327
πραγματευόμενος. ἀλλ' οὔτε ὁ βασιλεὺς ἔφθασε διακοῦσαι, καὶ ὁ Θωμᾶς τὸ μὴ πολὺν ἐξαίφνης τοῦτον γενέσθαι κατορρωδῶν, καὶ φόβον τοῖς ἑαυτοῦ ἐμποιῆσαι βουλόμενος, τὴν μὲν στρατοπεδείαν τῆς πόλεως οὐ μετεκίνησε, τὸ μὴ διωχθῆναι ἐξόπισθεν δεδοικώς, ὅσους δὲ ᾔδει ἀξιομάχους εἶναι τῆς πρὸς τὸν Γρηγόριον συμπλοκῆς παραλαβὼν στρατιώτας ἐξῄει πρὸς αὐτόν, καὶ μάχῃ τρεψάμενος φεύγοντα καταλαβὼν ἀναιρεῖ. καὶ αὖθις διὰ ταχέων πρὸς τὰς προσεδρευούσας τῇ πόλει δυνάμεις ἐπάνεισι, καὶ γράμμασιν ἐπιστέλλων ἁπανταχοῦ ἐπεφήμιζεν ὡς εἴη νενικη κώς, ὅπερ οὐκ ἦν, καὶ ὅπερ εἶχε κατὰ τὴν Ἑλλάδα ναυτικὸν τα χέως ἐκέλευεν ἀναχθῆναι ὡς αὖθις τῶν κατὰ θάλατταν ἀνθεξό μενος πραγμάτων. καὶ τὸ μὲν ναυτικὸν εὐθυπλοῆσαν ταχέως ἀνά γεται καὶ τῷ χωρίῳ προσορμίζεται τῶν Βηρίδου, ἐκ νʹ καὶ τʹ συν ιστάμενον πλοίων πολεμικῶν τε καὶ σιταγωγῶν· οἱ δὲ τοῦ βασιλι 2.85 κοῦ στόλου κατάρχοντες τὴν τούτων ἐπεγνωκότες ἔλευσιν νυκτὸς ἐπιτίθενται ναυλοχοῦσι τοῖς ἐναντίοις, καὶ τῷ αἰφνιδίῳ καταπλη ξάμενοι πολλὰς μὲν αὐτάνδρους ἔσχον τῶν νηῶν, τινὰς δὲ καὶ τῷ σκευαστῷ πυρπολοῦσι πυρί, ὀλίγων παντελῶς ἔξω γενομένων τοῦ πάθους καὶ πρὸς τὸν κόλπον τῶν Βλαχερνῶν κατᾶραι ἐπειγομένων, ὡς ἂν εἶεν ἡνωμέναι τῇ κατὰ γῆν στρατιᾷ· ὃ δὴ καὶ γέγονε. καὶ τὰ μὲν κατὰ θάλασσαν τοῦτον εἶχε τὸν τρόπον· κατὰ γῆν δὲ ἀκρο βολισμῶν συνεχῶν γινομένων, νῦν μὲν τοῦ Μιχαὴλ νῦν δὲ τοῦ υἱοῦ αὐτοῦ Θεοφίλου ἐπεξιόντος τοῖς ἀποστάταις μετὰ τοῦ Ὀλ βιανοῦ καὶ τοῦ Κατακήλα, ποτὲ μὲν τὰ τοῦ βασιλέως ἐπικρατέ στερα ἦν ποτὲ δὲ τὰ τοῦ ἀποστάτου, οὐ μὴν ἀγῶνές τινες λαμπροὶ καὶ νεανικοὶ ἐκ παρατάξεως συνέστησαν, ἅτε δὴ πολλῷ τοῦ βασιλέως ἐλαττουμένου τῷ πλήθει καὶ μὴ πρὸς τὴν τοῦ τυράννου δύναμιν ἀντιτάττεσθαι δυναμένου. ἐν τούτοις ὄντων αὐτῶν, Μορτάγων ὁ τῶν Βουλγάρων βασιλεὺς (καὶ γὰρ ἔφθασεν ἡ φήμη πληρῶσαι τὴν οἰκουμένην ὡς ὁ βασιλεὺς τῶν Ῥωμαίων συγκλει σθεὶς τειχήρης ἐστὶ καὶ πολιορκεῖται) λάθρᾳ τινὰ πεπομφὼς ὡς αὐτὸν ἐξαποστεῖλαι βοήθειαν αὐτομάτῳ ἐπηγγέλλετο γνώμῃ καὶ συμμαχίαν. ὁ δὲ Μιχαήλ, εἴτε τῇ ἀληθείᾳ τὸ τῶν ὁμοφύλων οἰκτείρων πλῆθος εἴτε καὶ χρημάτων φειδόμενος (ἐτύγχανε γὰρ τῶν πώποτε βασιλέων σμικρολογώτατος), τὴν μὲν γνώμην τοῦ Βουλγάρου ἠξίου ἀποδοχῆς, τὴν δὲ βοήθειαν παρῃτεῖτο. ἀλλ' ὅ γε Μορτάγων χαίρων μὲν καὶ ἄλλως πολέμοις καὶ τὰς ἐκ τούτων λείας καρποῦσθαι φιλῶν, καὶ τὰς πρὸς τὸν βασιλέα δὲ τριακον 2.86 τούτεις σπονδὰς παρὰ τοῦ προβεβασιλευκότος Λέοντος γεγενημένας ἐπιβεβαιῶσαι καὶ ἰσχυροτέρας ποιῆσαι ζητῶν, τὴν κατὰ τοῦ τυ ράννου στρατιὰν ηὐτρέπισε, καὶ δὴ τῶν Ῥωμαίων ὅρων ἔντοσθε γεγονὼς κατὰ τὸν Κηδούκτου χῶρον οὕτω καλούμενον τὴν παρεμ βολὴν ἐπήξατο. ἠκούετο δέ, καὶ λαθεῖν ταῦτα τὸν ἀποστάτην οὐκ ἦν. καὶ ἐδονήθη μὲν ὡς εἰκὸς καὶ τὰς φρένας κατεκτυπήθη, ἐν ἑαυτῷ δ' ὅμως πάλιν γενόμενος τὴν ἑαυτοῦ στρατιὰν ἐξώπλιζεν. ἐπεὶ δὲ εἰς δύο μεριζόμενος ἐδόκει παντελῶς ἀσθενής τε εἶναι καὶ εὐχείρωτος (ἥ τε γὰρ βασιλὶς τῶν πόλεων οὐκ εὐαριθμήτου ἀλλὰ πλείστου καὶ ἀξιολόγου στρατοῦ ἐδέετο πολιορκουμένη, ἤδη καὶ τοῦ βασιλέως συνειλοχότος δυνάμεις οὐκ ἀγεννεῖς καὶ κατὰ πρόσ ωπον ἵστασθαι δυναμένας, καὶ ἡ τῶν Βουλγάρων δὲ δύναμις οὐ μικρᾶς τινὸς πολλῆς δὲ καὶ οὐ τῆς τυχούσης ἐδέετο ἀντιπαρατά ξεως), ὡς ἂν μὴ εἰς δύο τινὰ διαιρούμενος εὐχείρωτος γένηται, ἀπαίρει μὲν τῆς πόλεως, πρὸς τὸν Βούλγαρον δὲ ἀξιόμαχον κρί νας ἑαυτὸν κατὰ τὸν εἰρημένον ἀντιπαρατάσσεται τόπον.
Καὶ δῆτα συμβολῆς γενομένης ἡττᾶται κατὰ κράτος ὁ τύραννος, καὶ φόνος γίνεται πολὺς τῶν περὶ αὐτόν· οἱ δὲ περισωθέντες φυγῇ τὴν σωτηρίαν πορίζονται, καὶ ἔν τινι χώρῳ δυσβάτῳ συναχθέντες τὸ μέλλον ἐσκόπουν. ὁ δὲ τῶν Βουλγάρων ἀρχηγὸς τά τε σώ ματα, ὧν ἐγένετο κύριος, καὶ λείαν πολλὴν προσλαβόμενος πρὸς τὴν οἰκείαν ὑπέστρεψε χώραν, τῇ νίκῃ ἐπαιρόμενός τε καὶ γαυριῶν. τὸ δὲ