517
γεωργικὰ ὄργανα, ᾤετο κατὰ μικρὸν ὑπωθεῖν τὰς σκηνὰς καὶ τοῖς τείχεσι προσαρμόσαι καὶ οὕτως ὑπορύττειν ἀνέτως καὶ 2.592 ἀδεῶς τὰ θεμέλια, πιστεύσας ὡς οὐδεὶς προκύψαι τοῦ τείχους συγχωρηθήσεται ὑπὸ τοῦ πλήθους τῶν βελῶν· καὶ τοῦτον ἐφαν τάζετο τὸν τρόπον παραλήψεσθαι τὴν πόλιν. ταῦτα δὲ βλέπων ἀπὸ τοῦ τείχους ὁ Ἀποκάπης τοῖς μὲν τειχοφυλακοῦσιν ἀτρεμεῖν καὶ μηδένα προκύπτειν διεκελεύετο, μόνον δὲ λίθους χειροπληθεῖς ἔχειν ηὐτρεπισμένους καὶ τόξα καὶ ἄλλα ἑκηβόλα ὄργανα, καὶ προσμένειν τὸ ἐξ αὐτοῦ σύνθημα (ἦν δὲ τὸ Χριστὲ βοήθει), οὗ δοθέντος ἔργου ἔχεσθαι· εἶχε δὲ παρ' ἑαυτῷ καὶ δοκοὺς μεγί στας, κατὰ τὴν βάσιν ὀξείας. καὶ ὁ μὲν διετάττετο ὧδε, ὁ δὲ Ἀλκὰν τῶν ἐκτὸς Τούρκων χαλαζηδὸν ἐκπεμπόντων τὰ βέλη καὶ τοὺς εἴσω τείχους ἀνακόπτειν δοκούντων, κατ' ὀλίγον ὑπωθῶν τὰς λέσσας προσήρειδε τῷ τείχει. ἐπεὶ δὲ ἔφθασαν αἱ σκηναὶ προσεγγίσαι καὶ ἐδόκει ἀδύνατος αὐταῖς εἶναι ἡ εἰς τοὐπίσω ἀνα στροφή, αἰφνίδιον τοῦ Ἀποκάπη τὸ σύνθημα δόντος οἵ τε ἐπὶ τῶν δοκῶν τεταγμένοι τὰς δοκοὺς ἠφίεσαν κατὰ τῶν σκηνῶν καὶ οἱ λοιποὶ τόξοις καὶ λίθοις ἔβαλλον. τότε δὴ οὖν ἡ τὸν Ἀλκὰν ἔχουσα σκηνὴ πολλαῖς περιπαρεῖσα κατὰ τὴν στέγην δοκοῖς ἀνε τράπη ὑπὸ τοῦ βάρους τούτων περιτραπεῖσα· ἧς περιτραπείσης οἱ ἔνδον ταύτης ἀπογυμνωθέντες ἐβάλλοντο πάντοθεν λίθοις καὶ τόξοις, μηδενὸς ἐπαμῦναι τούτοις ἰσχύοντος. καὶ οἱ μὲν ἄλλοι πάντες ἔπεσον ἐκεῖσε, ἐλήφθη δὲ ὁ Ἀλκὰν ζωγρίας, γνώριμος ἀπὸ τῆς λαμπρότητος τῶν ὅπλων ὑπάρχων· δύο γάρ τινες καλοὶ κἀγαθοὶ νεανίαι προπηδήσαντες τῶν πυλῶν τῆς πόλεως καὶ τῶν τριχῶν τούτου δραξάμενοι σύροντες εἰσήγαγον εἰς τὴν πόλιν. καὶ 2.593 τούτου μὲν εὐθὺς τὴν κεφαλὴν ἀποτεμὼν ὁ Βασίλειος ἀκοντίζει τοῖς Τούρκοις, ὁ δὲ σουλτάνος περιαλγήσας τῷ πάθει λύει τὴν πολιορκίαν καὶ ἀναζεύγνυσι, πλασάμενος ἀναγκαῖά τινα πράγματα κατεπείγειν αὐτὸν οἴκαδε ὑποστρέφειν, ἀπειλῶν εἰς τοὐπιὸν ἔαρ μετὰ μείζονος κατὰ τῶν Ῥωμαίων ἐπιστρατεῦσαι δυνάμεως.
Περὶ ἧς φροντίζων ὁ Μονομάχος, ἔτι δὲ καὶ τὸν Ἀπλησφά ρην τὸν τοῦ Τιβίου ἄρχοντα τὰς ἐπὶ Κωνσταντίνου σπονδὰς δια λύσαντα καὶ τὰ τῶν Ῥωμαίων κακοῦντα ἀμυνόμενος, τὰ ἑῷα τάγματα πάντα ἀθροίσας καὶ ἡγεμονεύειν τάξας αὐτῶν Νικηφό ρον τινὰ εὐνοῦχον, ἱερέα μὲν τυγχάνοντα πρότερον καὶ τῷ βασιλεῖ ὑπηρετοῦντα ἰδιωτεύοντι, διὰ κοσμικὴν δὲ περιφάνειαν καὶ δόξαν ἀπωσάμενον τὴν ἱερωσύνην, ῥαίκτωρα τοῦτον τιμήσας καὶ στρα τοπεδάρχην ὀνομάσας εἰς τὴν ἑῴαν ἐκπέμπει, οὐκ ἐπειδὴ δρα στήριος ἦν καὶ ἐνεργὸς τὰ πολεμικά, ἀλλ' ἐπειδὴ εὔνοιαν ἐτήρει τῷ βασιλεῖ. οὗτος ἀνελθὼν μετὰ τοῦ στρατοῦ ἄχρι τῆς λεγομένης σιδηρᾶς γεφύρας καὶ τοῦ Καντζακίου Τούρκοις μὲν οὐκ ἐνέτυχεν (ἐν τῇ πεδιάδι γὰρ τῆς Περσαρμενίας στρατοπεδεύοντες μετὰ Ἀβι μέλεχ τινὸς στρατηγοῦ, ἀδελφοῦ τοῦ Κουτλουμοῦς, καὶ πυθόμε νοι τὴν τῶν Ῥωμαίων βαρεῖαν ἔφοδον, μὴ στέρξαι τὴν ἐπέλευσιν τολμήσαντες ὑπενόστησαν οἴκαδε), ὁ δὲ Ῥωμαϊκὸς στρατὸς τὸν Ἀπλησφάρην εἴσω τοῦ τείχους συγκλείσαντες, καὶ τὴν περίχωρον πᾶσαν ληϊσάμενοι, ἔπεισαν καὶ ἄκοντα ἀνανεώσασθαι τὰς σπονδὰς 2.594 καὶ ὅμηρον δοῦναι Ἀρτασύραν τὸν υἱὸν Φατλοὺμ τοῦ οἰκείου ἀδελ φοῦ τοῦ τῆς Καντζακηνῶν κατάρχοντος γῆς· ὃν εἰληφὼς ὁ Νικη φόρος ἐπάνεισι πρὸς τὴν πόλιν. Οἱ Πατζινάκαι δὲ τὸν Αἷμον, ὡς εἴπομεν, διαβάντες, καὶ τὴν μεταξὺ τούτου καὶ τοῦ Ἴστρου κατασκοπήσαντες πεδιάδα τὴν διήκουσαν μέχρι θαλάσσης, καὶ τόπον εὑρόντες νάπας καὶ ἄλση ἔχοντα καὶ λόχμας παντοδαπὰς καὶ ὕδωρ καὶ νομὰς (Ἑκατὸν βουνοὺς τὸν τόπον ὀνομάζουσιν οἱ ἐγχώριοι), ἐκεῖσε ἐγκαθιδρύον ται, καὶ ἐκδρομὰς αὐτόθεν ποιούμενοι οὐ μικρὰ τὴν ὑπὸ Ῥωμαίους ἐλύπουν. ὁ δὲ βασιλεὺς μεταπέμπεται τὸν Κεγένην ἐπὶ συμβουλῇ εἰς τὴν βασιλίδα· καὶ ὃς εἴσεισιν εὐθὺς μετὰ παντὸς τοῦ οἰκείου στρατοῦ, καὶ κατασκηνοῖ κατὰ τὴν ἀφωρισμένην πεδιάδα Βυζαν τίοις εἰς πεδίαν (Μαΐτας ὁ τόπος