99
ὑποδεικνὺς τὸν ὄρνιν ἔφη "ἂν μὲν ἀσάλευτος μένῃ, προσμένειν συμφέρον πᾶσιν, ἂν δ' ἀναστὰς εἰς τοὔμπροσθεν πέταται, προάγειν, εἰ δ' ὄπισθεν, ἀναχωρεῖν αὖθις." καὶ ταῦτα ἀκούσας Μοσόμαχος παρὰ τοῦ μάντεως, καὶ λάθρᾳ τόξον ἑλκύσας, βάλλει τὸν ὄρνιν. ἐφ' οἷς τοῦ μάντεως χαλεπήναντος καὶ πάντων τῶν τῇ πλάνῃ δεδουλωμέ νων, λαβὼν εἰς χεῖρας τὸν ὄρνιν Μοσόμαχος ἔφη "τί μοι μέμ 1.272 φεσθε, κακοδαίμονες; πῶς γὰρ οὗτος, μὴ τὴν ἑαυτοῦ σωτηρίαν προγινώσκων, τὸ ἡμέτερον συμφέρον προανήγγειλεν; εἰ γὰρ ἠδύ νατο προειδέναι τὸ μέλλον, οὐκ ἂν εἰς τὸν τόπον τοῦτον ἦλθε." καὶ ταῦτα εἰπόντος αὐτοῦ κατῃσχύνθησαν σφόδρα. Πολλὰ μὲν οὖν καὶ ἄλλα μυρία τρόπαια καὶ δυσδιήγητα καὶ λόγον ὑπερβαίνοντα εἰργάσατο. καὶ διὰ τοῦτο πτηνὴν πάρ δαλιν ὁ προφήτης αὐτὸν προβλέπει, τὸ ταχὺ καὶ σφοδρὸν καὶ πυρῶδες καὶ τὸ ἄφνω διαπτῆναι τὴν οἰκουμένην μετὰ τροπαίων καὶ νίκης προϋποφαίνων. ἤκουσε δὲ καί τινος φιλοσόφου εἰπόν τος ὅτι ἄπειροι κόσμοι εἰσί, καὶ μεγάλα στενάξας ἔφη "εἶτ' ἀπεί ρων ὄντων μηδ' ἑνὸς ἐγὼ κεκράτηκα." οὕτως ἦν μεγαλόφρων καὶ μεγαλόψυχος καὶ σώφρων· Ἀριστοτέλει γὰρ μαθητευθεὶς πᾶ σαν λογικὴν ἐπιστήμην εἰς ἄκρον ἐπαιδεύθη. φασὶ δέ τινες ὅτι μετὰ τὴν νίκην ∆αρείου διαφθαρεὶς τὸν νοῦν πρὸς τὰς τοῦ σώμα τος ἡδονὰς διώλισθεν ὁ μηδ' ἀνασχόμενος πρότερον τὰς ∆αρείου θυγατέρας θεάσασθαι, Περσικήν τε στολὴν ἐνδυσάμενος μυρίοις νέοις ἐδορυφορεῖτο καὶ τριακοσίαις παλλακαῖς ἐχρῆτο, ὡς τὴν Μακεδονικὴν πᾶσαν τῶν βασιλέων συνήθειαν εἰς Περσικὴν μετ ελθεῖν. ὅθεν καὶ ἐξάρχους ἄνδρας τῶν Μακεδονικῶν ταγμάτων πλείστους ἀνεῖλε. Μετὰ δὲ τὴν Ἀλεξάνδρου τελευτὴν εἰς πολλὰς ἀρχὰς ἡ βα σιλεία αὐτοῦ διῃρέθη, καὶ Περδίκκας μὲν τὴν Μακεδονίας ἐκλη ρώσατο βασιλείαν, Πτολεμαῖος δὲ ὁ Λάγου Αἰγύπτου καὶ Ἀλε 1.273 ξανδρείας, Σέλευκος ὁ καὶ Νικάνωρ διὰ τὸ ἀναβῆναι εἰς Βαβυ λῶνα καὶ κρατῆσαι τῶν βαρβάρων Συρίας καὶ Βαβυλῶνος, Ἀντίγονος τῆς πρὸς τῷ Ταύρῳ Κιλικίας, Φίλων Μηδίας, Πύθων Φρυγίας καὶ Λυδίας, Μελέαγρος Παφλαγονίας, Εὐμένης Καπ παδοκίας, Κάσανδρος Λυκίας καὶ Ἑλλησπόντου, Λυσίμαχος Θρᾴκης, Ἀντίπατρος Ποντικῆς, Ὀξυάρτης Βακτρικῆς, Φίλιππος ∆ραγαίνης, Πῶρος Ἰνδίας, Φραταφέρνης Παρθίας καὶ Ὑρκανίας, Τριπόλεμος Περσίδος, καὶ Μεσοποταμίας Ἀρκεσίλαος. καὶ οὐ διέλιπον ἀεὶ κατ' ἀλλήλων ἐπανιστάμενοι, ἕως ἡ Ῥωμαίων ἀρχὴ τὰς τοπαρχίας πάσας κατέλυσε. Ὁ μέντοι Κάσανδρος Θεσσαλονίκην τὴν τοῦ Ἀλεξάνδρου θυγατέρα ποιησάμενος γυναῖκα εἰς ὄνομα ταύτης κτίζει πόλιν Θεσσαλονίκην. οἱ δὲ Αἰνείαν ταύτην κτίσαι μετὰ τὸ ἀποφυγεῖν τὸν Τρωϊκὸν πόλεμον, ὅθεν καὶ ἡ χώρα λέγεται Αἰνέα. οἱ δέ φασι Φιλίππου τοῦ Ἀμύντου εἶναι θυγατέρα τὴν Θεσσαλονίκην· τὸ δὲ ἐν τῇ Παλλήνῃ φρούριον παρ' αὐτοῦ τοῦ Αἰνείου οἰκοδο μούμενον, ἐπεὶ παρὰ τῶν ὑπ' αὐτὸν ἀκήκοε γεγενῆσθαι αὐτῷ θυγατέρα καὶ Κασάνδραν ὀνομασθῆναι, καὶ αὐτὸς αὐτὸν τὸν τόπον Κασάνδρειαν ὠνόμασε, καὶ στήλην λιθίνην γυναικὸς σχῆμα ἔχουσαν καὶ πρὸς Τροίαν βλέπουσαν ἐπάνω τοῦ τείχους ἔστησε. Τότε καὶ Αἴσωπος ὁ μυθογράφος ἤκμαζε, καὶ Ἀναξίμανδρος, ὃς εἶπε τὴν γῆν μέσην εἶναι τοῦ παντὸς κόσμου, καὶ τὸν ἥλιον οὐκ ἐλάττω τῆς γῆς, ἀρχήν τε πάντων τὸν αἰθέρα, καὶ 1.274 πάντα ἐξ αὐτοῦ γίνεσθαι καὶ εἰς αὐτὸν ἀναλύεσθαι. ἐξέθετο δὲ καὶ τὰς ἰσημερίας καὶ τὰς τροπὰς τοῦ ἐνιαυτοῦ καὶ τὰ λοιπά, καθὼς ἔμπροσθεν λέξομεν. Πυθαγόρας δὲ ὁ Σάμιος τὴν ἀριθμητικὴν ἔγραψε καὶ ἀσω μάτους δυνάμεις καὶ ἀρχὰς ἐδόξαζεν. οὗτος καὶ τὰ χρυσᾶ ἔπη ἔγραψεν, ἅτινα ὡς ἐν κεφαλαίῳ εἰπεῖν διαγορεύουσι τάδε. πρῶτα μὲν προτρέπει τὸ θεῖον τιμᾶν ὡς χρή, δεύτερον τοὺς κατὰ δύνα μιν ὁμοιωθέντας αὐτῷ, τρίτον τῶν σωματικῶν δυνάμεων ὑπερέχειν, τέταρτον ἑαυτὸν αἰδεῖσθαι πανταχοῦ, πέμπτον δικαιοσύνης ἐπιμελεῖσθαι πανταχοῦ, ἕκτον τὸν ἀπὸ τῆς θείας κρίσεως ἀπονε μηθέντα κλῆρον ἀσπάζεσθαι, ἕβδομον πρὸς τὸ βέλτιον ἀεὶ τὴν γνώμην μεθιστάνειν, ὄγδοον ἀνεξαπόσπαστον εἶναι καὶ ἀδούλωτον διόλου πρὸς τὴν