481
ἀνῃρέθη. παρειλήφασι δὲ οἱ περὶ τὸν Θεόκτιστον αὐτό τε τὸ φρούριον τὸν Μενῖκον, παραδοθὲν αὐτοῖς ὑπὸ ἀδελφόπαιδος τοῦ Μουσάραφ, καὶ ἕτερον φρούριον ἐπί τινος ἀποτόμου κείμενον πέτρας, τὸ λεγό μενον Ἀργυρόκαστρον. ταῦτα δὲ οὕτω καταστησάμενος ὁ Θεό κτιστος εἰσῆλθεν εἰς τὴν βασιλίδα, ἐπαγόμενος μεθ' ἑαυτοῦ καὶ Ἀλὰχ τὸν τοῦ Πινζαρὰχ υἱόν, ὃν καὶ πατρικιότητος ὁ αὐτοκράτωρ ἠξίωσε. κατόπιν δὲ ἦλθε καὶ ὁ Πινζαράχ, προπεμπόμενος καὶ δορυφορούμενος παρὰ τοῦ χρηματίσαντος ἄρχοντος Ἀντιοχείας Νικήτα τοῦ ἐκ Μισθείας· ὃν ὁ βασιλεὺς φιλοφρόνως ἀποδεξάμε νος καὶ δώροις καὶ εὐεργεσίαις δεξιωσάμενος οὐ μικραῖς οἴκαδε χαίροντα ἐξαπέστειλεν. ἐλυτρώσατο δὲ καὶ ἐκ τῆς αἰχμαλωσίας τὸν Χοιροσφάκτην καὶ τοῖς οἰκείοις ἀπέδωκε.
Τοῦ πρωτοσπαθαρίου δὲ Ὀρέστου, ὃν ὑπὸ Βασιλείου τοῦ βασιλέως ἐν Σικελίᾳ πεμφθῆναι ὁ λόγος ἐδήλωσεν ἄνωθεν, ἀπεί ρως ἔχοντος περὶ τὰ πολεμικὰ καὶ ἀτέχνως ἐπιχειροῦντος τοῖς πράγμασιν, οἱ ἐκ Σικελίας Σαρακηνοὶ καιροφυλακήσαντες καὶ αἰφνίδιον ἐπιθέμενοι τοῖς Ῥωμαίοις, ἤδη καὶ κοιλιακῷ νοσήματι ἀπὸ τρυφῆς κατασχεθεῖσιν, ὄλεθρον οὐκ ὀλίγον εἰργάσαντο. ἀνα 2.497 κτώμενος δὲ τὸ γεγονὸς ἀτύχημα ὁ βασιλεὺς δύναμιν ἀξιόμαχον ἔκ τε Ἑλλάδος καὶ Μακεδονίας ἀθροίσας ἐν Ἰταλίᾳ ἐκπέμπει, κἂν οὐδέν τι γενναῖον δρᾶσαι ἴσχυσεν ἀφελείᾳ καὶ κακότητι τοῦ στρα τηγοῦ. Τούτῳ τῷ ἔτει #22φλθʹ τυγχάνοντι, ἰνδικτιῶνος ιδʹ, καὶ ὁ Προυσιανὸς ἑκουσίως ἀποκείρεται μοναχός, καὶ ἡ μήτηρ αὐτοῦ ἐκ Μαντινείου τῆς ἐν βουκελλαρίῳ μονῆς εἰς Θρᾳκησίους μετα βιβάζεται, καὶ Κωνσταντῖνος πατρίκιος ὁ ∆ιογένης ἐκβληθεὶς τοῦ πύργου ἐν τῇ μονῇ τῶν Στουδίου ἀποκείρεται μοναχός. ὁ δὲ βασιλεὺς Ῥωμανὸς τὸν οἶκον τοῦ Τριακονταφύλλου ἐξωνησάμενος εἰς μοναστήριον μετεσκεύασεν ἐπ' ὀνόματι τῆς δεσποίνης ἡμῶν θεοτόκου, μηδεμιᾶς πολυτελείας φεισάμενος, συντρίψας μέντοι τῇ προφάσει ταύτῃ οὐ μικρῶς τὸ ὑπήκοον καὶ κακώσας ἔν τε ταῖς τῶν λίθων καὶ τῶν ἄλλων εἰδῶν διακομιδαῖς. καταλαμπρύνει δὲ καὶ τὰ κιονόκρανα τῆς μεγάλης ἐκκλησίας καὶ τῆς ὑπεραγίας θεο τόκου τῶν Βλαχερνῶν ἀργύρῳ καὶ χρυσῷ. μέλλων δὲ καὶ τὸ θυσιαστήριον ἐπιποιεῖσθαι τῶν Βλαχερνῶν εὗρε κρεμαμένην εἰκόνα παλαιάν, ἣν ἀνακαινισθῆναι προσέταξεν. ἐξαργυρωμένον δὲ τὸ τοῦ τοίχου χρίσμα ἰδὼν καθαιρεθῆναι προσέταξε καὶ νέον γενέ σθαι. καθαιρεθέντος δὲ τοῦ χρίσματος εὑρέθη εἰκὼν ὑλογραφική, σανίδιον ἐπιστήθιον κρατούσης τῆς θεοτόκου τὸν κύριον καὶ θεὸν ἡμῶν, ἀμόλυντος διαμείνασα ἀπὸ τῶν ἡμερῶν τοῦ Κοπρωνύμου ἕως τῆσδε τῆς ἡμέρας, ἐτῶν διελθόντων τριακοσίων. 2.498 Τῷ δὲ #22φμʹ ἔτει, ἰνδικτιῶνος ιεʹ, μηνὶ Σεπτεμβρίῳ, ἦλθε πρὸς τὸν βασιλέα Ῥωμανὸν μετὰ δώρων πολλῶν ὁ τοῦ Χαλεπίτου υἱὸς Ἄμερ, ἐξαιτῶν ἀνανεῶσαι τὴν εἰρήνην καὶ τοὺς πρόσθεν παρέχειν φόρους. καὶ δὴ στέλλεται Θεοφύλακτος πρωτοσπαθά ριος ὁ Ἀθηναῖος, καὶ τάς τε σπονδὰς ἐβεβαίωσε καὶ κοινοπραγίαν μετὰ τῶν Χαλεπιτῶν ἔθετο. Ζωὴ δὲ ἡ βασιλὶς μετὰ τὴν ὕψωσιν τοῦ τιμίου σταυροῦ αἰφνίδιον ἀπελθοῦσα εἰς τὸ Πετρίον τὴν ἑαυ τῆς ἀδελφὴν Θεοδώραν ἀπέκειρε μοναχήν, ἀδύνατον ἄλλως εἶναι φήσασα παυθῆναι τὰς ἐπιβουλὰς καὶ τὰ σκάνδαλα. δέδωκε δὲ καὶ τὴν οἰκείαν ἀνεψιὰν ὁ βασιλεὺς Ῥωμανὸς μετὰ πολλῶν ἕδνων εἰς εὐνὴν τῷ τῆς μεγάλης Ἀρμενίας ἐξουσιάρχῃ. μέλλων δὲ δευ τέραν εἰσβολὴν τάχα ποιήσασθαι ὁ βασιλεὺς κατὰ Συρίας ἐξῆλθεν εἰς τὰ Μεσάνακτα. ἐκεῖσε δὲ τούτου ἐνδιατρίβοντος μηνύεται τῇ βασιλίδι Ζωῇ διὰ Θεοφάνους τοῦ Θεσσαλονίκης ὡς Κωνσταντῖνος ὁ ∆ιογένης κοινολογησάμενος τῇ ταύτης ἀδελφῇ Θεοδώρᾳ ἀπό δρασιν πρὸς τὸ Ἰλλυρικὸν μελετᾷ, εἰδήσει τοῦ μητροπολίτου ∆υρ ραχίου καὶ τοῦ ἐπισκόπου Περιθεωρίου. καὶ εὐθὺς ἀνάρπαστοι οἵ τε ἐπίσκοποι καὶ ὁ ∆ιογένης γίνονται. καὶ ὁ μὲν Κωνσταντῖνος ἐταζόμενος ἐν τῷ παλατίῳ τῶν Βλαχερνῶν διὰ Ἰωάννου τοῦ πραι ποσίτου, τοῦ μετὰ ταῦτα