190
οὐ μόνον 1.516 δὲ τῶν τῆς ψυχῆς καὶ τοῦ σώματος ὁ τοιοῦτος ἀπαλλάττεται αἰ σχίστων παθῶν καὶ σκιρτημάτων, ἀλλὰ καὶ τὰ μέλλοντα σαφῶς προλέγει καὶ τὴν ἁγίαν τριάδα ὀφθαλμοφανῶς θεωρεῖ καὶ θεολο γίας καὶ θείων μυστηρίων ἀξιοῦται." οὕτως ὁ θεῖος Φλαβιανὸς τὴν δαιμονιώδη αἵρεσιν ἀνορύξας ἔφη πρὸς τὸν δυσσεβέστατον γέροντα "πεπαλαιωμένε κακῶν ἡμερῶν, ἤλεγξέ σε τὸ σὸν μιαρώ τατον στόμα, καὶ οὐκ ἐγώ, καὶ τὰ σὰ διεφθαρμένα καὶ ἀκάθαρτα χείλη καταμαρτυροῦσί σου." φανερωθείσης δὲ τῆς σατανικῆς καὶ βδελυρᾶς ἀπάτης καὶ αἱρέσεως ταύτης, τῆς μὲν Συρίας ἐξη λάθησαν, εἰς δὲ τὴν Παμφυλίαν ἀνεχώρησαν καὶ ταύτην τῆς λώβης ἐπλήρωσαν, νῦν δὲ σχεδὸν εἰπεῖν καὶ τὴν πλείονα δύσιν. Τῷ καʹ ἔτει τῆς βασιλείας τοῦ μεγάλου Κωνσταντίνου δια βάλλουσι Σαπώρην τὸν βασιλέα Περσῶν κατὰ Χριστιανῶν, καὶ γίνεται διωγμὸς ὡς πλείους τῶν δεκαοκτὼ χιλιάδων ὑπ' αὐτοῦ ἀναιρεθῆναι. ἡ δὲ αἰτία τῆς διαλύσεως τῆς μεταξὺ Ῥωμαίων καὶ Περσῶν γενομένης εἰρήνης γέγονε δι' αἰτίαν τοιαύτην. Μη τρόδωρός τις Περσογενὴς προσποιησάμενος φιλοσοφεῖν ἀπῆλθεν ἐν Ἰνδίᾳ καὶ τοὺς Βραχμᾶνας, καὶ χρησάμενος ἐγκρατείᾳ πολλῇ γέγονεν αὐτοῖς σεβαστός. εἰργάζετο δὲ ὑδρομύλους καὶ λοετρά, μέχρι τότε μὴ γνωριζόμενα παρ' αὐτοῖς. οὗτος ἐν τοῖς ἀδύτοις ὡς εὐσεβὴς εἰσιὼν λίθους τιμίους καὶ μαργαρίτας πολλοὺς ὑφεί λετο. ἔλαβε δὲ καὶ παρὰ τοῦ βασιλέως τῶν Ἰνδῶν, ὥστε τῷ βα σιλεῖ δῶρα κομίσαι· καὶ ἐπανελθὼν εἰς τὸ Βυζάντιον δέδωκε ταῦτα 1.517 ὡς ἴδια τῷ βασιλεῖ. θαυμάζοντι δὲ αὐτῷ ἔφη καὶ ἄλλα διὰ γῆς προπέμψαι, ἀλλ' ἀφαιρεθῆναι ὑπὸ Περσῶν. γράφει οὖν ἀπο τόμως Κωνσταντῖνος πρὸς Σαπώρην, ἀποσταλῆναι αὐτά, καὶ δεξάμενος οὐκ ἀνταπέστειλε. διὰ τοῦτο ἐλύθη ἡ εἰρήνη. ἐκ τούτων οὖν τῶν λίθων ἔργον ποιήσας ὁ βασιλεὺς ἀπέστειλε τοῖς πέραν τοῦ ∆αννουβίου ἔθνεσιν, ἐπιγράψας τῷ μείζονι τὸ δῶρον· ὅπερ γέγονεν αὐτοῖς ὀλέθρου αἴτιον διὰ τὴν ἐπιγραφήν. φασὶ δὲ αὐτὸν πρῶτον πάντων τῶν βασιλέων διαδήματι χρήσασθαι καὶ μαργαρίταις καὶ ἄλλοις λίθοις περιεργότερον κοσμηθῆναι. ἀλλὰ καὶ πτύχας εὐαγγελίων χρυσᾶς διὰ μαργάρων καὶ λίθων κατα σκευάσας ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ προσήγαγε, θαύματος ἀξίας. ἐν τούτῳ τῷ χρόνῳ καὶ ἡ ἁγία καὶ μακάρια Ἑλένη πρὸς κύριον ἐκδημεῖ, ἐτῶν οὖσα πʹ, καὶ ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων θάπτεται πρώτη, πολλὰ τῷ ἰδίῳ υἱῷ περὶ τῆς εἰς Χριστὸν εὐσε βείας παραγγείλασα. Τῷ κβʹ ἔτει Κωνσταντῖνος ὁ εὐσεβέστατος κατὰ Γερμανῶν καὶ Σαυροματῶν καὶ Γότθων στρατεύσας νίκην ἤρατο κραταιὰν διὰ τῆς τοῦ σταυροῦ δυνάμεως, καὶ τούτους εἰς ἐσχάτην ἤγαγε δουλείαν. καὶ ∆ρεπανᾶν τὸν ἐν Νικομηδείᾳ ἐπικτίσας εἰς τιμὴν Λουκιανοῦ τοῦ ἐκεῖσε μαρτυρήσαντος Ἑλενούπολιν διὰ τὴν μητέρα ἐκάλεσεν. Τῷ κγʹ καὶ δʹ καὶ εʹ ἔτει τὸ ἐν Ἀντιοχείᾳ ὀκτάγωνον κυρια κὸν ἤρξατο οἰκοδομεῖσθαι. καὶ αὐτὸς τὸν ∆άνουβιν περάσας γέφυραν ἐν αὐτῷ λιθίνην πεποίηκε, καὶ τοὺς Σκύθας ὑπέταξε, 1.518 καὶ τὸν φόρον ἔκτισε μετά γε τῶν δύο μεγάλων ἐμβόλων, καὶ ἐν αὐτῷ τῷ φόρῳ κίονα μονόλιθον καὶ ὁλοπόρφυρον ἔστησεν, ἐκ Ῥώμης ἀγαγών, ἐκδήσας αὐτὸν διὰ χαλκῶν ζωνῶν γεγραμμένων. ἱδρύσατο δὲ ἐπάνω αὐτοῦ ἀνδριάντα ἐπ' ὀνόματι αὐτοῦ, ἐν ᾧ γέγραπται "Κωνσταντῖνος." ἔλαμψεν ἡλίου δίκην, ὃς ἦν ἔργον μὲν Φειδίου, ἤχθη δὲ ἐξ Ἀθηνῶν. καὶ τὰς ἑπτὰ σπυρίδας καὶ τοὺς ιβʹ κοφίνους, ἐν οἷς Χριστὸς ὁ θεὸς ἡμῶν ἐθαυματούργησεν, ὑπὸ τὴν βάσιν τοῦ κίονος ἔθετο. καὶ τὰ λείψανα δὲ τῶν ἁγίων ἀποστόλων Λουκᾶ καὶ Τιμοθέου καὶ Ἀνδρέου διὰ τοῦ ἁγίου μάρ τυρος Ἀρτεμίου ἐν τῇ πόλει εἰσήγαγε. Τῷ κʹ καὶ κζʹ ἔτει αὐτοῦ τὴν κατὰ τῶν εἰδώλων καὶ τῶν ναῶν αὐτῶν κατάλυσιν ἐπέτεινε, τὰς δὲ εἰσόδους αὐτῶν ταῖς ἐκ κλησίαις τοῦ θεοῦ ἐκύρωσε. τότε καὶ ἡ ἐν Νικομηδείᾳ βασιλικὴ πυρὶ θείῳ ἐφλέχθη. Τῷ κηʹ ἔτει αὐτοῦ ὁ δυσσεβὴς Ἄρειος ἐπιπλάστῳ μετανοίᾳ καὶ λόγοις ἀπατηλοῖς μετὰ τὴν καθαίρεσιν αὐτοῦ καταγοητεύσας τὰς ἀκοὰς τοῦ γαληνοτάτου βασιλέως, καὶ δύο βιβλία λαβών,