65
ψυχή μου καὶ ἡ ψυχὴ τῶν παιδίων σου τούτων ἐν ὀφθαλμοῖς σου.» καὶ ἐλάλησεν ἄγγελος κυρίου πρὸς Ἠλιού, καὶ κατέβη μετ' αὐτῶν πρὸς τὸν βασιλέα, καὶ εἶπε κατὰ τὸ ῥῆμα τὸ ἔμπροσθεν «ἀνθ' ὧν ἐξαπέστειλας ἐπερωτᾶν τὴν μυῖαν, ἀπο στὰς ἀπὸ τοῦ θεοῦ, ἀποθανῇ σὺ καὶ οὐ ζήσῃ.» καὶ ἀπέθανεν Ὀχοζίας κατὰ τὸ ῥῆμα Ἠλιοῦ, καὶ κατέπαυσεν ἐν τῷ σπηλαίῳ Μωϋσέως. ἐπὶ τούτου τοῦ Ὀχοζίου λιμώξαντες οἱ κατ' ἐκείνην τὴν περίχωρον, τὰ ἴδια σφάξαντες τέκνα κατέφαγον· ἐν κόπρῳ γὰρ περιστερῶν ἀντὶ ἁλὸς βάπτοντες ἐχρῶντο. Ἐν δὲ τῷ τετρακισχιλιοστῷ ἑξακοσιοστῷ δευτέρῳ ἔτει ἀνε λήφθη Ἠλίας. ἐντεῦθεν ὑποστρέφων Ἐλισσαιὲ εἰς Ἰεριχὼ θεραπεύει τὰ πονηρὰ ὕδατα διὰ ἁλῶν. ἀναβαίνοντος δὲ εἰς Βεθὴλ ἐξῆλθον παιδάρια μικρὰ ἐκ τῆς πόλεως καὶ ἐλίθαζον αὐτὸν καὶ κατέπαιζον αὐτοῦ, καὶ ἔλεγον «ἀνάβαινε φαλακρέ, ἀνάβαινε.» ὁ δὲ κατηράσατο αὐτῶν· καὶ ἰδοὺ ἐξῆλθον δύο ἄρκτοι ἐκ τοῦ δρυμοῦ, καὶ διέρρηξαν ἐξ αὐτῶν τεσσαράκοντα καὶ δύο παῖδας. κἀκεῖθεν ὑπέστρεψεν εἰς Σαμάρειαν. ταύτην τὴν Σαμάρειαν ὁ πέμπτος βασιλεὺς Ἰσραὴλ κτίζει εἰς πόλιν (αὕτη δέ ἐστιν ἡ νῦν 1.181 καλουμένη Σεβαστή), ἐπωνόμασε δὲ αὐτὴν Σεβήρ, εἰς ὄνομα Σεβὰρ τοῦ κυρίου τοῦ ὄρους. τότε καὶ τὸ θαῦμα τοῦ ἐλαίου εἰς πληθυσμὸν τῇ γυναικὶ δέδωκεν Ἐλισαῖος, καὶ τὰ χρέα αὐτῆς δι' αὐτοῦ τοῦ ἐλαίου ἐπλήρωσε, καὶ τῆς Σωμανίτιδος τὸν υἱὸν ἀνέ στησε. τότε καὶ ἡ τολύπη τοῖς ἀνθρώποις φάρμακον ὂν ἐδόθη, καὶ δι' ἀλεύρου ἐθεραπεύθη. καὶ οἱ κρίθινοι κʹ ἄρτοι καὶ αἱ πέντε παλάθαι τῶν ἰσχάδων ἐν τοῖς ἑκατὸν ἀνδράσιν ἐπερίσσευ σαν. καὶ τοῦ Νεεμᾶν ἡ λέπρα ἐθεραπεύθη, Γηεζῆ δὲ ἔλαβεν ἱμάτια καὶ ἀργύρια καὶ τὴν ἐξ αὐτοῦ λέπραν. ἐπὶ τούτοις καὶ τὴν ἀξίνην ἀπὸ τοῦ Ἰορδάνου ἀνήγαγε, καὶ τὰ ἔνεδρα τοῦ βασι λέως Συρίας ἀνήγγειλε τῷ βασιλεῖ Ἰσραήλ. καὶ τοῦ βασιλέως Συρίας κυκλώσαντος αὐτὸν εἰς τὸ ὄρος ἐπὶ τῷ κρατῆσαι, ὡς εἶδεν ὁ λειτουργὸς Ἐλισαιὲ τὰ ἅρματα καὶ τὴν δύναμιν, ἐφοβήθη, καὶ εἶπε «κύριε, τί ποιήσομεν;» ὁ δὲ εἶπε «μὴ φοβοῦ, ὅτι πλείους οἱ μεθ' ἡμᾶς ὑπὲρ τοὺς μετ' αὐτῶν.» καὶ προσηύξατο, καὶ ἤνοιξεν ὁ θεὸς τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου, καὶ εἶδε τὸ ὄρος ὅλον πλῆρες ἵππων καὶ ἅρμα πυρὸς περικύκλῳ Ἐλισαιέ. κατα βάντων δὲ πρὸς αὐτόν, ἐπάταξεν αὐτοὺς κύριος ἀορασίᾳ. καὶ εἶπεν «Ἐλισαιὲ δεῦτε ὀπίσω μου.» καὶ ἀπήγαγεν αὐτοὺς εἰς Σα μάρειαν, καὶ ἠνοίγησαν οἱ ὀφθαλμοὶ αὐτῶν, καὶ εἶδον, καὶ ἰδοὺ αὐτοὶ ἐν μέσῳ Σαμαρείας. καὶ εἶπεν ὁ βασιλεὺς Σαμαρείας «εἰ πατάξω, πάτερ;» καὶ εἶπεν «οὐ πατάξεις. παράθες αὐτοῖς ἄρ 1.182 τον καὶ ὕδωρ.» καὶ φαγόντες ἀπῆλθον πρὸς τὸν κύριον αὐτῶν, καὶ οὐ προσέθεντο ἔτι οἱ μονόζωνοι Συρίας τοῦ ἐλθεῖν εἰς τὸν Ἰσραήλ. Μετὰ δὲ Ὀχοζίαν ἐβασίλευσεν Ἰωρὰμ ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου. καὶ ἐσφάγη ὑπὸ Ἰηοῦ, βασιλεύσας ἔτη δεκαδύο· ὃς ὑποτάξας τὸν Μασὰ βασιλέα Μωὰβ ἦν λαμβάνων ἐξ αὐτοῦ φόρον κατ' ἐνιαυτόν, ἀρνοὺς χιλιάδας ἑκατὸν καὶ κριοὺς χιλιάδας ἑκατόν. ἐφ' οὗ ἀνελήφθη ὁ μέγας Ἠλίας. καὶ ἦλθεν ὁ βασιλεὺς Συρίας καὶ περιεκάθισεν ἐπὶ Σα μάρειαν, καὶ γέγονε λιμὸς μέγας ὥστε πραθῆναι κεφαλὴν ὄνου ἀργυρίων τριάκοντα. καὶ ἦν Ἰωρὰμ διαπορευόμενος ἐπὶ τοῦ τεί χους. καὶ γυνή τις ἐβόησε πρὸς αὐτόν «σῶσον κύριε βασιλεῦ.» καὶ ἀποκριθεὶς εἶπε «μὴ σῶσαι σὲ κύριος; πόθεν σώσω σε; μὴ ἀπὸ τῆς ἅλωνος ἢ ἀπὸ τῆς ληνοῦ;» καί φησιν ἡ γυνή «οὐχί, βα σιλεῦ. ἀλλ' ἡ γυνὴ αὕτη εἶπέ μοι, δὸς τὸν υἱόν σου, φαγώμεθα αὐτὸν σήμερον, καὶ τὸν υἱόν μου αὔριον· καὶ ἑψήσαντες αὐτὸν χθὲς ἐφάγομεν, καὶ σήμερον ἔκρυψε τὸν υἱὸν αὐτῆς.» ὅπερ ἀκού σας βασιλεὺς διέρρηξε τὰ ἱμάτια αὐτοῦ, καὶ εἶδεν ὁ λαὸς τὸν σάκκον ἐπὶ τῆς σαρκὸς αὐτοῦ ἔσωθεν. καὶ ἀποκριθεὶς εἶπε «τάδε ποιήσει μοι ὁ θεός, καὶ τάδε προσθείη, εἰ στήσεται ἡ κεφαλὴ Ἐλισαίου σήμερον ἐπ' αὐτῷ.» καὶ ἀπέστειλε τὸν τριστάτην, ἐφ' ὃν ἐπανεπαύετο. καὶ εἶπε πρὸς αὐτὸν ὁ προφήτης «τάδε λέγει 1.183 κύριος. αὔριον, ὡς ἡ ὥρα αὕτη, μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριθῆς σίκλου ἐν ταῖς πύλαις Σαμαρείας.» καὶ εἶπεν ὁ τριστάτης «εἰ ἀνοίξει κύριος τοὺς