476
ἠλευ θέρωσεν. ἐτύφλωσε δὲ καὶ Ῥωμανὸν τὸν Κουρκούαν, ἐπ' ἀδελ φῇ ὄντα γαμβρὸν τοῦ Προυσιανοῦ καὶ τὸν Βογδάνον καὶ τὸν Γλα βᾶν καὶ τὸν Γουδέλην. ἐγλωσσοτόμησε δὲ καὶ τὸν μοναχὸν Ζαχαρίαν τὸν συγγενῆ τοῦ Βέστου Θευδάτου, συσκευάσασθαι τούτους πλασάμενος κατ' αὐτοῦ. Τούτῳ τῷ ἔτει καὶ Πατζινάκαι εἰσβολὴν ἐποιήσαντο κατὰ Βουλγαρίας, καὶ πλεῖστον λαὸν καὶ στρατηγοὺς καὶ ταγματάρχας ἔσφαξαν καὶ ἐζώγρησαν· διὸ ὁ βασιλεὺς Κωνσταντῖνος τὸν ∆ιογέ νην ἄρχοντα Σιρμίου ὑπάρχοντα καὶ δοῦκα τῆς Βουλγαρίας ἐποίη σεν, ὃς συμπλακεὶς πολλάκις αὐτοῖς διεσπαρμένοις ἐτρέψατο καὶ ἠνάγκασε περαιωθέντας τὸν Ἴστρον ἡσυχίαν ἄγειν. ἐγένετο δὲ 2.484 καὶ ἐφ' ὅλους τοὺς τῆς βασιλείας αὐτοῦ χρόνους μέγιστος αὐχμός, ὡς ἀποξηρανθῆναι τὰς ἀεννάους πηγὰς καὶ τοὺς ποταμούς. τοῦ βασιλέως δὲ Βασιλείου φειδοῖ τῶν πενήτων μὴ ἐγκαίρως τὰς δη μοσίας εἰσπραττομένου συντελείας ἀλλ' ἀνακωχὴν καὶ ὑπερημερίαν διδόντος ταῖς ἀπαιτήσεσιν, ἐκείνου τελευτήσαντος συνέβη δύο ἐνιαυ τῶν φόρους ἔτι ἠρτῆσθαι· οὓς ὁ Κωνσταντῖνος εὐθὺς εἰσεπράξατο. εἰσεπράξατο δὲ καὶ τῶν ἑτέρων τριῶν ἐνιαυτῶν (ἐς τοσοῦτον γὰρ χρόνον ἡ ἀρχὴ αὐτῷ ἐξετάθη), καὶ συνετρίβησαν οὐχ οἱ πένητες μόνον καὶ ἄποροι ἀλλὰ καὶ οἱ εὐπόρως ἔχοντες, ἐν τρισὶ χρόνοις πέντε παρασχόντες δασμοφορίας. ἐξῆλθεν οὖν καὶ στόλος Ἀγα ρηνῶν κατὰ τῶν Κυκλάδων νήσων· οἷς συμπλακεὶς ὁ στρατηγὸς Σάμου Γεώργιος ὁ Θεοδωροκάνος, ἅμα Βεριβόῃ τῷ στρατηγοῦντι τῆς Χίου, ἐτρέψατο, καὶ δώδεκα μὲν αὔτανδρα εἷλε, τὰ δὲ λοιπὰ διεσκέδασεν.
Ἐννάτῃ δὲ Νοεμβρίου μηνός, τῆς ιβʹ ἐπινεμήσεως, ἐν ἔτει #22φλζʹ, αἰφνιδίῳ νόσῳ ληφθεὶς ὁ Κωνσταντῖνος καὶ παρὰ τῶν ἰατρῶν ἀπαγορευθεὶς ἐσκέπτετο τίνα ἂν καταλίποι διάδοχον τῆς βασιλείας. ἔδοξεν οὖν αὐτῷ τὸν πατρίκιον Κωνσταντῖνον τὸν ∆αλασσηνὸν μεταστείλασθαι, κατὰ τὸν Ἀρμενιακὸν ἐν τῷ ἰδίῳ οἴκῳ σχολάζοντα, γαμβρόν τε ποιήσασθαι ἐπὶ μιᾷ τῶν θυγατέρων καὶ ἀναγορεῦσαι βασιλέα. καὶ δὴ πέμπεται ἄξων αὐτὸν εὐνοῦχός τις τῶν πιστικωτάτων, ὁ λεγόμενος Ἐργοδότης. σπουδῇ δὲ τοῦ Συμεὼν φιλίως διακειμένου πρὸς τὸν πατρίκιον Ῥωμανὸν τὸν Ἀργυρὸν αὕτη μὲν παρωράθη ἡ γνώμη, καὶ στέλλεταί τις τάχα ε᾿̣ 2.485 βασιλέως ἐς τὸν ∆αλασσηνόν, ἐκεῖσε προσμένειν κελεύοντος αὐτὸν ὅπῃ ἂν ἡ γραφὴ καταλήψηται, ἄγεται δὲ ὁ Ῥωμανὸς πρὸς τὰ βασίλεια. ἀχθέντι δὲ δύο προτίθενται γνῶμαι, ἢ διαζυγῆναι τῆς νομίμου γυναικὸς τῇ βασιλέως τε θυγατρὶ συναφθῆναι καὶ βασι λέα ἀναγορευθῆναι, ἢ πηρωθῆναι τοὺς ὀφθαλμούς. τοῦ δὲ ἰλιγγιῶντος καὶ ἀναδυομένου πρὸς αὐτῶν ἑκάτερον, ἡ σύνοικος δείσασα περὶ τοῦ ἀνδρός, μή τι καὶ πάθῃ φλαῦρον, τὴν κοσμικὴν ἑκουσίως ἀπέθετο τρίχα, καὶ τῷ συζύγῳ πρὸς τῇ ὄψει ἐχαρίσατο καὶ τὴν βασιλείαν. οὐσῶν δὲ τῷ Κωνσταντίνῳ θυγατέρων τριῶν ἐκ τῆς θυγατρὸς τοῦ πατρικίου Ἀλυπίου, ἣν ἔτι ζῶντος τοῦ Βα σιλείου ἡρμόσατο, ἡ μὲν καθ' ἡλικίαν πρωτεύουσα Εὐδοκία ἀπε κείρατο, ἡ τρίτη δὲ Θεοδώρα ἀπηνήνατο συζυγῆναι τῷ Ῥωμανῷ, ἢ διὰ τὸ συγγενές, ὥς φασιν, ἢ διὰ τὸ ἔτι τὴν ἐκείνου σύζυγον ζῆν. ἡ δὲ τῷ χρόνῳ δευτέρα Ζωὴ τὸν περὶ τῆς συνοικίας λόγον συνενεσθέντα ἀσπασίως ἐδέξατο. λόγου δὲ περὶ τῆς συγγενείας κινηθέντος, καὶ τῆς ἐκκλησίας σὺν τῷ πατριάρχῃ λυσάντων τὸ ἀμφίβολον, ἱερολογεῖται ὁ Ῥωμανὸς τῇ Ζωῇ καὶ αὐτοκράτωρ ἀνα γορεύεται βασιλεύς. καὶ μετὰ τρεῖς ἡμέρας Κωνσταντῖνος ἀπέ θανε, ζήσας μὲν τὸν ἅπαντα τῆς ζωῆς αὐτοῦ χρόνον οʹ ἔτη, ἐπὶ τρεῖς δὲ ἑνὸς δέοντος μηνὸς βεβασιλευκώς. Οὕτω δὲ παρὰ πᾶσαν ἐλπίδα καὶ προσδοκίαν τὸν τῆς πηρώ σεως κίνδυνον διαδρὰς ὁ Ῥωμανὸς τὸ τῆς βασιλείας περιζώννυται κράτος, καὶ βασιλεὺς αὐτοκράτωρ ἅμα Ζωῇ τῇ τοῦ Κωνσταντίνου ἀναγορεύεται θυγατρί. ἅμα τε οὖν ἐπὶ τὸν βασίλειον ἐκάθισε θρόνον, καὶ ἅμα προοιμίοις ἀγαθοῖς καὶ ἐπιβατηρίοις ἐπαινετοῖς 2.486 ἐδεξιοῦτο τοὺς ὑπὸ χεῖρα, ἀπὸ τῆς εὐσεβείας πρότερον ἀρξάμενος