240
γὰρ τῷ #22ηʹ ἔτει ἀπὸ κτίσεως κόσμου, ἰνδικτίωνος ιεʹ, τῇ κγʹ τοῦ Φεβρουαρίου μηνός, ὥρᾳ πρώτῃ τῆς ἡμέρας, τὴν τῆς μεγάλης ἐκκλησίας ἀνοικοδομὴν ἤρξατο ποιεῖν Ἰουστινιανός. Τῷ ιβʹ ἔτει ἐξῆλθον οἱ Βούλγαροι εἰς τὴν Μυσίαν καὶ ἠφά νισαν τὰς χώρας, καὶ τοὺς στρατιώτας αὐτῶν ἀπέκτειναν. ἀκού σας δὲ ὁ τοῦ Ἰλλυρικοῦ βασιλεὺς Ἀκοὺμ ὁ Οὗννος ἐξῆλθε κατ' αὐτῶν, καὶ μιγεὶς τοῖς Ῥωμαίοις ἔκοψε τοὺς Βουλγάρους εἰς πλῆ θος. εἶτα ὡς ἀπὸ νίκης ἀμεριμνήσαντας αὐτοὺς εὑρίσκουσιν ἄλλοι Βούλγαροι, καὶ σφάζουσι λαὸν πολύν, καὶ τὰς κεφαλὰς καὶ τὸν Ἀκοὺμ ἐκράτησαν, καὶ ἐπέστρεψαν εἰς τὴν χώραν αὐτῶν. 1.652 τῷ δὲ αὐτῷ ἔτει παρέλαβεν ὁ Χοσρόης Ἀντιόχειαν τὴν μεγάλην καὶ Ἀπάμειαν καὶ ἑτέρας πόλεις. Τῷ τρισκαιδεκάτῳ ἔτει προσερρύη Ῥωμαίοις Μοῦνδος ἐκ γένους τῶν Γηπέδων, υἱὸς Γιεσμοῦ, ῥὴξ τοῦ Σιρμίου· καὶ πολλὰ αὐτὸν φιλοτιμησάμενος ὁ βασιλεὺς καὶ τὸν υἱὸν αὐτοῦ, ποιήσας τε αὐτὸν στρατηλάτην τοῦ Ἰλλυρικοῦ, ἀπέλυσεν αὐτόν. καὶ ἐν τῷ παραγενέσθαι αὐτὸν εἰς τὸ Ἰλλυρικὸν ἐξῆλθε κατ' αὐτοῦ πλῆθος Βουλγάρων. καὶ τούτους παντελῶς ἐκνικήσας τὴν κρείτ τονα αἰχμαλωσίαν εἰς Κωνσταντινούπολιν ἀποστέλλει· οὓς ὁ βα σιλεὺς εἰς Ἀρμενίαν καὶ εἰς Λαζικὴν καὶ ἐν λοιποῖς ἔθνεσι κατέ σπειρεν. ἔκτοτε βαθεῖα εἰρήνη ἐν τῇ Θρᾴκῃ γέγονε, μηκέτι τολ μώντων τῶν Οὕννων περᾶσαι τὸν ∆άνουβιν.
Τῷ ιδʹ ἔτει Χοσρόης ὁ τῶν Περσῶν βασιλεὺς τετάρτην εἰσ βολὴν εἰς τὴν Ῥωμαίων γῆν ἐποιήσατο. ἐλθὼν δὲ εἰς τὴν Κομα γηνῶν χώραν κατὰ Παλαιστίνης καὶ Ἱεροσολύμων διενοεῖτο χω ρεῖν. Ἰουστινιανὸς δὲ τοῦτο μαθὼν Βελισάριον αὖθις ἐκ τῶν ἑσπερίων ἐληλυθότα κατ' αὐτοῦ ἔπεμψεν. ὁ δὲ ἵπποις δημοσίοις ἐπιβὰς τάχει πολλῷ εἰς τὴν Εὐφρατησίαν ἀφίκετο. ἀκούσας δὲ τοὺς τῆς ἀνατολῆς φύλακας καὶ τοὺς στρατηγοὺς ἐν ταῖς πόλεσι καταφυγόντας εἶναι, καὶ αὐτὸν ἐπὶ παραφυλακὴν προσκαλουμένων Ἱεραπόλεως, λίαν τούτους ὁ Βελισάριος κατεμέμψατο, καὶ γρά φει οὐ δίκαιον εἶναι μίαν πόλιν φυλάττειν καὶ τοὺς ἐχθροὺς ἀφιέ ναι ἐπὶ τὴν τῶν Ῥωμαίων χώραν μετὰ ἀδικίας βαδίζειν καὶ τὰς τῆς βασιλείας πόλεις λυμαίνεσθαι. "εὖ γὰρ ἴστε ὅτι τὸ μετ' ἀρε 1.653 τῆς ἀπολωλέναι τοῦ σεσῶσθαι ἀμαχητὶ δυσκλεῶς ἄμεινον· οὐ γὰρ ἂν σωτηρία τοῦτο κληθείη, ἀλλὰ προδοσία δικαίως. ἥκετε οὖν τάχιστα εἰς Εὔρωπον τὸ χωρίον, οὗ δὴ συλλέξας τὸ στράτευμα ὅλον, ὡς ἂν ὁ θεὸς θέλῃ, ἐλπίδα ἔχω τοὺς πολεμίους ἐργάζε σθαι." καὶ τούτου γενομένου ὁ Χοσρόης τὸ ἐξαίφνης τῆς τοῦ Βελισαρίου παρουσίας ἀκούσας ἐξέστη, καὶ πρόσω μὲν ἐλαύνειν οὐκ ἔγνω, Ἀβανδάζην δὲ τὸν γραμματέα, ἄνδρα συνετόν, πρὸς Βελισάριον ἔπεμψε, τόν τε στρατηγὸν κατασκεψόμενον καὶ τὸ στρατόπεδον, καὶ τῷ λόγῳ δῆθεν μεμψόμενον ὅτι Ἰουστινιανὸς ὁ βασιλεὺς τοὺς πρέσβεις ἐν Περσίδι οὐκ ἔπεμψε τὴν εἰρήνην πρυ τανεύσοντας. ὁ δὲ Βελισάριος μαθὼν τοὺς πρέσβεις ἥκειν, αὐτὸς μὲν ἑξακισχιλίους ἐπιλεξάμενος ἄνδρας εὐμήκεις τε καὶ τῷ σώματι καλοὺς ἄποθεν τοῦ στρατοπέδου κυνηγήσων ἐξῄει, ∆ιογένην δὲ τὸν δορυφόρον καὶ Ἀδούλιον ἄνδρα Ἀρμένιον τὸν ποταμὸν διαβῆναι σὺν ἱππεῦσι χιλίοις ἐκέλευσεν ὡς ψηλαφήσοντας τὴν τοῦ ποταμοῦ διάβασιν. Βελισάριος δὲ ἐπεὶ τὸν πρεσβευτὴν ἐγγὺς ἐρχόμενον ἔγνω, τὸν παπυλεῶνα ἐπήξατο ἐν χωρίῳ ἐρήμῳ, παρα δηλῶν ὅτι οὐδεμιᾷ παρασκευῇ ἐνταῦθα ἥκει· τοῖς τε στρατιώταις ἐπέταξε τῆς μὲν καλύβης ἐφ' ἑκάτερα εἶναι, Θρᾷκάς τε καὶ Ἰλ λυριοὺς Γότθους τε καὶ Ἑλούρους, μεθ' οὓς Οὐανδήλους τε καὶ Μαυρουσίους, μὴ εἰς τὸ πεδίον ἐπὶ πλεῖστον ὡς διακονοῦντας ἵστασθαι οὐδ' εἰς ἕνα τόπον, ἀλλὰ βαδίζειν εἱλισσομένους ὡς κυνηγετοῦντας, καὶ παρέργως τῷ δοκεῖν τὸν Χοσρόου πρεσβευτὴν 1.654 βλέπειν. διεζωσμένοι τε ἐβάδιζον καὶ φαιδροὶ τὰ πρόσωπα, πε λέκεις τε καὶ μοναύλους βαστάζοντες. ὁ δὲ Ἀβανδάζης εἰς ὄψιν Βελισαρίῳ ἐλθὼν λυπεῖσθαι τὸν Χοσρόην ἔφασκεν, ὅτι δὴ καθὰ συνέθετο οὐκ ἔπεμψε Ἰουστινιανὸς πρέσβεις πρὸς εἰρήνην, καὶ ἠνάγκασε Χοσρόην κατὰ Ῥωμαίων