355
διαπρέποντι, αἱ πᾶσαι καλαὶ καὶ ἀγαθαὶ τὰς ὄψεις καὶ ἀρετῆς ἐλάσασαι πρὸς ἀκρώρειαν. καὶ ἡ μὲν Θεοδώρα θανοῦσα τοιαύτην ἀπολέλοιπε τὴν γενεάν. Ἡ πᾶσα δὲ τῶν κοινῶν πραγμάτων διοίκησις εἰς μόνον ἐξε κυλίσθη τὸν Βάρδαν, ἐστέργετό τε διαφερόντως παρὰ τοῦ βασι λέως. ἔνθεν καὶ τὴν τοῦ κουροπαλάτου ἀναλαμβάνει τιμήν, ἆθλον τάχα τῆς καθαιρέσεως τῆς αὐτοῦ ἀδελφῆς. ἔκρινε γοῦν ἅμα τῷ βασιλεῖ καὶ κατὰ τῶν Ἰσμαηλιτῶν ἐκστρατεῦσαι καὶ τοῦ τῆς Με λιτηνῆς ἀμηρεύοντος Ἄμερ, ἄρτι εἰς ἄνδρας τελοῦντι ἐξ ἀγενείων. ὡς δ' οὖν τῆς τῶν ἐναντίων ἐπέβησαν γῆς καὶ κατὰ τὰ Σαμόσατα ἐγένοντο (πόλις δὲ τὰ Σαμόσατα τῶν παρευφρατείων, δυνάμει τε 2.162 βρίθουσα καὶ ἰσχύϊ), ταύτην ἐπεχείρουν πολιορκεῖν. ἐμποιησα μένων δὲ τῶν Σαρακηνῶν δειλίαν καὶ συγκεκλεικότων αὑτοὺς ἔν δον, καὶ μηδενὸς ἐκπηδῶντος τοῦ τείχους τάχα διὰ δειλίαν τῆς βασιλικῆς δυνάμεως, ἀμελῶς καὶ ἀφυλάκτως οἱ Ῥωμαῖοι διῆγον. κατὰ δὲ τὴν τρίτην τῆς ἐφεδρείας ἡμέραν (ἡ κυρία δὲ ἦν καὶ πρώτη τῶν ἡμερῶν) τῆς ἀναιμάκτου θυσίας ἐπιτελουμένης, ἐν ᾗ τῶν θείων ἔμελλον μετασχεῖν μυστηρίων, τὰς πύλας οἱ Σαρα κηνοὶ διαπετάσαντες καὶ μεθ' ὅπλων ἐκπεπηδηκότες πάντοθεν ἐπε τίθεντο τοῖς Ῥωμαίοις. οἱ δὲ τῷ ἀδοκήτῳ καταπλαγέντες τῆς ἐπιθέσεως εὐθὺς πρὸς φυγὴν ὥρμησαν. ἔνθα καὶ Μιχαὴλ ὁ βα σιλεὺς μόλις που τὸν ἵππον ἀναβὰς ἐργωδῶς διεσώθη, τῆς ἀπο σκευῆς πάσης τοῦ βασιλέως καὶ τῶν στρατιωτῶν ληφθείσης παρὰ τῶν πολεμίων, τοῦ τῶν Μανιχαίων ἐξηγουμένου Καρβέα μᾶλλον τῶν ἄλλων ἀριστεύσαντος, καὶ καταβαλόντος οὐ μόνον πολλοὺς τῶν ἀφανῶν τῆς στρατιᾶς, ἀλλὰ καὶ ζωγρίας λαβόντος οὐκ ὀλί γους τῶν ἐπιφανῶν, στρατηγοὺς καὶ τουρμάρχας οὐκ ἐλάττους τῶν ἑκατόν, ὧν οἱ μὲν ἄλλοι λύτρα δόντες ἀπελύθησαν, μόνος δὲ Σηὼν ὁ στρατηγὸς τῇ φυλακῇ ἐναπέψυξε. Χρόνων δὲ δύο παραδραμόντων πάλιν ὁ Ἄμερ στρατὸν ἐπα γόμενος, οὐκ ἔλαττον τρισμυρίων, ἐκστρατεύει κατὰ Ῥωμαίων. ὁ Μιχαὴλ δὲ τὴν προτέραν ἧτταν ἀνακαλέσασθαι βουλόμενος, στρατὸν καὶ αὐτὸς συναγηοχὼς ἔκ τε Θρᾳκῶν καὶ Μακεδόνων περὶ τὰς τέσσαρας ἥμισυ μυριάδας, ἔξεισι κατ' αὐτοῦ. ὅπερ μαθὼν Ἄμερ, διά τινων χωρίων δυσχώρων ἐπιτόμων δὲ τὴν πορείαν ποιη 2.163 σάμενος καὶ αἰφνίδιον προσπεσών, ἐτρέψατο κατὰ κράτος τὸν βα σιλέα καὶ πρὸς φυγὴν ἠνάγκασεν ἀπιδεῖν. μικροῦ δ' ἂν καὶ ἥλω αἰχμάλωτος, εἰ μὴ Μανουὴλ ὁ δομέστικος τῶν σχολῶν τὴν φά λαγγα διακόψας αὐτὸν διεσώσατο, τῶν ἄλλων πάντων, ὥσπερ ἔτυχεν ἕκαστος δυνηθείς, διασπαρέντων. ∆εύτερος πάλιν μετὰ τὸν πόλεμον τοῦτον διῆλθεν ἐνιαυτός, καὶ πάλιν ὁ Ἄμερ μετὰ τεσσαράκοντα χιλιάδων ἐκστρατεύσας εἰσ βολὴν ἐποιήσατο κατὰ Ῥωμαίων, ὁμοῦ μὲν καὶ τὴν Ἀρμενιακὴν ὁμοῦ δὲ καὶ τὴν πρὸς θάλασσαν ἐκπορθῶν καὶ δῃούμενος, ὅτε φασὶν αὐτὸν παραπλησίως τῷ Ξέρξῃ πάθος παθεῖν, μάστιξι κε λεύσαντος παίειν τὴν θάλασσαν, ὅτι μὴ περαιτέρω προήκατο τοῦ τον χωρεῖν. ἐφ' οἷς ἀσχάλλων ὁ Μιχαήλ, καὶ πάλιν αὐτὸς ἀντι στρατεῦσαι πρὸς αὐτὸν μὴ τολμῶν, τὸν τῆς ἑαυτοῦ μητρὸς ἀδελ φὸν Πετρωνᾶν, τῶν Θρᾳκησίων διέποντα τὴν ἀρχήν, τὰς Ῥωμαϊ κὰς δυνάμεις ἐκέλευσε λαβεῖν καὶ παντὶ σθένει χωρεῖν κατ' αὐτοῦ. ἔτυχε δ' οὗτος διατρίβων τότε κατὰ τὴν Ἔφεσον. δεξάμενος δὲ τὰ γράμματα εἰς ἀγωνίαν ἐμπίπτει μεγίστην. εὐθὺς οὖν ἐξιππα σάμενος ἄπεισιν ἐν τῷ ὄρει τῷ Λάτρει πρὸς τὸν ἐκεῖσε ἀσκούμενον μοναχὸν Ἰωάννην, ἐπ' ἀρετῇ ὄντα τῷ τότε διαβόητον, καὶ περὶ τοῦ πράγματος ἐπυνθάνετο. ὁ δὲ μηδαμῶς ἐμβραδύνας πρὸς τὴν ἐρώτησιν "ἄπιθι τέκνον" ἔφη "κατὰ τῶν Σαρακηνῶν· θεὸν γὰρ ἕξεις προπορευόμενον." τούτου καθοπλισθεὶς ταῖς εὐχαῖς ἄπεισι κατὰ τὸν λεγόμενον Λαλακαίωνα τόπον, καὶ λόχους πανταχόθεν 2.164 ἐπέστησε, καὶ πρὸς συμπλοκὴν ἐξεκαλεῖτο τὸν Ἄμερ. πάντοθεν οὖν ὡς θηρίον περικλεισθεὶς ὁ Ἄμερ, καὶ περὶ τοῦ τέλους ἀγω νιῶν, τῶν αἰχμαλώτων τινὰ Ῥωμαίων προσκαλεσάμενος ἐπυνθά νετο τήν τε τῆς χώρας προσωνυμίαν καὶ τοῦ τόπου ἐν ᾧ ἔτυχεν ἐστρατοπεδευκώς, καὶ τοῦ