136
ἐσταυρώθη, μετὰ περίοδον χρόνου ἑνός, καθά περ καὶ Μάρκος καὶ Λουκᾶς οἱ εὐαγγελισταὶ καὶ Ἰάκωβος ὁ ἀδελ φόθεος, ὡς ἔμπροσθεν εἴρηται. ὁ οὖν μακάριος Λουκᾶς ἐπὶ ἐλαίας καρποφόρου ἐσταυρώθη, μὴ εὑρισκομένου ξύλου ξηροῦ ἐν τῷ τόπῳ πρὸς τὸ γενέσθαι σταυρόν. καὶ λαβών τις τὸ σῶμα αὐτοῦ καὶ μεταξὺ πολλῶν μνημείων θάψας ἄδηλον ἐποίησε τὸν τάφον. τῶν δὲ μαθητῶν ἀναζητούντων μετέπειτα καὶ μὴ εὑρι σκόντων αὐτοῦ τὸν τάφον διὰ τὸ πλῆθος τῶν μνημάτων, προσευ 1.373 ξαμένων αὐτῶν τῇ νυκτὶ ἐκείνῃ κολούρια ἔβρεξεν ὁ θεὸς ἰατρικὰ ἐπάνω τοῦ τάφου τοῦ ἀποστόλου, σύμβολα τῆς ἐπιστήμης αὐτοῦ, καὶ ἐκ τούτων ἐγένετο γνώριμος ὁ τάφος. οὗ τὸ τίμιον καὶ ἅγιον λείψανον ἀνακομισθὲν ἐπὶ Κωνσταντίου τοῦ υἱοῦ τοῦ μεγάλου Κωνσταντίνου διὰ τοῦ ἁγίου Ἀρτεμίου, ἐτέθη ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων, ὑποκάτω τῆς ἁγίας τραπέζης, μετ' Ἀνδρέου καὶ Τιμοθέου τῶν ἁγίων ἀποστόλων. Οἱ τοίνυν Ἰουδαῖοι μετὰ τὴν τοῦ κυρίου ἀνάληψιν ἀπολέ μητοι διέμειναν ἔτη μʹ, μετανοίας αὐτοῖς καιρὸν τῆς μακροθυμίας ἀπεκτεινούσης τοῦ θεοῦ, ἵνα γνωσιμαχήσαντες τὴν ἰδίαν ἀνακα λέσωνται πλημμέλειαν. οἱ δὲ μᾶλλον εἰς τὸ χεῖρον νεύσαντες τῷ φθόνῳ καὶ τοὺς ἁγίους ἀνῄρουν, Στέφανον, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, Ἰάκωβον τὸν ἀδελφόθεον καὶ λοιπούς. διὸ καὶ ἀξίως ἐφ' ἑαυτοὺς τὴν θεήλατον ἐπεσπάσαντο πανωλεθρίαν. ὅθεν αὐ τοῖς φοβερὰ σημεῖα καὶ ἐναργῆ ἐπεδείκνυντο, τὴν μέλλουσαν κατα λαμβάνειν αὐτοὺς ἅλωσιν προμηνύοντα. ἐν γὰρ τῇ τῶν ἀζύμων ἑορτῇ, περὶ ὥραν θʹ τῆς νυκτός, τοσοῦτον φῶς τὸν ναὸν περιέ λαμψε καὶ τὸν βωμὸν περὶ ὥραν μίαν ὡς δοκεῖν ἡμέραν γενέσθαι. ἔπειτα ἀστὴρ ὕπερθεν τῆς πόλεως ῥομφαίᾳ παρόμοιος ὠπτάνετο. ἄλλοτε ἡ ἀνατολικὴ πύλη χαλκῆ τῆς πόλεως, σηδηροδέτοις κλειο μένη μοχλοῖς καὶ μόλις ὑπὸ ἀνδρῶν λʹ ἀνοιγομένη, ὤφθη περὶ ὥραν ηʹ τῆς νυκτὸς ἀνεῳγμένη. πάλιν ὡράθησαν πρὸ ἡλίου δύ σεως ὡσεὶ ἅρματα μετέωρα καὶ στρατόπεδα ἔνοπλα περὶ τὸν ἀέρα 1.374 διατρέχοντα καὶ τὰς πόλεις τῆς Ἰουδαίας φοβερῶς περιστοιχί ζοντα. πρὸ ἐτῶν δὲ τεσσάρων τῆς ἁλώσεως, ἐν τῇ ἑορτῇ τῆς σκηνοπηγίας, ἔτι τῆς πόλεως εἰρηνευούσης, ἄνθρωπός τις Ἰησοῦς ὀνόματι ἐξαίφνης ἐν μέσῳ τοῦ λαοῦ παρελθὼν ἐβόα "φωνὴ ἀπὸ ἀνατολῶν, φωνὴ ἀπὸ δυσμῶν, φωνὴ ἀπὸ τῶν τεσσάρων ἀνέμων, φωνὴ ἐπὶ Ἱεροσόλυμα καὶ πάντα τὸν λαόν." καὶ ταῦτα ἐπὶ πολ λαῖς ἡμέραις περιερχόμενος ὅλην τὴν πόλιν ἀνενδότως ἐβόα. διὸ καί τινες τῶν δημοτῶν ἀγανακτήσαντες μάστιξιν αὐτὸν ᾐκίζοντο. ὁ δὲ πρὸς ἑκάστην τῶν πληγῶν ἔκραζεν "οὐαὶ οὐαὶ οὐαὶ τοῖς Ἱερο σολύμοις." κατ' αὐτὴν δὲ τὴν ἑορτὴν βοῦς ἀχθεῖσα πρὸς θυ σίαν παραδόξως ἔτεκεν ἄρνα ἐν μέσῳ τοῦ ἱεροῦ· ἥτις, οἶμαι, σαφῶς ἐνέφαινε τὴν γενησομένην αὐτοῖς ἄρδην πανωλεθρίαν.
Τῶν οὖν Ἰουδαίων τὴν πρὸς τοὺς Ῥωμαίους ὑποταγὴν ἠθετηκότων ἀπέστειλε Νέρων Οὐεσπασιανὸν τὸν υἱὸν αὐτοῦ καὶ Τίτον τὸν ἔκγονον αὐτοῦ, οἳ καὶ ἐπόρθησαν αὐτήν, πάντων τῶν Χρι στιανῶν δι' ἀποκαλύψεως θείας τῶν Ἱεροσολύμων ἐξελθόντων, μόνον δὲ τῶν Ἰουδαίων ἐκ πάσης τῆς χώρας ἐν τῇ τοῦ πάσχα ἑορτῇ ὥσπερ ἐν εἱρκτῇ τοῖς Ἱεροσολύμοις συγκλεισθέντων, ὡς ἀμφὶ τὰς τριακοσίας μυριάδας τὸ πλῆθος ἀριθμεῖσθαι. καὶ πάν τες τὸν ἐπηρτημένον αὐτοῖς ὄλεθρον πρὸς θεοῦ διὰ τὴν εἰς Χρι στὸν τὸν θεὸν ἡμῶν τολμηθεῖσαν αὐτοῖς θεομαχίαν καὶ μιαιφο νίαν ἐνδίκως κατεδέξαντο. Οὐεσπασιανὸς γὰρ ἐν τῇ Παλαιστίνῃ μετὰ θάνατον Νέρωνος ἀναγορευθεὶς βασιλεὺς ὑπὸ τοῦ στρατοῦ 1.375 πρὸς Ῥώμην ἀπῆλθε, Τῖτον τὸν υἱὸν αὐτοῦ καταλείψας ἐκεῖσε. ὁ δὲ ἑλεπόλεις καὶ πύργους παντοίους τεκτηνάμενος διχῶς τὰ τείχη Ἱεροσολύμων κατεπολέμει. ἐξελαύνει γοῦν τοῦ ἔξω τείχους τοὺς Ἰουδαίους. πρὸς δὲ τὸ δεύτερον καταφυγόντας κἀκεῖθεν σφόδρα βιαίοις πολέμοις ἀναγκάσας ἐπὶ τὸ ἐνδότερον καὶ τρίτον συνώθει χωρεῖν, ὅπου καὶ καρτερᾶς διαμάχης γενομένης ἐξ ἑκατέρας πα ρατάξεως πλεῖστοι