287
πέμπουσι καὶ Ῥωμαίους εἰς τὴν αὐτῶν χώραν φέρουσιν. ὁ δὲ Μωάμεδ ἐπιστρατεύσας κατ' αὐτῶν πολλοὺς κτείνει, καὶ τὴν Ἀρμενίαν Σαρακηνοῖς ὑποτάσσει, τοὺς δὲ μεγι στᾶνας τῶν Ἀρμενίων ζωοκαύστους ἐν ἑνὶ τόπῳ ἐποίησε. τούτῳ τῷ ἔτει ἐπεστράτευσεν Ἀζὰρ τὴν Κιλικίαν μετὰ χιλιάδων δέκα, καὶ περιτυχὼν αὐτοῖς Ἡράκλειος ὁ ἀδελφὸς τοῦ βασιλέως τοὺς πλείονας ἀπέκτεινε, τοὺς δὲ λοιποὺς δεσμίους τῷ βασιλεῖ ἐξαπέ στειλε.
Τῷ ςʹ ἔτει Ἄζιδας ὁ τοῦ Χουνέϊ ἐπεστράτευε τὴν Κιλικίαν, καὶ πολιορκήσας τὸ Σίσιον κάστρον κατέβαλεν· ὃν ἐπιφθάσας ὁ τοῦ βασιλέως ἀδελφὸς καὶ πολεμήσας κτείνει δώδεκα χιλιάδας Ἀράβων. τοῦ Ἰουστινιανοῦ δὲ ἐν Χερσῶνι διάγοντος καὶ λέγοντος πάλιν ἑαυτὸν βασιλεύειν, οἱ τῶν ἐκεῖσε οἰκήτορες τὸν ἐκ τοῦ βα σιλέως κίνδυνον φοβηθέντες ἐβουλεύσαντο τοῦτον ἀνελεῖν ἢ τῷ βασιλεῖ παραπέμψαι. αὐτὸς δὲ τοῦτο διεγνωκὼς ἠδυνήθη ἐκφυ γεῖν, καὶ εἰς τὸ ∆αρὰς ἐλθὼν ᾐτήσατο τὸν τῶν Χαζάρων χαγά νον ἰδεῖν. καὶ ὃς ἐδέξατο αὐτὸν μετὰ τιμῆς, καὶ ἐξέδοτο αὐτῷ 1.779 εἰς γυναῖκα Θεοδώραν τὴν ἀδελφὴν αὐτοῦ. καὶ μετ' ὀλίγον χρό νον προτροπῇ τοῦ χαγάνου κατῆλθεν εἰς Φαναγουρίαν, κἀκεῖ διέτριβε μετὰ Θεοδώρας. ταῦτα ἀκούσας Ἀψίμαρος πέμπει πρὸς τὸν χαγάνον ὑποσχόμενος αὐτῷ δῶρα πολλά, εἰ τὸν Ἰουστινιανὸν ζῶντα αὐτῷ παραπέμψει, ἢ κἂν τὴν κεφαλὴν αὐτοῦ. εἴξαντος δὲ τοῦ χαγάνου, παραφυλακὴν αὐτῷ δῆθεν ἔπεμψε διὰ τὸ μὴ ὑπὸ τῶν ὁμοφύλων ἐπιβουλευθῆναι, ἐντειλάμενος τοῖς αὐτοῦ ἵν' ὅταν δηλωθῇ αὐτοῖς, ἀνέλωσιν Ἰουστινιανόν. τούτων δὲ δι' οἰκέ του τοῦ χαγάνου τῇ Θεοδώρᾳ μηνυθέντων καὶ τῷ Ἰουστινιανῷ γνωσθέντων, προσκαλεσάμενος τοὺς ἐκ χαγάνου φύλακας τούτους ἐφόνευσεν. εὐθέως δὲ ἀποστέλλει Θεοδώραν εἰς Χαζαρίαν. ἀπὸ δὲ Φαναγουρίας αὐτὸς δραπετεύσας εἰς τὸ στόμιον κατῆλθε, καὶ πλοίῳ ἐπιβὰς ἔρχεται μέχρι Συμβόλου, πλησίον Χερσῶνος, καὶ ἀποστείλας ἐν αὐτῷ κρυπτῶς ἀναλαμβάνεται Βασβακούριον καὶ τὸν ἀδελφὸν αὐτοῦ καὶ τὸν Στέφανον καὶ τὸν Μητρόπαυλον· καὶ σὺν αὐτοῖς ἀποπλεύσας διέβη τὸν φάρον Χερσῶνος καὶ τὰ Νεκρό πυλα τὸ στόμιόν τε τοῦ ∆άναπρι καὶ τοῦ ∆άναστρι. καὶ κλύδω νος γεγονότος ἀπέγνωσαν πάντες τὴν ἑαυτῶν σωτηρίαν. Μυάκης δὲ ὁ οἰκειακὸς αὐτοῦ ἄνθρωπος ἔφη αὐτῷ "ἰδοὺ ἀποθνήσκομεν, δέσποτα. τάξαι τῷ θεῷ περὶ τῆς σωτηρίας σου, ἵνα, ἐὰν ὁ θεὸς ἀποδώσει σοι τὴν βασιλείαν σου, μηδὲν ἀμύνῃ τῷ ἐχθρῷ σου." ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει ἐν θυμῷ "ἐὰν φείσομαί τινος ἐξ αὐτῶν, ὁ θεὸς ἐνταῦθά με καταποντίσει." καὶ εἰσελθὼν εἰς τὸν ∆άνουβιν ποταμὸν ἀποστέλλει Στέφανον πρὸς Τέρβελιν τὸν 1.780 ἄρχοντα Βουλγαρίας ἐπὶ τῷ δοῦναι αὐτῷ σύναρσιν, ὅπως κρατήσῃ τῆς προγονικῆς αὐτοῦ βασιλείας, ὑποσχόμενος δῶρα πολλὰ καὶ τὴν ἑαυτοῦ θυγατέρα εἰς γυναῖκα. αὐτοῦ δὲ πάντα ποιεῖν μεθ' ὅρκων ὑποσχομένου, συγκινεῖ πάντα τὸν λαὸν τῶν Βουλγάρων καὶ Σθλάβων, καὶ ὁπλισθέντες ἐπὶ τὴν βασιλίδα ἔρχονται ἅμα τῷ Ἰουστινιανῷ. ἠπλήκευσαν δὲ εἰς τὴν Χαρσίου πόρταν καὶ ἕως τῶν Βλαχερνῶν. καὶ ἐπὶ τρισὶν ἡμέραις προσλαλῶν τοῖς ἐν τῇ πόλει μᾶλλον ὑβρίζετο. ὁ δὲ Ἰουστινιανὸς μετ' ὀλίγων Ῥωμαίων διὰ τοῦ ἀγωγοῦ εἰσῆλθεν εἰς τὴν πόλιν, καὶ θόρυβον ἀνασκαφῆς βαλὼν πρὸς βραχὺ ἐσκήνωσεν ἐν τῷ παλατίῳ Βλαχερνῶν. ὅπερ μαθὼν Ἀψίμαρος φυγὰς εἰς Ἀπολλωνιάδα ἀφίκετο, ἄγων μεθ' ἑαυτοῦ χρήματα πάμπολλα. Ἰουστινιανὸς δὲ ἀπέλαβε τὴν βασι λείαν. τὸν δὲ τῆς ἀρχιερωσύνης θρόνον κατεῖχε Καλλίνικος. Ἰουστινιανὸς τὸ δεύτερον ἔτη ʹ. παραλαβὼν τὴν βασι λείαν, δῶρα πολλὰ δοὺς τῷ Τέρβελι καὶ βασιλικὰ σκεύη καὶ χώ ραν τῆς Ῥωμαίων γῆς κόψας τὰ νῦν λεγόμενα Ζαγόρια, ἀπέλυσεν αὐτὸν ἐν εἰρήνῃ. Ἀψίμαρος δὲ φυγὼν εἰς Ἀπολλωνιάδα συλλαμβάνεται καὶ πρὸς Ἰουστινιανὸν ἄγεται, ὡσαύτως δὲ καὶ Ἡράκλειος ἀπὸ Θρᾴκης μετά τινων ἑτέρων ἀρχόντων· καὶ ἐν τῷ τείχει πάν τας ἐφούλκισεν. ἀποστείλας δὲ καὶ εἰς τὰ μεσόγεια πάντα, πλείους ἐξ αὐτῶν εὑρὼν ἕως