482
ὀρφανοτρόφου καὶ ἀδελφοῦ τοῦ βεβασι λευκότος Μιχαήλ, ἑαυτὸν ἀποκρημνίσας τοῦ τείχους καὶ ἐκτραχη λισθεὶς ἀπέθανε ῥιφεὶς μετὰ τῶν αὐτοφόνων, οἱ δὲ ἐπίσκοποι ὡς 2.499 τὸν βασιλέα πρὸς τὰ Μεσάνακτα ἐξεπέμφθησαν κἀκεῖθεν ἠλευθε ρώθησαν. Εἰκάδι δὲ ηʹ Ἰουλίου μηνός, ἡμέρᾳ ʹ, ὥρᾳ βʹ τῆς νυκτός, ἀστέρος ἐγένετο χύσις ἐκ μεσημβρίας πρὸς ἄρκτον, πᾶσαν περια στράψαντος τὴν γῆν. καὶ μετὰ μικρὸν ἀγγέλλονται τὰ κατα σχόντα τὴν Ῥωμαίων ἀτυχήματα, Ἄραβες μὲν ληϊσάμενοι Μεσοποταμίαν ἄχρι Μελιτηνῆς, Πατζινάκαι δὲ τὸν Ἴστρον διαβάντες καὶ τὴν Μυσίαν κακῶς διαθέμενοι, Σαρακηνοὶ δὲ τὴν παράλιον καταδραμόντες τοῦ Ἰλλυρικοῦ μέχρι Κερκύρας καὶ αὐτὴν πυρπο λήσαντες. ἀλλ' οἱ μὲν ἄλλοι ἀπήμονες κακῶν οἴκαδε ὑπενόστη σαν, Σαρακηνοὶ δὲ ὑπό τε Ῥαουσαίων καὶ τοῦ στρατηγοῦντος ἐν Ναυπλίῳ Νικηφόρου πατρικίου τοῦ υἱοῦ τοῦ Καραντηνοῦ κακῶς ἔπαθον, καταπολεμηθέντες καὶ τὰ πλείω ἀποβαλόντες τῶν σκα φῶν. οἱ δὲ περισωθέντες, οὓς εἶχον Ῥωμαίους αἰχμαλώτους ἀποκτείναντες, ἐν τῷ οἴκαδε ὑποστρέφειν ναυαγίῳ περιπεσόντες περὶ τὸ Σικελικὸν πέλαγος διεφθάρησαν. Τούτῳ τῷ ἔτει καὶ λιμὸς καὶ λοιμὸς ἐπέδραμε Καππαδοκίαν Παφλαγονίαν Ἀρμενιακὸν καὶ Ὁνωριάδα, ὡς καὶ αὐτοὺς τοὺςτῶν θεμάτων ἐποίκους καταλιπόντας τὰς πατρίδας μετοικίαν ζη τεῖν· οἷς ὁ βασιλεὺς ἐν τῷ ἀπὸ τῶν Μεσανάκτων εἰσιέναι πρὸς τὴν βασιλίδα συνηντηκώς, καὶ τὴν αἰτίαν τῆς ἀπαναστάσεως μὴ ἀγνοήσας, ὑποστρέφειν οἴκαδε κατηνάγκαζε, χρυσίῳ ἀναλαμβά νων καὶ τοῖς ἄλλοις τοῖς πρὸς τὸ ζῆν ἀναγκαίοις. καὶ Μιχαὴλ δὲ 2.500 ὁ τῆς Ἀγκύρας τότε τὴν ἐκκλησίαν πηδαλιουχῶν ἔργα ἀρετῆς ἐπε δείξατο ἄξια, μηδενὸς φεισάμενος τῶν τεινόντων εἰς σωτηρίαν τῶν τοῦ λιμοῦ καὶ λοιμοῦ τραυμάτων. Τῆς ιγʹ δὲ τοῦ Αὐγούστου μηνός, ἡμέρᾳ κυριακῇ, ὥρᾳ αʹ τῆς νυκτός, ἐν ἔτει τῷ #22φμʹ, γέγονε σεισμὸς μέγας. εἰσῆλθε δὲ καὶ ὁ βασιλεὺς ἐν τῇ βασιλίδι, καὶ τῆς προτέρας αὐτοῦ γυναικὸς Ἑλένης ἀποθανούσης μεγάλας διαδόσεις ὑπὲρ αὐτῆς ἐποιήσατο. τούτῳ τῷ ἔτει κατὰ τὴν κηʹ τοῦ Φεβρουαρίου μηνὸς καὶ ἀστὴρ διῆξεν ἀπὸ βορρᾶ πρὸς μεσημβρίαν μετ' ἤχου καὶ κτύπου· ἐφαί νετο δὲ ἄχρι τῆς ιεʹ Μαρτίου, τόξον ὕπερθεν ἔχων. Μαρτίῳ δὲ ʹ, ἡμέρᾳ γʹ, γέγονε σεισμός. Ἐγένετο δὲ κατὰ τοῦτον τὸν χρόνον καὶ ἐκδρομὴ Ἄφρων Σαρακηνῶν, πλοίων χιλίων, πολεμιστὰς ἔχοντα μυρίους, οἵτινες πολλὰ τὰς νήσους καὶ παραλίους ἐκάκωσαν. ὧν μέρει τινὶ συμ πλακεὶς Νικηφόρος ὁ Καραντηνὸς ἐτρέψατο, καὶ πεντακοσίους πεπεδημένους Σαρακηνοὺς τῷ βασιλεῖ ἐξαπέστειλε. τούτῳ τῷ ἔτει καὶ Γεώργιος πρωτοσπαθάριος ὁ Μανιάκης, ὁ Γουδελίου τοῦ Μανιάκη υἱός, τῶν παρευφρατιδίων στρατηγῶν πόλεων καὶ ἐν Σαμοσάτοις τὰς οἰκήσεις ἔχων τῆς παρὰ τῇ Ὀσροηνῇ πόλει ἀπεπειράθη Ἐδέσσης· ταύτης γὰρ τὴν ἐπιστασίαν Σαλαμάνης ἔχων ὁ Τοῦρκος, παρὰ τοῦ ἀμηρᾶ Μαρτυρουπόλεως ἤτοι Μιεφερκεὶμ ἐπιτετραμμένης αὐτῷ, καὶ δώροις καὶ ὑποσχέσεσι καὶ τιμαῖς δια φθαρεὶς παραδίδωσι τῷ Μανιάκῃ ἀωρὶ τῶν νυκτῶν, ὃς τρεῖς 2.501 πύργους λίαν ὀχυρωτάτους κατασχὼν εὐψύχως τοὺς πολιορκοῦν τας ἠμύνετο, βοήθειαν ἔξωθεν ἐπικαλούμενος. Ἀπομερμάνης δὲ ὁ τῶν Μιεφερκεὶμ ἀμηρᾶς, τὴν ἅλωσιν μαθὼν καὶ ὀξὺς ἐπιφανεὶς μετὰ δυνάμεως οὐκ ὀλίγης ἐπεχείρησε μὲν τῇ πολιορκίᾳ τῶν πύργων, γενναίως δὲ ὑποστάντος τοῦ Γεωργίου ἀποκρουσθεὶς καὶ μὴ ἔχων ὅ τι καὶ δράσειεν, ἀποκείρας τὰ κάλλιστα τῶν οἰκημάτων καὶ διαφθείρας τὸν τῆς πόλεως κόσμον καὶ αὐτῆς τῆς μεγάλης ἐκ κλησίας, καὶ καμήλοις ἐπιθεὶς τὰ κάλλιστα, καὶ τὰ περίλοιπα τῆς πόλεως πυρὶ παραδούς, ὑπεχώρησεν εἰς Μαρτυρούπολιν. ἀδείας δὲ τυχὼν ὁ Μανιάκης, τὸ ἐν μέσῳ τῆς πόλεως κείμενον φρούριον ἐν λοφώδει πέτρᾳ κατασχών, δύναμίν τε ἔξωθεν προσ καλεσάμενος, ἀσφαλῶς τὴν πόλιν κατέσχεν.
Εὑρὼν δὲ καὶ τὴν ἰδιόγραφον ἐπιστολὴν τοῦ δεσπότου καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὴν πρὸς Αὔγαρον πεμφθεῖσαν, τῷ βασιλεῖ ἐν Βυζαντίῳ ἀπέστειλεν.