20
εἱμαρμένην γὰρ ἀναγκαστικὴν εἶναί τινα δύναμιν καὶ τῆς ὕλης φασὶ κινητικήν. οἱ δὲ πάλιν ἀπρονόητον φορὰν καὶ ἄθεον ἢ τυ χαίαν εἰσηγούμενοι ὡς αὐτομάτως τῶν πάντων φερομένων (τύχην γὰρ αἰτίαν κατὰ συμβεβηκὸς καὶ σύμπτωμα φύσεως ἢ προαιρέ σεως εἶναι λέγουσι), καὶ οὗτοι πάλιν τοῖς ἴσοις περιπίπτοντες εἰς ἐσχάτους βυθοὺς ἀπωλείας καὶ βάραθρα ᾅδου καταντῶσιν. Ἰδὼν οὖν ὁ προειρημένος βασιλεὺς Γεράρων Ἀβιμέλεχ ἐν παντὶ ἔργῳ εὐοδούμενον τὸν Ἀβραάμ, Ὀχοζὰδ τὸν νυμφαγωγὸν καὶ Φίλοχ τὸν ἀρχιστράτηγον αὐτοῦ παραλαβὼν ἧκε πρὸς Ἀβραάμ, φιλίαν ἐπικυρῶν κραταιοτέραν, καὶ ὅρκον ἀπαιτῶν μὴ ἀδικήσειν μήτ' αὐτὸν μήτε τὸ σπέρμα αὐτοῦ. καθὼς ἐγὼ ἐποίησα μετὰ σοῦ δικαιοσύνην ἐν ταύτῃ τῇ γῇ ᾗ παρῴκησας, οὕτω καὶ σὺ μετ' ἐμοῦ καὶ τοῦ σπέρματός μου, ὅταν βασιλεύσεις ταύτης τῆς γῆς. δεινοὶ γὰρ οἱ βασιλεῖς τὸν μέλλοντα τούτους διαδέχεσθαι παντο δαποῖς τεκμαίρεσθαι συμβόλοις· καὶ γὰρ ἔμελλε διὰ τῶν ἐξ αὐτοῦ γεννωμένων ἐκείνης τῆς γῆς βασιλεύειν Ἀβραάμ. προσωνείδισε δὲ τὸν Ἀβιμέλεχ περὶ τῶν ἀφῃρημένων φρεάτων ὑπὸ τῶν αὐτοῦ παίδων. ἐκεῖ οὖν παρὰ τὸ φρέαρ γενόμενοι, καὶ πρόβατα καὶ μόσχους τεθυκότες, διαθήκην εἰρήνης ἀμφότεροι διέθεντο, ἐν ἑπτὰ δὲ ἀμνάσιν ἑτέραις τὸν ὁρκισμὸν κατ' ἔθος ποιήσαντες εἰς ἀπόδειξιν ὅτι ὤρυξεν αὐτός, διὸ καὶ φρέαρ ὅρκου ὠνόμασται.
1.57 Kαὶ οὕτως ἐκεῖσε εἰρηνικὰς διαθέμενοι, Ἀβιμέλεχ μὲν μετὰ τῶν οἰκείων οἴκαδε ἐπανῆλθεν, Ἀβραὰμ δὲ ἄρουραν ἢ λειμῶνα ἐπὶ τῷ τοῦ ὅρκου φρέατι φυτεύσας τὸ ὄνομα ἐπικέκληκε κυρίου, θεὸς αἰώνιος. εἰς βαθὺ οὖν γῆρας ἐλάσας Ἀβραάμ, καὶ γενόμενος ἐτῶν ρο ϛʹ, μετέστη πρὸς τὸν θεόν. τοῦτον Ἰσαὰκ καὶ Ἰσμαὴλ οἱ υἱοὶ αὐτοῦ ἐν τῷ διπλῷ σπηλαίῳ μετὰ Σάρρας κατέθεντο. Μετὰ ταῦτα ἀνδρωθέντος Ἰσαὰκ ἐγένετο λιμὸς ἐν τῇ γῇ αὐτῶν. κωλύεται δὲ παρὰ τοῦ θεοῦ εἰς Αἴγυπτον κατελθεῖν, πανοικὶ δὲ εἰς Γέραρα πρὸς Ἀβιμέλεχ ἔρχεται τὸν βασιλέα Φιλι στιείμ. φησὶ δὲ καὶ αὐτὸς περὶ Ῥεβέκκας ὡς Ἀβραὰμ περὶ Σάρρας, ὅτι ἀδελφή μου ἐστίν· ἦν γὰρ ὡραία σφόδρα. ἐκ δὲ τῆς παιδιᾶς γνοὺς Ἀβιμέλεχ γυναῖκα αὐτοῦ εἶναι, αὐτὸν μὲν μέμφε ται ὡς τἀληθὲς ἀποκρυψάμενον, ἀποφαίνεται δὲ πάντα τὸν ἁπτό μενον Ἰσαὰκ καὶ Ῥεβέκκας ἐνέχεσθαι θανάτῳ. οὕτως εὐλόγησε κύριος τὸν Ἰσαὰκ ἕως τέλους ὥστε ζηλῶσαι τοῦτον τοὺς Φιλιστιείμ, καὶ πάντα τὰ φρέατα ἃ ὤρυξεν Ἀβραὰμ ἐμφράξαι. μετὰ τοῦτο ἐν τῇ φάραγγι Γεράρων μεταβεβηκὼς ἀνεκάθηρε τὰ πατρικὰ φρέατα. ὤρυξε δὲ καὶ αὐτὸς φρέατα τρία, ὧν τὸ μὲν ἀδικίαν, τὸ δὲ ἔχθραν, τὸ δὲ τρίτον εὐρυχωρίαν ὠνόμασεν. ἐντεῦθεν ἀνέβη ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου Ἰσαάκ, καὶ ὤφθη αὐτῷ κύριος ἐν ὁράματι τῆς νυκτὸς λέγων "ἐγώ εἰμι ὁ θεὸς τοῦ πατρός σου Ἀβραάμ, καὶ ἐγώ εἰμι μετά σου, καὶ εὐλογήσω σε, καὶ πλη θυνῶ τὸ σπέρμα σου ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, δι' Ἀβραὰμ τὸν 1.58 πατέρα σου." ἐκεῖ οὖν ὁ Ἰσαὰκ θυσιαστήριον δειμάμενος θυ σίαν τῷ κυρίῳ ἀνέπεμψε, καὶ τὴν σκηνὴν αὐτοῦ ἐν αὐτῷ τῷ τόπῳ κατέπηξεν. ὥσπερ δὲ πρὸς Ἀβραὰμ πρότερον, οὕτω καὶ πρὸς Ἰσαὰκ μετὰ ταῦτα αὐτός τε Ἀβιμέλεχ ὁ Γεράρων βασιλεὺς καὶ Ὀχοζὰδ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φιλὸχ ὁ ἀρχιστράτηγος τῆς δυ νάμεως αὐτοῦ, εἰδότες ὅτι κύριος ἦν μετ' αὐτοῦ, πρὸς αὐτὸν ἐλθόντες διαθήκην εἰρήνης πρὸς ἀλλήλους ἐποιήσαντο, καὶ πρωῒ ἀναστάντες καὶ ὀμόσαντες ἀπῴχοντο μετὰ σωτηρίας ἀπ' αὐτοῦ. Γίνονται δὲ ἀπὸ τοῦ διαμερισμοῦ τῆς συγχύσεως, ἕως οὗ ἦλθεν Ἀβραὰμ ἐκ Μεσοποταμίας ἐκ πόλεως Χαρρὰν καὶ τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ κατὰ κέλευσιν θεοῦ εἰς γῆν Χαναάν, ἥ ἐστι Παλαιστίνη, ἔτη χι ϛʹ. ὑπῆρχε δὲ τότε ἐτῶν οεʹ. διατρίψας δὲ εἰς Χαναὰν ἔτη κεʹ ἐγέννησε τὸν Ἰσαάκ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη οεʹ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη ρο ϛʹ. ὃς καὶ τὰς εὐ λογίας τοῦ Μελχισεδὲκ τοῦ θεσπεσίου βασιλέως Σαλὴμ ἐδέξατο, ἄρτους καὶ οἶνον· ἦν γὰρ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, ὡς προεί ρηται. Τοῦ Ἰσαὰκ ὄντος χρόνων λβʹ τελευτᾷ Σάρρα, ἐτῶν οὖσα ἑκατὸν ὀκτώ. καὶ θάπτεται ἐν Χεβρών,