339
τούτου χρυσίου λίτρας ἑκατόν. καὶ τὸ στιχηρὸν δὲ τὸ κατὰ τὴν βαϊοφό ρον, τὸ "ἐξέλθετε ἔθνη, ἐξέλθετε καὶ λαοί," τὸν ἐκείνου φασὶν εἶναι τόκον ψυχῆς. Ἐπεὶ δὲ καὶ τὰς περὶ τὴν κεφαλὴν τρίχας ὀλίγας ἐκ φύσεως εἶχεν, ἀναφάλας τις ὤν, θέσπισμα ἐξέθετο πανταχοῦ ἐν χρῷ τὰς τρίχας ἀποκείρειν καὶ μή τινα Ῥωμαῖον ὄντα περαιτέρω ταύτας τοῦ τραχήλου φέρεσθαι συγχωρεῖν, τὸν δὲ τὸ δόγμα παρορῶντα πολ λαῖς αἰκίζεσθαι μάστιξι, τὴν τῶν προγόνων Ῥωμαίων ἀρετὴν ἐπαν άγειν βρενθυόμενος. Πέντε δὲ θυγατέρων ὑπάρχων πατήρ, ὡς προλαβὼν ὁ λό γος ἀπέφηνε, καὶ ἄρρενος ἔρημος γονῆς, τὴν πασῶν ἐσχάτην Μαρίαν ὑπερβαλλόντως ἀγαπωμένην αὐτῷ δεῖν ᾠήθη συζεῦξαι ἀνδρί. ὁ νυμφίος δὲ ἦν τῆς τῶν Κρηνιτῶν γενεᾶς, χώρας τῶν Ἀρμενίων, Ἀλέξιος τοὔνομα, Μωσηλὲ τὴν ἐπωνυμίαν, τῷ εἴδει ὡραῖος, ἀκμάζων τὴν ἡλικίαν. πρῶτα μὲν τῇ τῶν πατρικίων καὶ ἀνθυπάτων τιμήσας ἀξίᾳ, εἶτα καὶ μάγιστρον καὶ ὕστερον Καί σαρα, στρατεύματά τε δοὺς αὐτῷ ἱκανὰ πρὸς τὴν Λογγιβαρδίαν ἐξέπεμψε χρείας κατεπειγούσης τινός. καὶ ὁ μὲν ἀπῄει καλῶς τὰ κατ' αὐτὴν ἐξανύων, καὶ ὡς ἐδόκει τῷ βασιλεῖ. διὸ καὶ ἤκμαζε μὲν ὁ πρὸς αὐτὸν πόθος, συνήκμαζε δὲ καὶ ὁ ἐξ ἀνθρώπων φθό νος, καὶ διέβαλλον αὐτὸν ὡς τῆς βασιλείας ἐπιθυμοῦντα, προστι 2.119 θέντες ὡς δήποτε τὸ α τοῦ θ κατακυριεῦσαι. ἅπερ δὴ πυνθανό μενος ὁ Καῖσαρ, καὶ τοῦ φθόνου ὥσπερ ἀκροώμενος, πολλὰ τοῦ βασιλέως ἐδέετο συγχωρηθῆναι αὐτὸν πρὸς τὸν μονήρη μετατάξα σθαι βίον. ἀλλὰ τοῦτο μὲν ὁ βασιλεὺς οὐκ ἐπέτρεψε, τὴν χηρείαν τῆς θυγατρὸς εὐλαβούμενος, καὶ ὁ Καῖσαρ ἔμενεν ἐφ' ἡσυχίας τοῖς δημοσίοις ἐνασχολούμενος. ὡς δ' ἀπετέχθη τῷ βασιλεῖ ὁ Μιχαὴλ καὶ ἡ τοῦ Καίσαρος γαμετὴ Μαρία τὸν βίον μετήλλαξε, ταύτην μὲν οὕτως ἐτίμησεν ὡς τὸν νεκρὸν αὐτῆς ἐν λάρνακι θεῖναι περιηργυρωμένῃ, καὶ ἀσυλίαν δοῦναι τῷ τάφῳ τοῖς ἐφ' οἵοις δή ποτε ἐγκλήμασιν ἁλοῦσιν ἀνθρώποις. τὸν δὲ Ἀλέξιον λάθρᾳ μεταταξάμενον καὶ τὸ μοναχικὸν ἀμφιεσάμενον σχῆμα, ἐπεὶ μὴ ἔπειθε τοῦτο ἀποβαλεῖν, μόλις ἐᾶσαι, δεδωκὼς αὐτῷ εἰς ἐνδιαί τημα τό τε κατὰ Χρυσούπολιν βασιλικὸν μοναστήριον, ἔτι δὲ καὶ τὸ τοῦ Βρύσεως καὶ τὸ κατὰ τὴν Ἐλαίαν. ἐκεῖνος δὲ τῷ κατὰ τὴν Χρυσούπολιν ὄντι ἐνδιαιτώμενος, ἐπεί ποτε περιπάτου ἐδεήθη καὶ κατὰ τὸν Ἀνθεμίου λεγόμενον τόπον ἐγένετο, εἵλετο τοῦτον διὰ βασιλικῆς προστάξεως ἐξωνήσασθαι· ἐν ᾧ καὶ μοναστήριον κατασκευάσας πολυτελές, τὸν βίον ἐκλιμπάνων ἐτέθη ἐκεῖσε, σὺν αὐτῷ δὲ καὶ ὁ τούτου ἀδελφὸς Θεοδόσιος ἐς πατρικίους τελέσας, πολλὰ γνωρίσματα τῆς αὐτοῦ ἀρίστης βιοτῆς ἐν τῷ μοναστηρίῳ καταλιπών.
Τοῦ δὲ ἀρχηγοῦ τῶν Ἀράβων Ἰμπραὴλ κατὰ Ῥωμαίων ἐκ 2.120 στρατεύσαντος καὶ ὁ Θεόφιλος ἀντιφιλοτιμούμενος ἔξεισιν, ἅπαν δέος ἀποβαλών. εἰ γάρ τι καὶ προσῆν, ἀλλ' ἡ τῶν συνόντων αὐτῷ ἀνδρῶν κατὰ πολέμους πεῖρα καὶ γενναιότης ὡς πορρωτάτω τοῦτο ἐτίθει. Θεόφοβος οἱ ἄνδρες ἦσαν καὶ Μανουήλ. ἀλλ' ὁ μὲν Μανουὴλ δῆλος ἦν ἐπ' ἀνδρίᾳ καὶ αὐτοῖς τοῖς ἐναντίοις, τοῦ στρατοῦ τῶν ἀνατολικῶν κατάρξας ἐπὶ τοῦ Λέοντος, καὶ τοῦ πρὸ αὐτοῦ Μιχαὴλ ἱπποκόμων ὁ πρῶτος γενόμενος· πρωτοστράτορα τοῦτον φασί. δηλώσει δὲ καὶ τὸν Θεόφοβον ὁ λόγος, ὅθεν τε καὶ ὅπως ἐκ Περσῶν καταγόμενος τῷ βασιλεῖ γέγονε γνώριμος καὶ τὴν ἀδελφὴν αὐτοῦ εἰς γάμον ἡρμόσατο. εἰς πρεσβείαν τίς ποτε τῶν ἐκ βασιλικῆς σειρᾶς Περσῶν ἀφικόμενος εἰς τὴν Κωνσταντινού πολιν, οὐκ ἐκ νομίμου συναφείας ἐκ λαθραίας δὲ καὶ κρυφίας τοῦτον ἀποτεκὼν ἀπεδήμησεν. ἐπεὶ δὲ νόμος ἀπαράβατος τοῖς Πέρσαις ἐστὶ μή τινα τῆς αὐτῶν ἀρχῆς ἐγκρατῆ γενέσθαι μὴ τῆς βασιλικῆς ὄντα σειρᾶς, ἐξέλιπον δὲ ἐκ τῶν συνεχῶν πολέμων ὑπὸ τῶν Ἀγαρηνῶν ἐλαθέντες οἱ τῆς βασιλικῆς σειρᾶς, τοῦτον τὸν Θεόφοβον πολλάκις ὁρμήσαντες οἱ Πέρσαι ἀναλαβέσθαι ἀπὸ Κων σταντινουπόλεως τοῦ βασιλεῦσαι ἐπ' αὐτοῖς, καὶ πρεσβείαν δια φόρον ποιήσαντες πρὸς Θεόφιλον, καὶ εἰρηνικὰς σπονδὰς ὑπο