἰώσηπος περὶ μὲν Ἰωάννου τοῦ βαπτιστοῦ ταῦτα "τισὶ τῶν Ἰουδαίων ἐδόκει διολωλέναι τὸν Ἡρώδου στρατὸν ὑπὸ θεοῦ καὶ μάλα δικαίαν τιννυμένου δίκην διὰ ποινὴν Ἰωάννου τοῦ καλου μένου βαπτιστοῦ. τοῦτον γὰρ Ἡρώδης κτείνει ἀγαθὸν ἄνδρα καὶ τοῖς Ἰουδαίοις κελεύοντα ἀρετὴν ἐπασκεῖν καὶ τὰ πρὸς ἀλλήλους 1.345 δικαιοσύνῃ καὶ τὰ πρὸς θεὸν εὐσεβείᾳ χρῆσθαι καὶ συνιέναι βα πτισμόν." περὶ δὲ τοῦ Χριστοῦ πάλιν ὁ αὐτός φησιν ὅτι κατὰ τὸν καιρὸν τοῦτον Ἰησοῦς ὁ σοφὸς ἀνὴρ ἦν, εἴγε ἄνδρα λέγειν αὐ τὸν ἐχρῆν· ἦν γὰρ παραδόξων ἔργων ποιητὴς καὶ διδάσκαλος ἀν θρώπων τῶν ἐν ἡδονῇ τἀληθῆ δεχομένων· πολλοὺς γὰρ καὶ ἀπὸ Ἑλλήνων ἠγάγετο Χριστός. ὃν Πιλάτου σταυρώσαντος οὐκ ἐπαύ σαντο κηρύσσοντες περὶ αὐτοῦ οἱ τὸ πρῶτον αὐτὸν ἀγαπήσαντες μαθηταί. ἐφάνη γὰρ αὐτοῖς τρίτην ἡμέραν ἔχων πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτά τε καὶ ἄλλα μαρτυρησάντων περὶ αὐτοῦ θαυμάσια καὶ εἰρηκότων. οὗτος ὁ Τιβέριος ἀκούσας τὰ περὶ τοῦ Χριστοῦ θαύματα ἠβουλήθη διὰ βασιλικοῦ τύπου ἀναγορεῦσαι αὐτὸν θεόν· ἀλλ' ἀντεπράχθη τούτῳ παρὰ τῆς συγκλήτου, καθὼς οὖν Εὐσέβιος λέγει. Ὅτι ἐπὶ Τιβερίου, μετὰ τὴν ἀνάληψιν τοῦ κυρίου καὶ θεοῦ ἡμῶν, ἐκλέγεται ὑπὸ τῶν ἀποστόλων Ματθίας ἀντὶ τοῦ προδότου. ὅστις Ἰούδας μετὰ τὴν ἀγχόνην, καθ' ἑκάστην ἡμέραν ὑπὸ τῶν ἀποστόλων παρακαλούμενος καὶ νουθετούμενος πρὸς μετάνοιαν ἐλθεῖν, καὶ μὴ πεισθείς, ἐπεὶ ἀνελήφθη ὁ Χριστός, ὡς ἤκουσεν, εὐθὺς ὀγκωθεὶς ἐλάκησε μέσος καὶ ἀπώλετο. εἰ γὰρ εἰς μετάνοιαν ἦλθεν, οὐκ ἂν αὐτὸν ἀπώσατο ὁ πάντας θέλων σωθῆναι. Τιβέριος δὲ τῷ τρόπῳ καὶ τῇ γνώμῃ ἀπηνὴς ἦν καὶ οἴνου ἐλάττων. διὸ καὶ