345
πολέμῳ καταπροέντας, καὶ ἅμα τοῖς 2.135 ἑαυτῶν ἐγυμνοῦντο ξίφεσιν. ἀλλ' ὁ Θεόφιλος τῷ θεάματι τρω θεὶς τὴν ψυχήν, "εἰ ἐγὼ" φησί "σέσωσμαι ἐκ θεοῦ, σωθήσεσθε καὶ ὑμεῖς." αὕτη ἡ τῶν Περσῶν πρὸς τοὺς ἐξ Ἄγαρ κοινολογία τοῖς Θεοφόβου ἐχθροῖς καὶ θάνατον αὐτοῦ ψηφιζομένοις δευτέρα τις γέγονεν αἰτία καὶ ἀφορμὴ εὔκαιρος εἰς διαβολήν.
Τῷ δ' ἀμερμουμνῇ ἀκηκοότι τὴν νίκην ἔδοξε μὴ μέλλειν ἀλλ' ἀπιέναι πρὸς τὸ Ἀμώριον. ἀγείρας οὖν τὸ οἰκεῖον στρά τευμα, καὶ τῷ υἱῷ δὲ ἐπιστείλας παραπλησίως ποιεῖν, εἴχετο τῆς ὁδοῦ. ἑνωθέντων οὖν τῶν στρατευμάτων χάραξ τε ἐπήγνυτο ὀχυρός, καὶ ἡ πόλις τάφρῳ βαθείᾳ ἐστεφανοῦτο, καὶ ἡ πολιορκία ἔμπρακτος καὶ ἐνεργὸς ἐγίνετο, τῶν μὲν Τούρκων ἐπιμόνοις καὶ συνεχέσι χρωμένων τοξεύμασι, τῶν δὲ Σαρακηνῶν τὰς ἑλεπόλεις προσαγόντων τοῖς τείχεσι, τῶν δ' ἔνδον τοῦ τείχους ἐναπειλημ μένων Ῥωμαίων εὐψύχως καὶ ἡρωϊκῶς ἀγωνιζομένων καὶ τὰ τῆς πολιορκίας ἀποκρουομένων εὐπετῶς ὄργανα. ἡ μὲν οὖν πολιορκία τῆς πόλεως ἐκ διαδοχῆς ἐνηργεῖτο καὶ συνεχὴς ἦν καὶ ἀδιάκοπος, Θεόφιλος δὲ ἐκ τῆς τροπῆς μόλις διαφυγὼν καὶ πρὸς τὸ ∆ορύ λαιον γενόμενος ἐκεῖσε προσεκαρτέρει τὴν ἔκβασιν ἐκδεχόμενος. ἀπεπειρᾶτο δὲ τῆς τοῦ ἀμερμουμνῆ γνώμης, εἴ πως δυνηθείη με ταστῆσαι τοῦτον τῆς πολιορκίας. ἐκπέμπονται οὖν πρεσβευταὶ μετὰ δώρων τιμίων καὶ ὑποσχέσεων οὐκ ὀλίγων τοῦτον ἐκδυσωπή σοντες, οἳ δὴ καὶ τὸ στρατόπεδον καταλαβόντες τῶν Σαρακηνῶν καὶ εἰς ὄψιν ἐλθόντες τῷ ἄρχοντι τὰ παρὰ τοῦ βασιλέως μηνυ 2.136 θέντα παρίστων. ὁ δὲ θυμῷ κατεχόμενος ἀσχέτῳ διὰ τὴν τῆς πατρίδος ἅλωσιν τὸν μὲν βασιλέα τῆς δειλίας κατεκερτόμει, ἐξου θένει δὲ καὶ τὴν πρεσβείαν καὶ ἐκωμῴδει, καὶ τοὺς πρεσβευτὰς ἐν δεσμοῖς κατεῖχε, περιμένων τὴν τῆς πράξεως ἔκβασιν. τὴν δὲ πολιορκίαν ἐπὶ πλέον ἐπέτεινεν, εἰς πολλὰ μέρη διελὼν τὸν στρα τὸν καὶ ἐκ διαδοχῆς τὰς προσβολὰς ποιούμενος, ἵνα τῷ πλήθει καὶ τῇ ἀκμαιότητι τῶν ὑπαλλαττομένων ἀποκαμόντες οἱ ἔνδον καὶ πρὸς τοὺς πόνους ἀπειρηκότες ἐνδώσουσι. καρτερῶς δὲ καὶ τῶν ἔνδον ἀμυνομένων ἄπρακτοι αἱ ἐπιχειρήσεις τῆς πολιορκίας ἐγί νοντο. καὶ κἂν διέφυγεν ἡ πόλις τὴν ἅλωσιν, εἰ μή τις τῶν εἴσω δώροις ὑποκλαπεὶς καὶ τὴν τῶν Χριστιανῶν ἐξομοσάμενος πίστιν διά τινα φιλονεικίαν, εἰς τοσοῦτον κίνδυνον ὀλισθήσας, προδοσίᾳ προύδωκε τὴν πατρίδα· Βαδίτζης ὄνομα τῷ ἀνδρί. οὗτος γὰρ λάθρᾳ τοῖς Σαρακηνοῖς ἐντυχών, καὶ ἔνθα τὸ τεῖχος εὐέφοδον ἦν, ποιεῖσθαι τὰς προσβολὰς ὑποθέμενος, αἴτιος ἐγεγόνει τοῦ τὴν πόλιν ἁλῶναι. ἧς δὴ πολέμου νόμῳ ληφθείσης, ποῖος ἱκανὸς λόγος ἐξειπεῖν τὸ πλῆθος τῶν ἀναιρεθέντων καὶ τῶν αἰχμαλωτι σθέντων; θυμῷ γὰρ βαλλόμενοι οἱ Σαρακηνοὶ διὰ τὸ πολλοὺς τῶν ἐπιφανῶν κατὰ τὸν καιρὸν τῆς πολιορκίας ἀναιρεθῆναι οὐδένα οἶκτον τῶν προστυχόντων ἐλάμβανον, ἀλλ' ἀνῃροῦντο μὲν ἄνδρες, ἤγοντο δὲ γυναῖκες σὺν μειρακίοις καὶ νεανίσκοις, ἐπυρπολοῦντο τὰ κάλλιστα τῶν οἰκημάτων, καὶ ἐν οὐ μακρῷ τῷ χρόνῳ ἡ τῶν 2.137 ἑῴων πόλεων διαπρεπεστέρα ἐκλελειμμένον ἐδείκνυτο ἐρείπιον. ἤγοντο δὲ ζωγρίαι καὶ οἱ τῶν στρατευμάτων ἐξάρχοντες, Κάλλι στός τε καὶ Κωνσταντῖνος καὶ Θεόδωρος ὁ Κρατερὸς οἱ πατρίκιοι, καὶ ἄλλοι πλεῖστοι τῶν ἐν στρατηγίαις διαφανῶν, μεγίστοις ἐμπρέ ποντες ἀξιώμασιν.
Οὕτω δὲ χειρωθείσης τῆς πόλεως τοὺς πρέσβεις ὁ τῶν Σα ρακηνῶν ἀρχηγὸς τῶν πραχθέντων ἕκαστον ἐπισκοπῆσαι ἐγκελευ σάμενος, ὥσπερ τις ἐντρυφῶν καὶ ἐνευωχούμενος τοῖς πραχθεῖσιν, αὐταγγέλους τῆς συμφορᾶς ἐκπέμπει τῷ βασιλεῖ. οὓς πάλιν ἐκεῖ νος πρὸς τὸν ἀμερμουμνῆν ἐξαπέστειλεν, ἀποδοθῆναί οἱ ζητῶν τούς τε ληφθέντας διαφανεῖς ἄνδρας ἐν τῇ πολιορκίᾳ καὶ τοὺς κατὰ γένος αὐτῷ προσήκοντας καὶ τοὺς λοιποὺς αἰχμαλώτους, εἴ κοσιν ἐπὶ τέσσαρσι κεντηναρίους δώσειν ὑπισχνούμενος ὑπὲρ λύ τρων αὐτῶν. ὁ δὲ τὴν πρεσβείαν δεξάμενος πάλιν