385
πολλοὺς θείους ναοὺς ἐντὸς τοῦ παλατίου ἐδομήσατο, εἰς ὄνομα Ἠλίου τοῦ προφήτου καὶ τοῦ μάρτυρος Κλήμεντος καὶ τοῦ σωτῆρος Χριστοῦ καὶ τοῦ ἀποστόλου Πέτρου καὶ τοῦ ἀρχιστρατήγου, ὧν τὴν ὡραιότητα παραστήσασθαι ποιη τικὴ ἂν ἠτόνησε μεγαληγορία. Πολλὰ δὲ κἀν τοῖς βασιλείοις ἀνέστησεν, ὡς ἄν τις εἴποι, βασιλείων βασίλεια· ταῦτα δὲ ἀριθμεῖσθαι οὐκ ἀναγκαῖον. ἔργον δὲ τούτου τοῦ βασιλέως καὶ ὁ λεγόμενος οἶκος τὰ Μάγγανα καὶ ὁ ἕτερος ὁ νέος καλούμενος· οὓς ἀπὸ τοιαύτης κατεσκεύασε προαι ρέσεως. μὴ βουλόμενος γὰρ τὰ δημόσια πράγματα εἰς οἰκείας καταναλίσκειν χρείας τοὺς τοιούτους ἀνῳκοδόμησεν οἴκους, καὶ προσόδους ἐκ γεωργίας ἀπέταξεν αὐτοῖς ἱκανάς, ἀφ' ὧν ἡ βασι 2.241 λικὴ πανδαισία αὐτοῦ τε καὶ τῶν ἀνὰ πᾶν ἔτος ὑπ' αὐτοῦ κεκλη μένων ἄφθονον καὶ δικαίαν τὴν χορηγίαν ἔμελλεν ἔχειν ἀεί. ἐδο μήσατο δὲ καὶ τὰ ἐν Πηγαῖς παλάτια, καὶ τὰ ἐν τοῖς Ἠρίοις ἐκαλ λωπίσατο, ἀνακαθάρας καὶ τὴν ἀπογεωθεῖσαν κινστέρναν, ἣν Ἡράκλειος ὁ βασιλεὺς προσχώσας παράδεισον φυτῶν καὶ λαχάνων εἰργάσατο. ὅπερ ἐποίησε καὶ ἐν ταῖς οὔσαις ἐντὸς τοῦ παλατίου, τῇ τε πρὸ τῆς Μαγναύρας καὶ τῇ μεταξὺ Ἰουστινιανοῦ τοῦ τρι κλινίου καὶ τοῦ Λαυσιακοῦ. ὁ γὰρ εἰρημένος βασιλεὺς Ἡράκλειος παρὰ Στεφάνου τοῦ φιλοσόφου μαθών, τὴν γένεσιν αὐτοῦ πολυ πραγμονήσαντος, ὡς ἐξ ὕδατος αὐτὸν δεῖ τελευτᾶν, τὰς τῶν κιν στερνῶν, ὡς εἴρηται, προσχώσεις εἰργάσατο. τὰ ἐν τοῖς Ἠρίοις οὖν ἀποκαθάρας βασίλεια εἰς τὸ ἀρχαῖον σχῆμα ἀνήγαγε, καὶ ἀντὶ παραδείσου δοχεῖον ἀπειργάσατο ὕδατος ἀφθόνου καὶ διει δοῦς. ἐδείματο δὲ κἀν τῷ φόρῳ ναὸν περικαλλέστατον ἐπ' ὀνό ματι τῆς θεοτόκου, ὡς ἂν ἔχοιεν αὐτὸν οἱ πραγματευόμενοι οἶκον προσευχῆς, ὁπότε ταῖς πραγματείαις ἐμβραδύνωσι. καὶ τὸν τοῦ ἁγίου Φωκᾶ δὲ ναὸν ἐν τῷ Στενῷ ἐπισκευάσας καὶ καλλωπίσας οἰκητήριον μοναχῶν ἀπετέλεσε, τάξας προσόδους ἱκανὰς εἰς διάρ κειαν τῶν ἐν αὐτῷ ἀσκουμένων. ἀνεκαίνισε δὲ καὶ τὸν μέγαν τοῦ ἀρχιστρατήγου ναὸν τὸν ἐν τῷ Σωσθενίῳ ἤδη προκαταπεσόντα, καὶ εἰς τὸ φαινόμενον κάλλος μετήγαγε. Πολλοὺς δὲ καὶ τῶν Ἰουδαίων δωρεῶν ἐπαγγελίαις καὶ δόσεσι 2.242 καὶ δώρων ἀνταλλαγαῖς τοῦ θείου κατηξίωσε βαπτίσματος. καὶ τὸ τῶν Βουλγάρων δὲ γένος ἀρτιπαγὲς ὂν πρὸς θεοσέβειαν μοναχῶν ἀποστολῇ εὐλαβῶν καὶ ἱερέων ἀρετῇ κεκοσμημένων ἐβεβαίωσε πρὸς τὴν πίστιν. καὶ τοῖς Ῥὼς δὲ συμβάσεις θέμενος ἐν μετοχῇ γενέ σθαι τοῦ σωτηρίου βαπτίσματος αἴτιος γέγονε, πεμφθέντος αὐτοῖς καὶ ἀρχιερέως. ἀλλ' ἄξιον διηγήσασθαι καὶ τὸ γεγονὸς θαῦμα παρὰ τοῦ ἀρχιερέως τοῦ πεμφθέντος ἐκεῖσε. ἔτι γὰρ τῇ δεισιδαι μονίᾳ κατεχόμενος αὐτός τε ὁ ἄρχων καὶ οἱ μεγιστᾶνες αὐτοῦ καὶ τὸ ἅπαν ἔθνος, κατασκοπούμενοι περί τε τῆς πρῴην αὐτῶν θρη σκείας καὶ τῆς τῶν Χριστιανῶν πίστεως, εἰσκαλοῦσι τὸν ἄρτι πρὸς αὐτοὺς φοιτήσαντα ἀρχιερέα· ὃν ὁ ἄρχων ἐπηρώτα τίνα τὰ παρ' αὐτοῦ καταγγελλόμενα καὶ αὐτοῖς διδάσκεσθαι μέλλοντα. τοῦ δὲ τὴν ἱερὰν τοῦ θείου εὐαγγελίου προτείναντος βίβλον, καί τινα θαύματα ἐξηγουμένου τῶν ὑπὸ τοῦ θεοῦ ἐν τῇ ἀνθρωπίνῃ ἐπιδη μίᾳ τερατουργηθέντων, "εἰ μή τι τῶν ὁμοίων τὸ πλῆθος" ἔφη "τῶν Ῥὼς καὶ ἡμεῖς θεασόμεθα, καὶ μάλιστα ὁποῖον λέγεις ἐν τῇ καμίνῳ τῶν τριῶν παίδων γενέσθαι, οὐκ ἄν σοι ῥᾳδίως πιστεύ σωμεν." ὁ δὲ τῷ ἀψευδεῖ πιστεύσας λόγῳ τοῦ εἰπόντος ὅτι ὃ ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, λήψεσθε, καὶ ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ἔφη πρὸς αὐτοὺς "εἰ καὶ μὴ ἔξεστιν ἐκπειράζειν κύριον τὸν θεόν, ὅμως εἰ ἐκ ψυχῆς διεγνώκατε προσελθεῖν τῷ θεῷ, αἰτήσασθε 2.243 ὅπερ βούλεσθε, καὶ ποιήσει τοῦτο πάντως διὰ τὴν πίστιν ὑμῶν ὁ θεός, κἂν ἡμεῖς ἐσμὲν ἐλάχιστοι καὶ ἀνάξιοι." οἱ δ' εὐθέως ᾐτήσαντο τὴν τοῦ θείου εὐαγγελίου πυκτίδα ἐν τῇ παρ' αὐτῶν ἀναφθείσῃ ῥιφῆναι πυρκαϊᾷ, καὶ εἰ ἀβλαβὴς αὕτη τηρηθείη, προσελθεῖν καὶ αὐτοὺς τῷ παρ' αὐτοῦ κηρυσσομένῳ θεῷ. ἔδοξε δὴ ταῦτα, καὶ τοῦ ἱερέως πρὸς θεὸν τὰς χεῖρας καὶ τοὺς