491
ἐνεγκὼν μετρίως τὸν προπηλακισμὸν καὶ τὴν ὕβριν γράμματα πέμπει ταχὺ πρὸς τὸν ὀρφανοτρόφον, μηνύοντα ὡς ἀπόστασιν εἴη μελετῶν ὁ Μανιάκης κατὰ τοῦ βασιλέως. καὶ ὁ μὲν εὐθὺς δέσμιος εἰς τὴν βασιλίδα εἰσάγεται καὶ καθείργνυται σὺν Βασιλείῳ πατρικίῳ τῷ Θεοδωρο κάνῳ, ἡ δὲ πᾶσα τῆς ἀρχῆς ἐξουσία ἐς τὸν Στέφανον μετατίθεται, συνεκπεμφθέντος αὐτῷ καί τινος εὐνούχου Βασιλείου πραιποσίτου τοῦ Πεδιαδίτου· οἵτινες οὐκ ἐν βραχεῖ τὰ πράγματα διεφθάρκα σιν, αἰσχροκερδείᾳ καὶ δειλίᾳ καὶ ῥᾳστώνῃ καταπροδόντες τὴν Σικελίαν. ὁ γὰρ Μανιάκης αἱρῶν τὰς τῆς νήσου πόλεις ἀκροπό λεις ἐν αὐταῖς ᾠκοδόμει καὶ φρουροὺς ἐφίστα τοὺς ἱκανούς, ἵνα μὴ οἱ ἐγχώριοι δύναιντ' ἂν ἐξ ἐπιβουλῆς ἀνακτᾶσθαι τὰς πόλεις· τούτου δὲ δεσμίου, ὡς εἴρηται, εἰς τὸ Βυζάντιον ἀναχθέντος, τῆς ὀλιγωρίας καὶ ῥᾳθυμίας τῶν ἀρχόντων καταδραμόντες οἱ ἐγχώ ριοι, καὶ δύναμιν Καρχηδονίων προσειληφότες, ἐπιτίθενται ταῖς πόλεσι, καὶ τάς τε ἄκρας κατέσκαψαν τῶν φρουρῶν κρατήσαντες, καὶ τὰς πόλεις πάσας ἐπανεσώσαντο πλὴν Μεσήνης· ταύτην γὰρ ἔλαχε φρουρεῖν ὁ πρωτοσπαθάριος ὁ καὶ τοῦ τάγματος ἄρχων τῶν Ἀρμενιακῶν, Κατακαλὼν ὁ τὴν ἐπωνυμίαν Κεκαυμένος, τριακο σίους ἱππότας ἔχων μεθ' ἑαυτοῦ καὶ πεντακοσίους πεζούς. σπεύ 2.524 δοντες οὖν οἱ νησιῶται μηδὲ ζώπυρον ὑπολειφθῆναι Ῥωμαϊκῆς δυνάμεως ἐμφωλεῦον τῇ νήσῳ, πάντα τὸν ὅπλον κινῆσαι δυνάμε νον ἀθροίσαντες καὶ συμμαχικὸν οὐκ ὀλίγον Καρχηδονίων, ἀπελ θόντες ἐν Μεσήνῃ τὴν πόλιν περιεστοίχισαν. τοῦ δὲ κλείσαντος τὰς πύλας ἐπὶ τρεῖς ἡμέρας καὶ μηδένα προπηδᾶν ἐῶντος τῆς τά φρου, ἀλλὰ δόκησιν δειλίας παρεσχηκότος, καταφρονήσαντες οἱ Σαρακηνοὶ ἀδεῶς τε ἐσκεδάννυντο καὶ νύκτωρ καὶ μεθ' ἡμέραν ἐν πότοις καὶ αὐλοῖς καὶ κυμβάλοις ἦσαν, ὡς τάχα τῆς πόλεως ἐς τὴν αὔριον μελλούσης ἁλώσεσθαι. ἡμέρᾳ δὲ τετάρτῃ, καθ' ἣν εἰώ θαμεν ἐκτελεῖν τὴν πεντηκοστήν, κατανοήσας ὁ Κεκαυμένος τὴν ἀμέλειαν καὶ ῥᾳθυμίαν τῶν Σαρακηνῶν, καὶ ὅτι ἐν πολλῇ ἀμερι μνίᾳ διάγουσιν οὐδένα λόγον τῶν ἐντὸς τοῦ τείχους ποιούμενοι, τὸν ἑαυτοῦ παραθαρρύνας λαὸν καὶ τὴν ἀναίμακτον τοῖς ἱερεῦσιν ἐπιτελέσαι κελεύσας θυσίαν, καὶ τῶν θείων ἅμα πᾶσι μετεσχηκὼς μυστηρίων, περὶ ὥραν ἀρίστου τὰς τῆς πόλεως πύλας ἀναπετάσας προσρήγνυται μετὰ μεγίστης ῥύμης τοῖς ἐναντίοις μεθύουσι καὶ καρηβαροῦσιν, αὐτὸς πρῶτος μετὰ τῶν σὺν αὐτῷ ἐπὶ τὴν σκηνὴν ἐξιππασάμενος Ἀπολάφαρ τοῦ τῆς νήσου ἄρχοντος. καὶ οὗτος μὲν εὐθὺς ἀναιρεῖται, ἀκροσφαλὴς ὑπὸ μέθης ὑπάρχων, διαρρή γνυται δὲ καὶ ἡ αὐτοῦ σκηνή· ἔπιπτον δὲ καὶ οἱ ἄλλοι τῶν Σαρα κηνῶν κατὰ τὰς σωρείας ὑπὸ μέθης σφαλλόμενοι, καὶ τῷ ἀπροσ δοκήτῳ τῆς ἐπιθέσεως μηδ' ὅλως πρὸς ἀλκὴν ἀποβλέψαι ἰσχύσαν τες.
Γίνεται οὖν τροπὴ ὅλου τοῦ στρατοπέδου, τῶν Σαρακηνῶν ὑπ' ἀλλήλων συμπατουμένων καὶ ἀναιρουμένων, ὡς πληρωθῆναι 2.525 νεκρῶν τὸ πεδίον καὶ τὰς ἔγγιστα φάραγγας καὶ τοὺς ποταμούς, ὡς ἐκ τοσούτων μυριάδων ὀλίγους πάνυ ἐν Πανόρμῳ διασωθῆναι. ἐλήφθη δὲ καὶ τὸ στρατόπεδον ἅπαν, χρυσοῦ καὶ ἀργύρου καὶ μαργάρων γέμον καὶ πολυτελῶν λίθων, οὕς, ὡς λέγεται, μεδίμνοις οἱ στρατιῶται διεμοιράσαντο. καὶ οὕτω μὲν ἡ πᾶσα Σικελία δι' ὀλίγου χειρωθεῖσα παρὰ τοῦ Μανιάκη, ἐν βραχεῖ χρόνῳ ἀμελείᾳ καὶ κακότητι στρατηγῶν γέγονε πάλιν ὑπὸ Σαρακηνούς, μό νης τῆς Μεσήνης περιλειφθείσης καθ' ὃν τρόπον εἰρήκαμεν, τοῦ Στεφάνου καὶ τοῦ Πεδιαδίτου φυγόντων ἐν Λογγιβαρδίᾳ. καὶ τὰ μὲν ἐν Σικελίᾳ ἐφέρετο ταύτῃ. Ὁ δὲ βασιλεὺς Μιχαὴλ τῇ Θεσσαλονίκῃ ὡς τὰ πολλὰ διέ τριβε, προσλιπαρῶν τῷ τάφῳ τοῦ καλλινίκου μάρτυρος ∆ημη τρίου καὶ ἀπαλλαγὴν εὑρέσθαι τῆς νόσου γλιχόμενος. καὶ ἥπτετο μὲν τῶν πραγμάτων οὐδ' ὁπωστιοῦν, ὅ τι μὴ πᾶσα ἀνάγκη, ἐφέ ρετο δὲ ἡ διοίκησις καὶ τῶν κοινῶν μεταχείρησις ὑπὸ Ἰωάννου· καὶ οὐδὲν εἶδος βέβηλον καὶ παράνομον ἐπινοίας παρελείφθη ὃ μὴ ἐξεῦρεν εἰς συντριμμὸν καὶ κάκωσιν τῶν ὑπὸ χεῖρα. καταλέγειν δὲ ἕκαστον τούτων