32
τὸν θεὸν εἰς τὸ δια βῆναι τὸν Ἰορδάνην καὶ ἰδεῖν τὴν γῆν τῆς ἐπαγγελίας οὐχ ὑπηκού σθη, ἀλλ' εἶπεν αὐτῷ ὁ θεός "ἱκανούσθω σοι, ἀνάβηθι ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, καὶ ἴδε τοῖς ὀφθαλμοῖς σου, ὅτι οὐ διαβήσῃ τὸν Ἰορδάνην." καὶ ἐτελεύτησε Μωϋσῆς ἐν τῷ ὄρει ἐκείνῳ ἐτῶν ἑκατὸν δέκα. καὶ ἡγεῖται τοῦ λαοῦ Ἰησοῦς ἔτη κζʹ, ζήσας τὰ πάντα ἔτη ἑκατὸν δέκα. Ἀλλὰ δέον ἡγησάμην σαφέστερον τὰ περὶ τοῦ μακαρίου Μωϋσέως διεξελθεῖν. μέλλων γὰρ ὁ θεσπέσιος οὗτος τὸν δεύτε ρον νόμον δέχεσθαι ἀνέβη εἰς τὸ ὄρος, καὶ κατέβη κύριος ἐν νε 1.90 φέλῃ, καὶ παρέστη αὐτῷ ἐκεῖνος ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα· ἄρτον οὐκ ἔφαγε καὶ ὕδωρ οὐκ ἔπιε. καὶ ἔγραψεν ἐπὶ τῶν πλακῶν τὰ ῥήματα τῆς διαθήκης, τοὺς δέκα λόγους. καὶ λαβὼν τὰς πλάκας καὶ καταβὰς ἀπὸ τοῦ ὄρους δεδοξασμένος, εἶδεν Ἀαρὼν καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ τὸ πρόσωπον Μωϋσέως, καὶ ἦν δεδοξασμένον, καὶ ἐφοβήθη αὐτῷ προσεγγίσαι· καὶ διὰ τοῦτο κάλυμμα ἐπετίθει, ἡνίκα πρὸς αὐτοὺς ὡμίλει. μετὰ γὰρ ἡμέρας τεσσαράκοντα κατελθών, καὶ διὰ τὴν μοσχοποιίαν θυμω θείς, εὐθέως τὰς πλάκας συνέτριψε καὶ αὐτίκα προσέταξεν ἡβη δὸν πάντας τοὺς παρατυχόντας ἀναιρεθῆναι. καὶ τὸν μόσχον ἐξα φανίσας, καὶ τρισχιλίους αἰσχίστους ἄνδρας ἐξολοθρεύσας ἐν μιᾷ ἡμέρᾳ, τῇ ἐπιούσῃ θᾶττον ἀνῆλθεν εἰς τὸ ὄρος πρὸς κύριον, δυσωπήσων αὐτόν. καὶ ἄκουσον τί φησιν ἡ γραφή. καὶ ἐγένετο μετὰ τὴν αὔριον, εἶπε Μωϋσῆς πρὸς τὸν λαόν "ὑμεῖς ἡμαρτήκατε ἁμαρτίαν μεγάλην· καὶ νῦν ἀναβήσομαι πρὸς τὸν θεόν, ἵνα ἐξι λάσωμαι περὶ τῆς ἁμαρτίας ὑμῶν." καὶ ἐπέστρεψε Μωϋσῆς πρὸς κύριον, καὶ εἶπε "δέομαι, ἡμάρτηκεν ὁ λαὸς οὗτος ἁμαρτίαν με γάλην καὶ ἐποίησαν ἑαυτοῖς θεούς. καὶ νῦν, εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν αὐτῶν, ἄφες, εἰ δὲ μή, ἐξάλειψόν με ἐκ τῆς βίβλου ἧς ἔγραψας." καὶ εἶπε κύριος πρὸς Μωϋσῆν "εἴ τις ἥμαρτεν ἐνώπιόν μου, ἐξαλείψω αὐτὸν ἐκ τῆς βίβλου μου. νυνὶ δὲ βάδιζε, καὶ ὁδήγησον τὸν λαὸν τοῦτον εἰς τὸν τόπον ὃν εἴρηκά σοι, καὶ ἰδοὺ ὁ ἄγγελός μου προπορεύσεται ἔμπροσθέν σου· ᾗ δ' ἂν 1.91 ἡμέρᾳ ἐπισκέπτωμαι, ἐπάξω ἐπ' αὐτοὺς τὴν ἁμαρτίαν αὐτῶν." ὥστε λοιπὸν ἀναμφήριστόν ἐστιν ὡς ὀγδοηκονθήμερον ἐφεξῆς ἀπό σιτος ἔφυ θεοφορούμενος ὁ θεσπέσιος Μωϋσῆς, θείῳ λόγῳ τρε φόμενος κατὰ τὴν τοῦ κυρίου φωνήν. ἡνίκα δ' ἂν εἰσεπορεύετο Μωϋσῆς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, εἱστήκει πᾶς ὁ λαὸς σκο πεύοντες. ὡς δ' ἂν εἰσῆλθε Μωϋσῆς ἐν τῇ σκηνῇ, κατέβαινεν ὁ στῦλος τῆς νεφέλης καὶ ὁ θεὸς ἐπὶ τὴν σκηνήν. ὁ δὲ λαὸς ἑώρα τὸν στῦλον τῆς νεφέλης, καὶ προσεκύνουν ἕκαστος ἐκ τῆς σκηνῆς αὐτοῦ. καὶ οὕτως ἐλάλει κύριος μετὰ Μωϋσέως ἐνώπιον τοῦ λαοῦ. καὶ τὸν μὲν λαὸν ἐκ τῆς ὀργῆς κυρίου διαφόρως ἐπαγωνιζόμενος ἐξελέσθαι, τοσοῦτον ἠλόγησε τῆς οἰκείας σωτηρίας ὡς καὶ ἐν τῇ θραύσει τοῦ θεοῦ κατὰ τὸν ∆αβὶδ στῆναι. οἱ δὲ ἀχάριστοι ὄντες μᾶλλον κατεξανίσταντο τοῦ προφήτου. ὅσοι δὲ κατεξανέστησαν αὐτοῦ, οἱ μὲν κατεπτώθησαν εἰς γῆν ζῶντες, οἱ δὲ θείου πυρὸς γεγόνασι παρανάλωμα. φησὶ γάρ "καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ θραύσει χιλιάδες δεκατέσσαρες καὶ ἑπτακόσιοι, χωρὶς τῶν τε θνηκότων ἕνεκεν Κορέ." Καὶ μετὰ ταῦτα οὐκ ἦν ὕδωρ τῇ συναγωγῇ, καὶ ἐλοιδόρει ὁ λαὸς τῷ Μωϋσῇ καὶ Ἀαρών. καὶ καταβοήσαντες, εἶπε κύριος πρὸς Μωϋσῆν "λάβε τὴν ῥάβδον ταύτην, καὶ ἐκκλησίασαι τὴν συν αγωγὴν σὺ καὶ Ἀαρὼν ὁ ἀδελφός σου, καὶ λαλήσατε πρὸς τὴν πέτραν ἐναντίον αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτῆς." καὶ ἔλαβε Μωϋσῆς τὴν ἀπέναντι κυρίου ῥάβδον, καὶ ἐξεκλησίασε τὴν συν 1.92 αγωγὴν ἀπέναντι τῆς πέτρας. καὶ εἶπε κύριος πρὸς αὐτούς "ἀκού σατέ μου οἱ ἀπειθεῖς. μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομαι ὑμῖν ὕδωρ;" καὶ ἐπάρας Μωϋσῆς τὴν χεῖρα αὐτοῦ καὶ πατάξας τὴν πέτραν δὶς τῇ ῥάβδῳ, ἐξῆλθεν ὕδωρ πολύ, καὶ ἔπιεν ἡ συναγωγὴ καὶ τὰ κτήνη αὐτῶν. καὶ εἶπε κύριος πρὸς Μωϋσῆν καὶ Ἀαρών "ἀνθ' ὧν οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον τοῦ λαοῦ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν ἣν ἔδωκα αὐτοῖς. διὸ προστεθήτω Ἀαρὼν πρὸς τὸν